φωνῆς, οὐδὲ γὰρ τοῦτο ἀπαξιοῦται τῇ τέχνῃ, καὶ στροφῇ γλώττης εὐρύθμῳ, σὺ τάχα μόνον αὐτῷ πλησιάσειας, ὃς γε ἀργότερον μὲν ἢ τὸ θαλάσσιον κῆτος ἀνέχαινες, θέρους δὲ τὸ πνεῦμα κινήσας, χειμῶνος ἐποίεις τὴν προφοράν, ὥσπερ τινὰ μυλιαῖον λίθον βίᾳ τὴν γλώσσαν μετακινῶν, ἀνεῳγὸς δὲ πολλάκις τὸ στόμα ἐῶν, ὥσπερ τὰ ὄστρεια ταῖς ἡλιακαῖς ἀκτῖσι θαλπόμενα, καὶ εἴγε καρκῖνός τις ψηφίσι τὰς τῶν χειλέων συμβολὰς ἀπετείχιζε, μέχρι παντὸς ἂν ὤφθης χασμώμενος, καὶ τοῦτο μόνον τοῖς χερσαίοις θαλάττιος; Ἀλλ' ὁ νομοφύλαξ; οὐ παραβάλλων δέ σοι τοῦτον φημί-μὴ οὕτω φρενῶν ἐκσταίην-ᾧ καὶ τὸν βοῦν αἰσχυνοίμην, τῷ λόγῳ δὲ τὸ ἐνδέον ἐπισυνάπτων. Κατωνικῆς μὲν εὐτονίας οὐδὲν ἧττον ἰσχύει τῷ λέγειν, ῥητορικῇ δὲ εὐγλωττίᾳ πάντων μᾶλλον τῶν ἄλλων εὐδοκιμεῖ. ἀλλὰ μέχρι τοῦ σοφιστὴς εἶναι δοκεῖν προῆλθεν ἐν τοῖς μαθήμασι, καὶ τὴν μὲν γλῶσσαν ἐκάθηρε, τὸν δὲ νοῦν εἴασεν ἀβοήθητον. φιλοσοφία δὲ τοῦ νοῦ ἡ βοήθεια, ἧς τἆλλα μὲν εἰς ἄκρον ἐξεπαιδεύθη, ἀποδεικτικήν τέ φημι μέθοδον, καὶ φύσεως κατανόησιν, καὶ ὅσα κατὰ ταύτην κινεῖται, ἔτι δὲ μετεώρων κατάληψιν καὶ τῶν ὑπὲρ τὴν αἴσθησιν, τὴν διὰ νοῦ θεωρίαν, καὶ τἆλλα, ἵνα μὴ καθ' ἕκαστον λέγω οἷς ἐκείνη σεμνύνεται. τοῦτο δὲ μᾶλλον ταύτης τὸ μέρος θαυμάσας πρακτικὴν ἠγκαλίσατο, καὶ πρὸς τὸ ἦθος κέκτηται τὴν ἀναφοράν, καὶ κοσμεῖ τὸν ἐντὸς ἄνθρωπον τὸ νῦν συνάπτων ἀπὸ τῆς αἰσθήσεως. τοῦ δὲ μαθηματικοῦ ταύτης ἆρα μέχρις ἁφῆς, οὐχὶ δὲ τομῆς ἥψατο, ἵνα μαθηματικῶς καὶ αὐτὸς εἴποιμι περὶ τούτων τὸν λόγον ποιούμενος; οὐχὶ τὰ μὲν τῶν Εὐκλείδου κατέλαβε, τὰ δὲ ἐξεῦρε, τὰ δὲ ἀνεπλήρωσεν; εἰ δὲ μὴ αὐτὸς ταῦτα ἐπίστασαι, καινὸν οὐδέν, ὅς οὐδὲ γραμμὴν ὅ τί ἐστιν οἶδας, οὐδ' εἰ συνέστηκεν ἔκ τινων ἢ εἰς ἄπειρα τυγχάνει διαιρετή, πολλοῦ γε δέῃ ἑξαγώνου καὶ δεκαγώνου εἰδέναι πλευράν, καὶ ὡς ἰσοδυναμεῖ ταύταις τετραγωνιζομένη ἡ πεντάγωνος. ἀλλ' ἔγωγε οἶδα τοῦτον καὶ θεώρημα τῶν βαθυτέρων γραμμικῆς ἑρμηνεύσαντα, καὶ οἶδε τὸ ἑρμηνευθὲν Αἴγυπτος ᾗ παρεπέμφθη τὸ θεωρούμενον. ἢν δ' ὅπως τὰ ὅμοια τρίγωνα πρὸς ἄλληλα ἐν διπλασίονι λόγῳ ἐστὶ τῶν ὁμιλικίτων πλευρῶν τοῦ διπλασίονος, ἄλλον τρόπον ἢ ὃν λέγεται τὴν ἐξήγησιν ἔχοντος. Τῆς δὲ σῆς πολιτικῆς τέχνης τῶν νόμων, ἢ καὶ τὰ ἐπίγεια συνέχει καὶ τὰ οὐράνια, ὡς αὐτὸς οἶμαι, κομπάσειας, τῆς ἀλήπτου καὶ θείας, ἆρ' οὐχὶ μᾶλλον τῶν ἄλλων ἁψάμενος, εἰς τέλος ἀφίκετο, καὶ μᾶλλον αὐτὴν ἐκ τοῦ κατειλῆφθαι εἴ τίς ἐστιν ἔδειξεν, ἢ σὺ δὲ προσμαρτυρῶν ταύτῃ τὸ ἄληπτον; οὐ τῶν δικαστικῶν θρόνων δικαστικὸν ἐπλήρου ἀξίωμα, ἀντιπνέων ὑμῖν ἔστιν οὗ τοῖς δικάζουσι καὶ διερμηνεύων τῶν νόμων τὰ δύσφραστα, γράμμασί τε ἐγνωσμένα παραδιδούς, νόμιμον μὲν τὸν ἀποδεικνύμενον ἔχουσι, τὰ δὲ ἀποδεικνύμενα οἷα καὶ ἐξ οἵων συγκείμενα; οὐ πρὶν ἢ σὲ δύο ἢ τρία τῶν νόμων συνεῖραι κεφάλαια, τίτλους ὅλους οὗτος διὰ στόματος ἔφερεν, εὐφυῶς μὲν ἀπομνημονεύων, προσφυῶς δὲ ἑρμηνεύων, ὑπερφυῶς δὲ συμβιβάζων; ἀλλ' ὦ τί δ' ἂν εἴποιμί σε οὕτως ἔχοντα καὶ οὕτω μαινόμενον; οὐχὶ σὺ μὲν ὁ ἄριστα τοὺς νόμους εἰδὼς καὶ ἑρμηνεῦσαι τούτους δεινός, οὗ μᾶλλον ἔχρῃζε τὰ πολιτικὰ πράγματα, σὺν δικασταῖς ὁμοῦ σὺν ἄρχουσι καὶ βασιλεῦσι καταπεφρόνησο καὶ γῆς ἄχθος ἐλογίζου ἐτώσιον, ἀφορμὴ δὲ πᾶσιν ὑπέκεισο γέλωτος γελοιασταῖς καὶ μίμοις παιζόμενος, τὴν γένυν κνώμενος ἐπὶ πᾶσι, καὶ ταχὺ μὲν ἐπιλανθανόμενος, εἶτα καὶ ἐκπλήκτως σιγῶν ἐφ' ᾧ τὴν μνήμην ἀθροίσειας; οὗτος δὲ τἀναντία τούτων ὑπείληπτό τε καὶ ἕδρα, πρὸ τοῦ θρόνου τῶν θρόνων ἐπάξιος λογιζόμενος καὶ μετὰ τὸν θρόνον τοῦ προκαθέζεσθαι. ἁπτόμενος μὲν ὡς οὐκ ἄλλος τῶν πολιτικῶν ὑποθέσεων, τέμνων δὲ εἰς λεπτὰ καὶ διαιρῶν ἀκριβέστατα, νόμους τε πᾶσιν ἐπάγων οἰκείους προσφυεῖς. Ἀλλ' ὅτι ἐν ἀκμαίῳ τῷ σώματι καὶ πρὸ τῆς ἡλικίας ταῦτα κατώρθωσε, διὰ ταῦτά σοι καὶ νόμων καὶ τῶν ἄλλων