15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
δέχεται δὲ τὴν ταὐτότητα τῶν προσώπων οὐ δογματικῶς, ἀλλ' ὑποθετικῶς, ἵν' ἐντεῦθεν, ὡς ἄτοπόν τι συλλογισά μενος, ἀπελάσῃ μὲν τὸ ταὐτόν, εἰσαγάγῃ δὲ τὸ διάφορον, ἤ, ὡς αὐτός φησι, τὸ ἀνόμοιον. ἡμῶν γὰρ φασκόντων ταὐτὸν εἶναι τῷ πατρὶ τὸν υἱὸν κατ' οὐσίαν, ἀριθμῷ δὲ διεστηκέναι, πάνυ κακοήθως ἐπιλαμβάνεται, ὡς, εἰ ταὐτὸν ὁ υἱὸς τῷ πατρὶ κατ' οὐσίαν, πάντα ἕξει τὰ τοῦ πατρός· τοῦτο γὰρ αὐτῷ ἡ ταὐτότης βούλεται· εἰ δὲ πάντων κοινωνήσει τῷ πατρί, δηλονότι καὶ τῆς ἀγεννησίας, ἵνα κατὰ πάντα σωθῇ τῷ υἱῷ ἡ ταὐτότης, ἀγέννητος ἄρα ἔσται καὶ ὁ υἱός, εἴπερ καὶ ὁ πατήρ. Ἐγὼ δέ, πρὶν ἢ τὰς λύσεις ἐπαγαγεῖν τοῦ μεγάλου πατρός, αἷς δὴ μεγαλοφυῶς τῷ κακοδόξῳ ἐκεῖνος ἀνθυπαντᾷ, τοῦτο προσδιορίζομαι πρὸς ὑμᾶς, ὅτι διαλεκτικῶς οἰόμενος ἐρωτᾶν ὁ Ἀνόμοιος πολύ μοι δοκεῖ τῆς διαλεκτικῆς ἐπιστήμης ἀπέχειν· ἠπάτηται γὰρ τῷ ὀνόματι τῆς ταὐτότητος καὶ δοκεῖ τὰ ταὐτὰ πάντῃ εἶναι ταὐτά. ἔστι δὲ τὸ ταὐτόν, «ὡς ἐν τύπῳ εἰπεῖν, ἢ ἀριθμῷ ἢ εἴδει ἢ γένει», ἤ, ὡς ἐν ἄλλοις ὁ φιλόσοφος εἴρηκε, καὶ «ἀναλογίᾳ». ἀριθμῷ μὲν οὖν εἰσι ταὐτά, ὅσα δὴ περὶ ἓν ὑποκείμενον λέγεται, ὥς πού φαμεν τὰ πολυώνυμα· ξίφος γὰρ καὶ σπάθη καὶ φάσγανον ταὐτὰ τῷ ἀριθμῷ, ὅτι ἐν αὐτοῖς τὸ ὑποκείμενον πέφυκεν αὐτὸ ἑαυτῷ ἀδιάφορον καὶ μὴ ποικιλλόμενον τοῖς ὀνόμασιν· εἴδει δὲ ταὐτά, ὅσα ὑφ' ἓν μὲν εἶδος τάττεται, διίσταται δὲ ἀπ' ἀλλήλων τῷ ἀριθμῷ καὶ ταῖς ὑποστάσεσιν ἑαυτῶν τεμνόμενα κατὰ τὸ εἶδος οὐ διεστήκασιν. Aὖθις δὲ τὰ ἑτεροειδῆ ἀριθμῷ μὲν καὶ εἴδει τὴν πρὸς ἄλληλα εἰλήχασι διαφοράν, κοινὸς δὲ ἐπ' αὐτοῖς ὁ τοῦ γένους λόγος. εἰ δέ πού φαμεν ἐν ἀναλογίᾳ ταὐτότητα, τοιαύτη ἐστὶν ὡς ἐν παραδείγματι σῶμά πού φαμεν καὶ ψυχήν, εἶτα τινὰ μέρη σωμάτων καὶ μέρη ψυχῶν, τὰ μὲν μείζονα, τὰ δὲ ἐλάττονα. ὅταν οὖν ἀναλογίαν ἀμφοτέροις δείξω τοῖς μέρεσι, ταὐτότητα τρόπον τινὰ εἰσάγω· ἐπεὶ γὰρ κάλλιστον μὲν μέρος τοῦ σώματος ὁ ὀφθαλμός, ἐξαίρετον δὲ μέρος ὁ νοῦς τῆς ψυχῆς, ὅν φημι λόγον ἔχει ὁ ὀφθαλμὸς ἐν σώματι, τοῦτον νοῦς ἐν ψυχῇ. ὁρᾷς ὡς τἆλλα μὲν διάφορα, σῶμα καὶ ψυχή, καὶ ὀφθαλμὸς καὶ νοῦς, ἡ δὲ ταὐτότης κατὰ μόνην τὴν ἀναλογίαν εὑρίσκεται; ἐπεὶ τοίνυν τοσαυταχῶς τουτὶ τὸ ὄνομα λέγεται, οὐκ ὀφείλει τις ἐξακούειν τῆς ταὐτότητος κατὰ πᾶσαν ἀδιαφορίαν, εἴ γε λογικαῖς μεθόδοις ὡμιληκέναι βρενθύεται, ἀλλ' οὐδ' ἀπολύτως τιθέναι τὸ ταὐτόν, προστιθέναι δὲ ἢ τὸν ἀριθμὸν ἢ τὸ εἶδος ἢ τὸ γένος ἢ τὴν ἀναλογίαν. ὁ δ' Ἀνόμοιος, πρὸς τὴν τοσαύτην μύων τεχνολογίαν ἢ ἀμαθῶς ἔχων τῆς λογικῆς ἐντρεχείας, «εἰ ταὐτόν» φησίν «ὁ υἱὸς τῷ πατρὶ κατ' οὐσίαν, ἔσται» ἢ οὗτος ἀγέννητος, ἐπειδὴ κἀκεῖνος, ἢ καὶ ὁ πατὴρ γεννητός, ἐπειδὴ καὶ ὁ υἱός, ἵν' ᾖ ὁ μὲν πατὴρ ἀγεννητογέννητος, ὁ δὲ υἱὸς «γεννητοαγέννητος». Τὰ μὲν παρ' ἡμῶν ταυτί, ἀκούσωμεν δὲ καὶ τῆς θείας τοῦ πατρὸς σάλπιγγος. πρὸς γὰρ τὸν ἠρωτηκότα, «καλῶς», φησίν, «εἴπερ οὐσία θεοῦ τὸ ἀγέννητον»· τοῦτο δὲ ἀνοησίαν τῷ Ἀνομοίῳ προστρίβεται σὺ γάρ, φησίν, αὐτὸς κατὰ σαυτοῦ ψῆφον ἐξήνεγκας· ὅρα γὰρ ὅπως ἠρώτηκας. εἰ ταὐτὸν ὁ υἱὸς τῷ πατρὶ κατ' οὐσίαν, μέχρι τούτου καλῶς· εἶτα πῶς φῄς; εἰ οὕτως ἔχει, ἔσται ἀγέννητος; εἰ μὲν γὰρ οὐσία πατρὸς τὸ ἀγέννη τον, ταὐτὸν ὢν ὁ υἱὸς τῷ πατρὶ κατὰ τὴν οὐσίαν, ἔσται κἀκεῖνος ἀγέννη τος. εἰ δ' ἄλλο τι παρὰ τὴν οὐσίαν ἡ ἀγεννησία, πῶς ἄλλο ἠρωτηκώς, ἕτερον συνεπέρανας; εἰ μὲν γὰρ αὐτὸ τοῦτο ἦν ὁ πατὴρ κατὰ τὴν φύσιν, ἀγεννησία, τὰ δ' ἄλλα ἦν περὶ τὴν ἀγεννησίαν, εἰκός, ταὐτὸν ὄντα τὸν υἱὸν τῷ πατρὶ κατὰ τὴν οὐσίαν, ἀγεννησίαν εἶναι κἀκεῖνον· ἐπεὶ δὲ ἄλλο τι παρὰ τὴν ἀγεννησίαν ἡ τοῦ πατρὸς οὐσία, περὶ ἣν καὶ τὸ ἀγέννητον θεωρεῖται, κατὰ μὲν τὴν τοῦ πατρὸς οὐσίαν ταὐτὸν ὁ υἱός, κατὰ δὲ τὴν ἀγεννησίαν, ἐπειδὴ μὴ οὐσία, οὐ ταὐτόν. ἡ μὲν οὖν οὐσία πατρὶ καὶ υἱῷ ταὐτὴ καὶ ἀπαράλλακτος, αἱ διαφοραὶ δὲ τῶν περὶ τὴν