54
συστολῇ τοῦ ˉη ἀνέωγα. ἀνέωγα χρὴ λέγειν καὶ ἀνέωκται. Φερεκράτης· οὐδεὶς ἀνέωγέ μοι θύραν- καὶ ὁ Πλάτων· ἀνεῴγετο γὰρ οὐ πρωΐ- καὶ ὁ ∆ημοσθένης· ἀνέωκται τὸ δεσμωτήριον. καὶ ἐν Θετταλοῖς· τὸ κεράμιον ἀνέῳκται. τὸ δὲ ηνοιγε καὶ ἠνοίγετο καὶ ηνοικται δεινῶς βάρβαρον, οις νῦν χρῶνται ἐπιεικῶς απαντες. τὸ δὲ ἀνέῳγε δύο σημαίνει· τὸ μὲν οιον· ἀνέῳκται· τὸ δ' οιον· ἀνεῴγnu. οὐ μὴν ἐν απασί γε τοῖς συνθέτοις τὰς προθέσεις οἱ ̓Αττικοὶ alpha.214 φυλάττουσιν, ἀλλὰ εἰσὶν ἀνώμαλοι καὶ ἐν τούτῳ. ἐπεὶ ουν πολλῶν ἀναδιπλοῦσι τὰς προθέσεις, λέγουσι γοῦν καὶ ἀναίνεται. ωσπερ παρὰ τὸ λιπῶ λιπαίνω, καὶ ὁρμῶ ὁρμαίνω, καὶ ὑφῶ ὑφαίνω, ουτω καὶ παρὰ τὸ ἀρνῶ ἀρναίνω, καὶ ἐνδείᾳ τοῦ ˉρ ἀναίνω, ἀναίνομαι. η παρὰ τὸ αἰνῶ ἀναίνω, τὸ οὐκ ἐπαινῶ καὶ οὐ συγκατατίθεμαι. ̓Ανέσχεθε. τὸ ἀνέτεινε. σχέθω τὸ κωλύω. εσχεθον, εσχεθε καὶ ἀνέσχεθε. ̓Ανέσταν. ιστημι, ὁ δεύτερος ἀόριστος εστην. τὸ πρῶτον τῶν πληθυντικῶν εστημεν, τὸ τρίτον εστησαν, καὶ κατὰ συγκοπὴν εσταν καὶ ἀνέσταν. ̓Ανέδυ. δύω, παράγωγον δῦμι, ὁ δεύτερος ἀόριστος εδυν· τὸ τρίτον εδυ καὶ ἀνέδυ. alpha.215 ̓Ανεῖλεν. ἀντὶ τοῦ ἐμαντεύσατο. ἀπὸ τοῦ ανωθεν λαμβάνειν τὸ πνεῦμα, καὶ πληροῦσθαι τοῦ θεοῦ· η ἀπὸ τοῦ ἀνελεῖν τὴν αγνοιαν. ̓Ανεῖλε δὲ, ἀντὶ τοῦ ἐφόνευσεν. ἀπὸ τοῦ ανωθεν λαμβάνειν τὸ ἐν βάθει πνεῦμα τοῦ ἀνδρός. η ἀπὸ τοῦ ἀνελεῖν τὴν γνῶσιν. λέγεται δὲ ἀνελεῖν καὶ τὸ ἀναλαβεῖν τὰ εκθετα βρέφη. ̓Ανῆκεν. ειασεν· ἀπέλυσεν. ιημι, ὁ μέλλων ησω, ὁ ἀόριστος ηκα, ἀνῆκα. σεσημείωται τὸ εθηκα, εδωκα. ̓Ανήῃ. ιημι, ὁ δεύτερος ἀόριστος ην. ἐὰν ω, ἐὰν ῃς, ἐὰν ῃ, καὶ πλεονασμῷ τοῦ ˉη ἀνήῃ. μελίφρων υπνος ἀνήῃ. ̓Ανήγκακα. ἀπὸ τοῦ ἀναγκάζω, τοῦ σημαίνοντος τὸ ταῖς ἀγκάλαις λαμβάνω. καὶ ἐκ τούτου ἀγκάσω, ηγκακα καὶ μετὰ τῆς ἀνὰ ἀνήγκακα. ̓Ανῄνασθαι. *παραιτεῖσθαι, ἀρνεῖσθαι.* ἀναίνω, ἀνῶ, ηνῃνα, ἠνῃνάμην, ἠνῄνω, ἠνῄνατο, καὶ τὸ ἀπαρέμφατον ἀνῄνασθαι. ̓Ανηρείψαντο. εστιν ερα ἡ γῆ, ἐκ τούτου ἐρέπτω, ο σημαίνει τὸ εἰς γῆν καταβάλλω. καὶ ἀνερέπτω, καὶ πλεονασμῷ τοῦ ˉι ἀνερείπτω, καὶ ἐξ αὐτοῦ ἀνηρείψαντο. τὰ δὲ εἰς ˉπˉτˉω ῥήματα τὸ ˉι εχει· οιον ιπτω τὸ βλάπτω, λίπτω τὸ ἐπιθομῶ. χωρὶς τοῦ φιλαλείπτω καὶ ἀνερείπτω. alpha.216 ̓Ανηνέχθη. ἀντὶ τοῦ ἀνήνεγκεν. ̔Ηρόδοτος· ἐκπλαγεὶς δὲ τούτοισιν ἐπὶ χρόνον αφθογγος ην, μόγις δέ ποτε ἀνενεχθεὶς, ειπεν- Ομηρος· -μνησάμενος δ' ἀνενήγκατο φώνησέ τε- ἀντὶ τοῦ ἀνέπνευσεν, ἐστέναξεν. ̓Ανεξυνοῦτο. ἀντὶ τοῦ ἀνεκοινοῦτο. ̓Ανιῶμαι. λυποῦμαι. ἀνιῶμαι διὰ ταύτας καὶ ἐπὶ ταύταις καὶ τούτων ενεκα. ̓Ανόρουσεν. ορω τὸ διεγείρω, ου ὁ μέλλων αἰολικῶς ορσω, οιον· ορσεο Λαομεδοντιάδη- τοῦτο γίνεται κατὰ παραγωγὴν ὀρύω, καὶ κατὰ πλεονασμὸν τοῦ ˉυ ὀρούω, ὁ μέλλων ὀρούσω, ὁ ἀόριστος ορουσα, ποιητικῶς, καὶ ἐν συνθέσει ἀνόρουσεν. οἱ γὰρ Ιωνες συναρχομένους ποιοῦσι τοὺς παρακειμένους. ̓Ανστήτην. δυϊκὸν ἀντὶ τοῦ ἀνέστησαν. ὁ δεύτερος ἀόριστος εστην, εστης, εστη, εστητον, ἐστήτην, καὶ ἀναστήτην, καὶ ἀνστήτην. ̓Αντετόρησε. διῆλθεν, ἐτρύπησεν, ἐκ τοῦ τορῶ· τοῦτο ἐκ τοῦ τείρω, τὸ καταπονῶ. τὸ τορῶ κατὰ συγκοπὴν τρῶ, τρήσω. ̓Αντιφερίζω. ἐναντιοῦμαι, ἐξισοῦμαι. παρὰ τὸ φέρω, φερίζω, ὡς θέρω, θερίζω. ̔Ησίοδος καὶ ἀντιφέρεσθαι τὸ ἐναντιοῦσθαι λέγει. alpha.217 ̓Αντιβολῆσαι. ἀπαντῆσαι, μετασχεῖν, ἀπὸ τοῦ μολῶ, τροπῇ τοῦ ˉμ εἰς ˉβ. τὸ δὲ ἀντιβολῆσαι ἀντὶ τοῦ ἱκετεῦσαι καὶ παρακαλέσαι. παρὰ τὸ βάλλω καὶ τὴν ἀντὶ πρόθεσιν. ̓Αντισηκοῦντα. ἐξισάζοντα, ζυγοστατοῦντα. ἐκ τοῦ ισος ονομα γίνεται ῥῆμα ἰσῶ, ὁ μέλλων ἰσώσω, ἰσώκω, καὶ τροπῇ τοῦ μακροῦ εἰς τὸ μακρὸν ἰσηκῶ, καὶ ἀντισηκῶ. η παρὰ τὸ σώκειν, ο σημαίνει τὸ ἰσχύειν. ἐξ ου καὶ σῶκος ὁ ἰσχυρός. -σῶκος ἐριούνιος-. ̓Αντελαμβάνοντο. ἀντὶ τοῦ διεδέχοντο. υπνοι τε αὐτοῖς ἀεὶ μακρότατοι ἀντελαμβάνοντο. ̓Αντεξάγειν. ἀπὸ τοῦ παρατάσσεσθαι. ἀντεπιέναι. ̓Αντεπῄει. ἀντεπήρχετο. ̓Αντεπιτίθησιν. ἀντὶ τοῦ ἀντεπιστέλλει. ουτως ̓Ισαῖος. ̓Αντεπιχειρεῖν. πρὸς τὰ λεγόμενα μὴ φέρειν ενστασιν. ̓Αντέφερον. ἠναντιοῦντο. ̓Αντέβησαν. ἀντὶ τοῦ ἀντέστησαν. ̓Αντεφιλοτιμοῦντο. ἀντὶ τοῦ