νουσιν οἱ εὐχόμενοι; Πόθεν δὲ καὶ ἡ τοιαύτη ἐν ταῖς ἐκκλη σίαις εἰσῆλθε συνήθεια; Ἀπόκρισις. Ἐπειδὴ ἀμφοτέρων ἐχρῆν ἡμᾶς ἀεὶ μεμνῆσθαι, καὶ τῆς ἐν ταῖς ἁμαρτίαις πτώσεως ἡμῶν καὶ τῆς χάριτος τοῦ Χριστοῦ ἡμῶν, δι' ἧς ἐκ τῆς πτώσεως ἀνέστημεν, διὰ τοῦτο ἡ ἐν ταῖς ἓξ ἡμέραις ἡμῶν γονυκλισία σύμβολόν ἐστι τῆς ἐν ταῖς ἁμαρ τίαις πτώσεως ἡμῶν, τὸ δὲ ἐν τῇ κυριακῇ μὴ κλίνειν γόνυ σύμβολόν ἐστι τῆς ἀναστάσεως, δι' ἧς τῇ τοῦ Χριστοῦ χάριτι τῶν τε ἁμαρτημάτων καὶ τοῦ ἐπ' αὐτῶν τεθανατωμένου θα νάτου ἠλευθερώθημεν. Ἐκ τῶν ἀποστολικῶν δὲ χρόνων ἡ τοι αύτη συνήθεια ἔλαβε τὴν ἀρχήν, καθώς φησιν ὁ μακάριος Eἰρηναῖος, ὁ μάρτυς καὶ ἐπίσκοπος Λουγδούνου, ἐν τῷ Περὶ τοῦ πάσχα λόγῳ, ἐν ᾧ μέμνηται καὶ περὶ τῆς πεντηκοστῆς, ἐν ᾗ οὐ κλίνομεν γόνυ, ἐπειδὴ ἰσοδυναμεῖ τῇ ἡμέρᾳ τῇ κυριακῇ κατὰ τὴν ·ηθεῖσαν περὶ αὐτῆς αἰτίαν. Ἐρώτησις ρι. Eἰ ἀνιστάμενος ὁ δεσπότης ἀπὸ τοῦ μνήματος τὰ ἐν τάφια ἐν τῷ τάφῳ κατέλιπε, πῶς μετὰ τὴν ἀνάστασιν ἢ γυμνὸν αὐτὸν ὀφθέντα ἢ ἑτέρωθεν αὐτὸν ἐσθῆτα κομισάμενον ἡ γραφὴ οὐχ ἱστόρησεν; Eἰ δὲ μήτε ἑτέρωθεν ἀμφιάσματα εἴληφε μήτε γυμνὸς τοῖς τότε αὐτὸν ὁρῶσιν ἐφαίνετο, πῶς ἀληθὲς ὅτι τὰ ἱμάτια ἐν τῷ τάφῳ κατέλιπεν; Ἀπόκρισις. Τὰ μὲν ἱμάτια τοῦ σωτῆρος μετὰ τὸ σταυρωθῆναι αὐτὸν οἱ στρατιῶται διεμερίσαντο, τὰ δὲ μετ' αὐτοῦ εἰσενεχθέντα εἰς τὸν τάφον εἰς ὑπηρεσίαν τοῦ ζῶντος ἀνεπιτήδεια ἦν. Τὰ δὲ ἱμάτια, ἃ ἐφόρει ὁ κύριος μετὰ τὴν ἀνάστασιν, ἢ ἐδημιούρ γησεν ἢ ἔλαβεν ἀλλαχόθεν, ὡς ἔλαβε καὶ τὸν πῶλον εἰς κά θισμα· ἑκάτερον γὰρ ἠδύνατο, καὶ τὸ δημιουργῆσαι καὶ τὸ λα βεῖν ἀλλαχόθεν. Πολλῶν δὲ ὄντων τῶν ὑπὸ τοῦ κυρίου πρα χθέντων, ὧν ἡ θεία γραφὴ τὰς ἱστορίας οὐ περιέχει, ἐξ ἀνάγκης καὶ τὰ μετὰ τὴν ἀνάστασιν ἐνδύματα ἐν τοῖς ἀνιστορήτοις τίθενται· καὶ οὐκ ἔστιν εὔλογον τὸ ἐκ πάντων τῶν ἀνιστο ρήτων μόνου τούτου ἀνιστορήτου ζητεῖν τὴν αἰτίαν, οὐδ' ἐκ τοῦ ἀνιστορήτου κατασκευάζειν τὴν ἀπορίαν περὶ τοῦ ἐνδύμα τος τοῦ κυρίου, ἀλλ' ἐκ τῆς δυνάμεως αὐτοῦ λαβεῖν τὴν πίστιν περὶ τοῦ ἐνδύματος αὐτοῦ. Ἐρώτησις ριζ. Eἰ σῶμα παχυμερὲς θυρῶν κεκλεισμένων κεκωλυμένην ἔχει τὴν πάροδον, πῶς μετὰ τὴν ἀνάστασιν πρὸς τοὺς μα θητὰς τῶν θυρῶν κεκλεισμένων εἰσῆλθεν ὁ κύριος; Ἀλλ' εἰ μὲν ἀληθὲς ὅτι τὸ κεκλεισμένων τῶν θυρῶν ἔνδον ὁρώμενον σῶμα ἐτύγχανε, πῶς ὁ λίθος ὁ τῷ δεσποτικῷ ἐπικείμενος μνή ματι ὑπὸ τοῦ ἀγγέλου ἀπεκυλίσθη διὰ τὴν αὐτοῦ τοῦ σώματος ἔγερσιν; Eἰ δὲ ἀληθεύει ἡ γραφὴ περὶ τῆς τῶν θυρῶν λέγουσα κλείσεως, δῆλον ὅτι οὐ σῶμα ἀλλὰ πνεῦμα εἰσῆλθεν. Eἰ δὲ τὸ σῶμα ποτὲ μὲν ἦν σῶμα, ποτὲ δὲ πνεῦμα ἐγίνετο, πῶς οὐχὶ τροπὴν τὰ τῆς τοῦ σώματος οὐσίας ἐδέχετο;