1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

54

σεσιγήκαμεν, οὐκ ἐπενεγκόντες τὸ «σεσαρκωμένην», ἀλλ' οἷον ἔξω τιθέντες τὴν οἰκονομίαν, ἦν αὐτοῖς τάχα που καὶ οὐκ ἀπίθανος ὁ λόγος προσποιουμένοις ἐρωτᾶν· Εἰ μία φύσις τὸ ὅλον, ποῦ τὸ τέλειον ἐν ἀνθρωπότητι; Ἢ πῶς ὑφέστηκεν ἡ καθ' ἡμᾶς οὐσία; Ἐπειδὴ δὲ καὶ ἡ ἐν ἀνθρωπότητι τελειότης καὶ τῆς καθ' ἡμᾶς οὐσίας ἡ δήλωσις εἰσκεκόμισται διὰ τοῦ λέγειν «σεσαρκωμένην», παυσάσθωσαν καλαμίνην ῥάβδον ἑαυτοῖς ὑποστήσαντες». Ἐνταῦθα μὲν οὖν τὴν φύσιν τοῦ λόγου ἐπὶ τῆς φύσεως ἔταξεν. Εἰ γὰρ ἀντὶ ὑποστάσεως τὴν φύσιν παρείληφεν, οὐκ ἄτοπον ἦν, καὶ δίχα τοῦ «σεσαρκωμένην» τοῦτο εἰπεῖν· μίαν γὰρ ὑπόστασιν τοῦ θεοῦ λόγου ἀπολύτως λέγοντες οὐ σφαλλόμεθα. Ὁμοίως δὲ καὶ Λεόντιος ὁ Βυζάντιος ἐπὶ τῆς φύσεως τὸ ῥητὸν ἐνόησεν, οὐκ ἀντὶ τῆς ὑποστάσεως. Ἐν δὲ τῇ πρὸς τὰς Θεοδωρήτου μέμψεις τοῦ δευτέρου ἀναθεματισμοῦ οὕτω φησὶν ὁ μακάριος Κύριλλος· «Ἡ φύσις τοῦ λόγου ἤγουν ἡ ὑπόστασις, ὅ ἐστιν αὐτὸς ὁ λόγος». Ὥστε τὸ εἰπεῖν «φύσιν τοῦ λόγου» οὔτε τὴν ὑπόστασιν μόνην σημαίνει οὔτε τὸ κοινὸν τῶν ὑποστάσεων, ἀλλὰ τὴν κοινὴν φύσιν ἐν τῇ τοῦ λόγου ὑποστάσει ὁλικῶς θεωρουμένην. Ὅτι μὲν οὖν ἡ φύσις τοῦ λόγου ἐσαρκώθη ἤτοι ἡνώθη σαρκί, εἴρηται. Φύσιν δὲ τοῦ λόγου παθοῦσαν σαρκὶ οὐδέπω καὶ νῦν ἀκηκόαμεν, Χριστὸν δὲ παθόντα σαρκὶ ἐδιδάχθημεν· ὥστε οὐ τὴν ὑπόστασιν δηλοῖ τὸ εἰπεῖν «φύσιν τοῦ λόγου». Λείπεται τοίνυν εἰπεῖν, ὅτι τὸ σεσαρκῶσθαι μὲν ἡνῶσθαί ἐστι σαρκί, τὸ δὲ σάρκα γενέσθαι τὸν λόγον αὐτὴν τὴν τοῦ λόγου ὑπόστασιν ἀτρέπτως γενέσθαι τῆς σαρκὸς ὑπόστασιν. Καὶ ὅτι μὲν ὁ θεὸς ἄνθρωπος γέγονε καὶ ὁ ἄνθρωπος θεός, εἴρηται. Θεὸς γὰρ ὁ λόγος, γέγονεν δὲ ἀμεταβλήτως ἄνθρωπος. Ὅτι δὲ ἡ θεότης ἄνθρωπος γέγονεν ἢ ἐσαρκώθη ἢ ἐνηνθρώπησεν, οὐδαμῶς ἀκηκόαμεν. Ὅτι δὲ ἡ θεότης ἡνώθη τῇ ἀνθρωπότητι ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων, μεμαθήκαμεν. Καὶ ὅτι ὁ θεὸς μορφοῦται ἤτοι οὐσιοῦται τὸ ἀλλότριον ἤτοι τὸ καθ' ἡμᾶς, εἴρηται. Ἐφ' ἑκάστης γὰρ τῶν ὑποστάσεων τὸ θεὸς ὄνομα τάττεται, θεότητα δὲ ἐπὶ ὑποστάσεως εἰπεῖν οὐ δυνάμεθα. Θεότητα γὰρ τὸν πατέρα μόνον ἢ τὸν υἱὸν μόνον ἢ μόνον τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἀκηκόαμεν· θεότης μὲν γὰρ τὴν φύσιν δηλοῖ, τὸ δὲ πατὴρ τὴν ὑπόστασιν, ὥσπερ καὶ ἀνθρωπότης τὴν φύσιν, Πέτρος δὲ τὴν ὑπόστασιν. Θεὸς δὲ καὶ τὸ κοινὸν τῆς φύσεως σημαίνει καὶ ἐφ' ἑκάστῃ τῶν ὑποστάσεων τάττεται παρωνύμως ὥσπερ καὶ ἄνθρωπος· θεὸς γάρ ἐστιν ὁ θείαν ἔχων φύσιν, καὶ ἄνθρωπος ὁ ἀνθρωπίνην. Ἐπὶ πᾶσι τούτοις ἰστέον, ὡς ὁ πατὴρ καὶ τὸ πνεῦμα τὸ ἅγιον κατ' οὐδένα λόγον τῇ σαρκώσει τοῦ λόγου κεκοινώνηκεν εἰ μὴ κατὰ τὰς θεοσημίας καὶ κατ' εὐδοκίαν καὶ βούλησιν. 56 Ὅτι θεοτόκος ἡ ἁγία παρθένοσ Θεοτόκον δὲ κυρίως καὶ ἀληθῶς τὴν ἁγίαν παρθένον κηρύττομεν· ὡς γὰρ θεὸς ἀληθὴς ὁ ἐξ αὐτῆς γεννηθείς, ἀληθὴς θεοτόκος ἡ τὸν ἀληθινὸν θεὸν ἐξ αὐτῆς σεσαρκωμένον γεννήσασα. Θεὸν γάρ φαμεν ἐξ αὐτῆς γεγεννῆσθαι, οὐχ ὡς τῆς θεότητος τοῦ λόγου ἀρχὴν τοῦ εἶναι λαβούσης ἐξ αὐτῆς, ἀλλ' ὡς αὐτοῦ τοῦ θεοῦ λόγου τοῦ πρὸ αἰώνων ἀχρόνως ἐκ τοῦ πατρὸς γεννηθέντος καὶ ἀνάρχως καὶ ἀιδίως ὑπάρχοντος σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι ἐπ' ἐσχάτων τῶν ἡμερῶν διὰ τὴν ἡμετέραν σωτηρίαν ἐν τῇ γαστρὶ αὐτῆς ἐνοικήσαντος καὶ ἐξ αὐτῆς ἀμεταβλήτως σαρκωθέντος καὶ γεννηθέντος. Οὐ γὰρ ἄνθρωπον ψιλὸν ἐγέννησεν ἡ ἁγία παρθένος, ἀλλὰ θεὸν ἀληθινόν, οὐ γυμνὸν ἀλλὰ σεσαρκωμένον, οὐκ οὐρανόθεν τὸ σῶμα καταγαγόντα καὶ ὡς διὰ σωλῆνος δι' αὐτῆς παρελθόντα, ἀλλ' ἐξ αὐτῆς ὁμοούσιον ἡμῖν σάρκα ἀναλαβόντα καὶ ἐν ἑαυτῷ ὑποστήσαντα. Εἰ γὰρ οὐρανόθεν τὸ σῶμα κεκόμισται καὶ οὐκ ἐκ τῆς καθ' ἡμᾶς φύσεως εἴληπται, τίς χρεία τῆς ἐνανθρωπήσεως; Ἡ γὰρ ἐνανθρώπησις τοῦ θεοῦ λόγου διὰ τοῦτο γέγονεν, ἵνα αὐτὴ ἡ ἁμαρτήσασα καὶ πεσοῦσα καὶ φθαρεῖσα φύσις νικήσῃ τὸν ἀπατήσαντα τύραννον καὶ οὕτω τῆς φθορᾶς ἐλευθερωθῇ, καθώς φησιν ὁ θεῖος ἀπόστολος· «Ἐπειδὴ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν»· εἰ τὸ πρῶτον ἀληθῶς, καὶ τὸ δεύτερον. Εἰ δὲ καὶ λέγει· «Ὁ πρῶτος Ἀδὰμ ἐκ γῆς χοϊκός, ὁ