αʹ. Ἄρτι δὲ ἡμέρας διαυγαζούσης, ἐρυμνῷ χάρακι τοῦτον τὸν τρόπον ὁ βασιλεὺς τὸ στρατόπεδον ἐκρατύνετο. γεώλοφός τις χαμαίζηλος τοῦ ∆ορυστόλου ἐκ διαστήματος κατὰ τὸ πεδίον ἀνίσταται. ἐν τούτῳ τὸ στράτευμα διασκηνισάμενος, ταφρείαν ἀνορύττειν κυκλόθεν ἐκέλευε· τόν τε χοῦν ἐκφοροῦντας ἐς τὴν τὸ 143 στρατόπεδον ταινιοῦσαν τῆς τάφρου ὀφρῦν ἀποτίθεσθαι, ἐς ὕψος δὲ ἀποχρῶν αἰρομένων τῶν χωμάτων ἄνωθεν καταπηγνύειν τὰ δόρατα, ἐπερείδειν τε τούτοις τοὺς θυρεοὺς ἀλλήλων ψαύοντας· ὡς ἀντὶ τείχους χρηματίζειν τήν τε τάφρον καὶ τὸν ἐκφορηθέντα χοῦν τῷ στρατεύματι· καὶ μὴ ἐνὸν εἴη τοῖς ἐναντίοις ἔνδον διαβαίνειν, ἀλλ' εἴργεσθαι τῆς ἐφόδου τῇ τάφρῳ ἐγχρίπτουσιν. εἰθισμένον δὲ Ῥωμαίοις, ταύτῃ τὴν σφῶν ἐπὶ τῆς πολεμίας διατίθεσθαι ἔπαυλιν. ἐπεὶ δὲ τὸν χάρακα τοῦτον τὸν τρόπον ἐκρατύνατο, τῇ ἐπιούσῃ ἐκτάξας τὴν στρατιὰν τῷ τείχει προσέβαλλε. Σκύθαι δὲ, τῶν πύργων προκύπτοντες, βέλη καὶ χερμάδας, καὶ ὅσα ἑκηβόλα πέφυκεν ὄργανα, κατὰ τῆς Ῥωμαϊκῆς ἠφίεσαν φάλαγγος. οἱ δὲ καὶ αὐτοὶ σφενδόναις καὶ βέλεσι Σκύθας ἠμύναντο κάτωθεν. καὶ μέχρι τῶν τοιούτων ἀκροβολισμῶν ἀμφοτέροις ἡ μάχη περιΐστατο, καὶ Ῥωμαῖοι μὲν ἐπὶ τὸν χάρακα ᾔεσαν, καὶ δεῖπνον εἵλοντο· Σκύθαι δὲ, κλινούσης ἡμέρας, ἔφιπποι τοῦ περιβόλου ἐξῄεσαν, τότε πρώτως φανέντες ἐφ' ἵππων ὀχούμενοι. ἄφιπποι γὰρ παρὰ τοὺς πολέμους ἀεὶ χωρεῖν εἰώθεισαν, ἀνασκήτως ἔχοντες τῶν ἐφιππίων ἐπιβαίνειν, καὶ τοῖς πολεμίοις ἀνταγωνίζεσθαι. Ῥωμαῖοι δὲ, σπουδῇ τοῖς ὅπλοις φραξάμενοι καὶ τῶν ἵππων ἐπιβάντες, τούς τε κοντοὺς ἀνειληφότες (ἐπιμήκεις δὲ τούτους παρὰ τὰς μάχας μεταχειρίζονται), μετὰ ῥύμης καὶ βιαίου ὠθισμοῦ αὐτοῖς ἐπελαύνουσιν. οἱ δὲ, μηδὲ τοῖς ῥυτῆρσι τοὺς ἵππους χαλιναγωγεῖν ἐπιστάμενοι, πρὸς τῶν Ῥωμαίων κατακοντιζόμενοι, νῶτα δόντες εἰς τὸ τεῖχος κατεκλείοντο. βʹ. Τηνικαῦτα δὴ καὶ αἱ τῶν Ῥωμαίων πυρφόροι τριήρεις μετὰ τῶν σιτηγῶν πορθμείων διὰ τοῦ Ἴστρου ἐφάνησαν ἀναπλέουσαι· ἃς Ῥωμαῖοι μὲν ἰδόντες ἀῤῥήτου χαρμονῆς ὑπεπλήσθησαν, Σκύθας δὲ δέος ᾕρει, τὸ ἐπιφερόμενον αὐτοῖς ὑγρὸν πῦρ δεδιότας. ἠκηκόεισαν γὰρ πρὸς τῶν γεραιτέρων τοῦ σφῶν ἔθνους, ὡς τὸν μυριόστολον στρατὸν Ἴγγορος, τοῦ τὸν Σφενδοσθλάβον τεκόντος, Ῥωμαῖοι τῷ τοιούτῳ Μηδικῷ πυρὶ κατὰ τὸν Εὔξεινον ἐξετέφρωσαν. ἐντεῦθεν σπουδῇ τὰ ἑαυτῶν συναγαγόντες ἀκάτια, πρὸ τοῦ περιβόλου τοῦ ἄστεος εἵλκυσαν, ἵνα παραῤῥέων ὁ Ἴστρος τὸ θάτερον τοῦ ∆ορυστόλου περικλύζει πλευρόν. ταῦτα αἱ πυρφόροι νῆες κυκλόθεν ἐφρούρουν, ὡς μὴ εἴη Σκύθαις ἐνὸν, αὐτῶν ἐπιβεβηκόσιν, ἐπὶ τὴν σφῶν ἀνασώζεσθαι γῆν. τῇ δὲ ὑστεραίᾳ Ταυροσκύθαι, τοῦ ἄστεος ὑπεκδύντες, κατὰ τὸ πεδίον ἐτάξαντο, ποδηνεκεῖς θυρεοὺς προβαλλόμενοι καὶ θώρακας ἁλυσιδωτούς. Ῥωμαῖοι δὲ καὶ αὐτοὶ τοῦ χάρακος ὑπεξῄεσαν ἐς τὸ ἀκριβὲς τεθωρακισμένοι· καὶ καρτερῶς ἄμφω τὰ μέρη διηγωνίζοντο, καὶ ἀμφίδοξος ἡ νίκη ἐδόκει, ἄλλοτε θατέρου μέρους ὠθοῦντος. ἐπεὶ δέ τις Ῥωμαίων τῆς φάλαγγος ἀποῤῥαγεὶς τὸν μετὰ Σφενδοσθλάβον τρίτον παρὰ Ταυροσκύθαις τιμώμενον Σφέγκελον, ἐκθύμως τότε διαγωνιζόμενον, κατηκόντισεν, ἄνδρα γιγαντώδη καὶ νεανικόν· ἐπὶ τῷ τούτου πτώματι διαταραχθέντες Ταυροσκύθαι βάδην τοῦ πεδίου ὑπενόστουν καὶ πρὸς τὸ ἄστυ ἠπείγοντο. τηνικαῦτα καὶ Θεόδωρος, ὁ τὴν κατεπωνυμίαν Λαλάκων, ἀνὴρ κατά τε ἀλκὴν καὶ σώματος ῥώμην 145 δυσάντητος καὶ ἀκαταγώνιστος, πλείστους τῶν δυσμενῶν σιδηρᾷ κορύνῃ ἀπέκτεινεν. ἰσχύϊ γὰρ χειρὸς ταύτην καταφέρων, αὐτῇ κυνῇ καὶ τὴν ταύτῃ περιστελλομένην συνέθλαττε κεφαλήν. ἀλλ' οὕτω μὲν τότε Σκύθαι, τὰ νῶτα δόντες, διὰ τοῦ ἄστεος ὑπενόστησαν. Ῥωμαίους δὲ ὁ βασιλεὺς, τὸ ἀνακλητικὸν ἐπαυλεῖν ἐγκελεύσας, συνεκαλεῖτο ἐπὶ τὸν χάρακα, οὓς