εἰς τὴν παρεμβολήν. οἱ δὲ πεζοὶ τῶν Ἀρμενίων προσβαλόντες τῷ ἐκτὸς τῆς ἀκροπόλεως τείχει, καὶ πολλὰς προσβολὰς ποιησάμενοι, αὐτοβοεὶ αἱροῦσιν αὐτό, τοῦ 152 ἡλίου πρὸς δυσμὰς ἀποτρέχοντος. ἡσθέντος δὲ τοῦ βασιλέως τῷ γεγονότι, κατέλαβον ἀπὸ τῶν ἐναντίων καὶ πρέσβεις, συμπαθείας τυχεῖν ἐξαιτούμενοι καὶ τῶν ἰδίων πραγμάτων συγχώρησιν, καὶ τοιαύταις ὁμολογίαις παραδοῦναι τὴν πόλιν τῷ βασιλεῖ. συνθέμενος δὲ πρὸς τοῦτο, καὶ τοὺς πρέσβεις δώροις τιμήσας, ἀπέστειλε τὸν παραληψόμενον αὐτίκα τὸ κάστρον. οἱ δ' ἔνδον φρουρὰν ἐν τοιούτῳ καιρῷ εἰσδέξασθαι μὴ καταδεξάμενοι, ἵνα μὴ κακόν τι διὰ τῆς νυκτὸς τοῖς ἐναντίοις ἐπιτεχθῇ, ἔδοξαν ἠλογηκέναι καὶ καταψεύσασθαι τῶν σπονδῶν. διὰ τοῦτο καὶ ταχὺ σαλπίσας ὁ βασιλεὺς τὸ πολεμικόν, ἐξῆλθε πανστρατιᾷ τῆς παρεμβολῆς, καὶ τοῖς τείχεσι προσεπέλασε. καταπλαγέντες δὲ οἱ Τοῦρκοι καὶ πρὸς ἀπολογίας τραπόμενοι, καὶ πλείονα πίστιν τῆς ἑαυτῶν ἀπολυτρώσεως αἰτησάμενοι καὶ λαβόντες, ἐξίασι μὲν ἐκ τῆς πόλεως μετὰ τῆς οἰκείας ἀποσκευῆς, καὶ τῷ βασιλεῖ γονυκλινοῦσιν, οὐ κεναῖς δὲ χερσὶν ἀλλὰ πάντες ξιφήρεις, καὶ τῷ βασιλεῖ γυμνῷ πανοπλίας οἱ πλείονες προσεγγίζοντες· ὅτε δὴ αὐτὸς συμπαρὼν οὐκ ἐπῄνεσα τὴν τοῦ βασιλέως ἁπλότητα μέσον θανατώντων ἀνδρῶν καὶ τόλμῃ καὶ ἀπονοίᾳ συζώντων ἑαυτὸν ἀθωράκιστον καταμίξαντος. Ἕτερον δέ τι συνηνέχθη, ζῆλον μὲν τοῦ βασιλέως δικαιοσύνης φαντάζον, ἄμετρον δὲ τὴν τιμωρίαν καὶ οὐκ εὐσεβῆ συντιθέμενον. ἐγκληθεὶς γάρ τις τῶν στρατιωτῶν ὡς 153 ὀνίσκον Τουρκικὸν ὑφελόμενος, παρήχθη μὲν κατ' ὄψιν τῷ βασιλεῖ δεδεμένος, τιμωρία δ' ἐψηφίσθη τοῦ ἁμαρτήματος ὑπερφέρουσα· οὐ γὰρ ἐν χρήμασιν ἡ ζημία διώριστο ἀλλ' ἐν ῥινὸς ἐκτομῇ. πολλὰ δὲ παρακαλέσαντος τοῦ ἀνθρώπου, καὶ πάντα τὰ ἑαυτοῦ προεμένου, καὶ προβαλλομένου μεσίτην τὴν πάνσεπτον εἰκόνα τῆς πανυμνήτου δεσποίνης θεοτόκου τῆς, Βλαχερνιτίσσης, ἥτις εἰώθει τοῖς πιστοῖς βασιλεῦσιν ἐν ἐν στρατείαις ὡς ἀπροσμάχητον ὅπλον συνεκστρατεύεσθαι, οὐκ εἰσῄει οἶκτος τῷ βασιλεῖ, ἀλλ' οὐδ' αἰδὼς τῆς ἐκ τοῦ θείου εἰκονίσματος ἀσυλίας· ὁρῶντος δ' αὐτοῦ καὶ πάντων, καὶ αὐτῆς τῆς εἰκόνος βασταζομένης, ἀπετμήθη τὴν ῥῖνα ὁ δείλαιος, κράξας μέγα καὶ στενάξας τὸ βύθιον. τότε δὴ τότε μεγάλην ἡμῖν ἔσεσθαι τὴν ἐκ τοῦ θείου νέμεσιν προωττευσάμην αὐτός. Ἀντεισαγαγὼν δὲ εἰς τὸ ἄστυ πλῆθος Ῥωμαϊκὸν καὶ στρατηγὸν ἐπιστήσας, ἐπανῆλθεν εἰς τὴν παρεμβολήν, παιάνοις καὶ εὐφημίαις καὶ νικητικοῖς ἐπιφωνήμασι σεμνυνόμενος. τῇ δ' ἐπαύριον μέλλοντος αὐτοῦ συνθήμασιν ἐγγράφοις καὶ δαπάνῃ τῶν ἔνδον κατοχυρῶσαι τὸ φρούριον καὶ αὐτίκα πρὸς τὸ Χλίατ ἀναδραμεῖν, φήμη τις ἐπεφοίτησε πολεμίους ποθὲν ἐπιτεθῆναι τοῖς εἰς τὴν λείαν ἐξιοῦσι στρατιωτῶν ὑπηρέταις προσαπαγγέλλουσα, καὶ διαταράττειν καὶ κατατρύχειν αὐτούς. φθανούσης δὲ τὴν ἑτέραν ἑτέρας, ᾠήθη ὁ βασιλεὺς 154 ἡγεμόνα τοῦ σουλτάνου τινὰ μετά τινος μερικῆς δυνάμεως ἐπιστῆναι καὶ διακλονεῖν τοὺς σποράδας τῆς Ῥωμαϊκῆς ὑπηρεσίας, καὶ ἀπέστειλεν ἐπὶ τῷ τούτους ἀποκρούσασθαι Νικηφόρον μάγιστρον τὸν Βρυέννιον μετὰ τῆς ἀρκούσης δυνάμεως· ὃς καὶ κατὰ μέτωπον στὰς ἀκροβολισμούς τινας καὶ ἱππομαχίας οὐκ ἀκριβεῖς (κατ' ὀλίγους γὰρ ἀλλήλοις συνέπιπτον) ἐποιεῖτο. ἐν δὲ τῇ ἀστάτῳ ταύτῃ περιφορᾷ, τῶν Τούρκων ἑκηβόλων ὄντων, πολλοὶ τῶν Ῥωμαίων ἐτραυματίσθησαν, ἔπεσον δὲ καὶ ἕτεροι (ῥωμαλεώτεροι γὰρ τῶν ἄλλων, ὧν πεῖραν ἐλάβομεν, Τούρκων καὶ θρασύτερον προσρηγνύμενοι καὶ ἀγχεμάχοις τοῖς ἐπερχομένοις ἀντικαθίστανται), ἕως ὁ δηλωθεὶς στρατηγὸς φόβῳ κατασεισθεὶς δύναμιν ἑτέραν παρὰ τοῦ βασιλέως ἐζήτησεν. ὁ δὲ καταγνοὺς αὐτοῦ δειλίαν (ἠγνόει γὰρ τὸ ἀληθὲς) προσέθετο μὲν οὐδέν, ἐκκλησίαν δὲ συστησάμενος ἐδημηγόρησε τὰ περὶ τοῦ πολέμου παρὰ τὸ εἰωθός, ἥψατο δὲ καὶ τραχυτέρων ῥημάτων. ἐν δὲ τῷ μέσῳ τὴν ἐπιφώνησιν ὁ