54
166 σπασε, καὶ ὡς δένδρον ἐξέκοψε πᾶσαν μου χρηστὴν ἐλπίδα. ὥσπερ δέ τις ἐχθρὸς ὀργῇ χρώμενος, οὕτω τὰ κατ' ἐμὲ διεσκεύασε. καλῶς δὲ εἶπε τὸ ὥσπερ· οὐ γὰρ ἐμπαθῶς οὐδὲ ὡς ἐχθρὸς ὁ θεὸς κολάζει. ταῦτα δὲ εἶπε καὶ τοὺς φίλους καὶ ἑαυτὸν πείθων, ὡς ὑπερέβαινε μέτρον ἀνθρωπίνων ἁμαρτημάτων ἡ τιμωρία· καὶ γὰρ ἀληθῶς οὐ δι' ἁμαρτίας, ἀλλὰ κατὰ γυμνασίαν ἔπασχεν ὁ δίκαιος. 19, 12 ὁμοθυμαδὸν δὲ αὐτοῦ ἦλθον τὰ πειρατήρια ἐπ' ἐμοί, ταῖς ὁδοῖς μου ἐκύκλωσάν με ἐγκάθετοι. ἐκ μεταφορᾶς τῶν πολεμίων τοῦτο εἶπεν, οἳ λόχους καὶ ἐνέδρας πανταχόθεν ἱστῶντες ἀθρόον πάντες ἐπέρχονται ἀπολαβόντες ἐν μέσῳ τὸν ἐνεδρευόμενον, ἵνα εἴπῃ ὅτι· πανταχόθεν με περιεστοίχισαν τὰ κακά. ἐγκάθετοι δέ εἰσιν οἱ δαίμονες οἱ δόλιοι καὶ ἐγκείμενοι τῷ κακῷ. ἠρέμα γὰρ καὶ συναισθάνεται ὁ δίκαιος τῶν κατὰ θεοῦ συγχώρησιν ἀοράτως αὐτῷ τὰς ἀλγηδόνας ἐπιφερόντων, εἰ καὶ τὴν αἰτίαν τῆς συγχωρήσεως ἀγνοεῖ. 19, 1315 ἀδελφοί μου ἀπ' ἐμοῦ ἀπέστησαν, ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ, φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν. οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου, καὶ οἱ ἰδόντες μου τὸ ὄνομα ἐπελάθοντό μου. γείτονες οἰκίας, θεράποντες θεράπαιναί τέ μου, ἀλλογενὴς ἐγενόμην ἐναντίον αὐτῶν. τοιαῦτα καὶ ὁ μέγας ∆αυὶδ ὀλοφυρόμενος ἔλεγεν· ἐπελῄσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας, ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός. 167 ἐγγυτάτους δὲ λέγει τοὺς γένει πλησιάζοντας. 19, 1618 θεράποντάς μου ἐκάλεσα καὶ οὐχ ὑπήκουσάν μου, στόμα δέ μου ἐδέετο. καὶ ἱκέτευον τὴν γυναῖκά μου, προσεκαλούμην δὲ κολακεύων υἱοὺς παλλακίδων μου, οἱ δὲ εἰς τὸν αἰῶνά με ἀπεποιήσαντο. καὶ τοῦτο τῶν σφόδρα ἀλγεινῶν τὸ ἐν νόσῳ κείμενον καλεῖν τὸν ὀφείλοντα ὑπηρετεῖσθαι καὶ μὴ ὑπακούεσθαι. δεῖ οὖν καὶ ἡμᾶς τῷ ὑποδείγματι τοῦ μεγάλου Ἰὼβ προσέχοντας μὴ ὀργίζεσθαι κατὰ τῶν ὑπηρετῶν, μήτ' ἂν γυνή, μήτ' ἂν οἰκέτης, μήτ' ἂν υἱὸς ᾖ ὁ παρακούων. οὐδὲν δὲ ἀπρεπές, εἰ παλλακίδας εἶχεν ὁ δίκαιος. καὶ γὰρ καὶ οἱ τούτου πρόγονοι, οἱ ἀμφὶ τὸν μέγαν Ἀβραάμ, παλλακίσιν ἐμίγνυντο διὰ τὴν τοῦ γένους αὔξησιν. ἐπιτήρησον δέ, ὡς οὐ μεγάλης ἀλγηδόνος ἔκρινεν ὁ διάβολος τὸ τοὺς ἐκ τῶν παλλακίδων ἀνελεῖν, ἀλλὰ τοὺς τῆς ἐλευθέρας· οἶδε γὰρ ὀφείλουσαν καὶ αὐτὴν τὴν φύσιν προτιμᾶν τοὺς τῆς ἐλευθέρας. τὸ δὲ εἰς τὸν αἰῶνά με ἀπεποιήσαντο ἀντὶ τοῦ παντελῶς, ὡς μηδὲ ὄντες ἐξ ἐμοῦ. 19, 18 ὅταν ἀναστῶ, καταλαλοῦσί μου. ἴσως καὶ αὐτοὶ λέγοντες· τὸν μιαρόν, τὸν ἐναγῆ, τὸν ἀκάθαρτον, τὸν διὰ πλῆθος ἁμαρτιῶν οὕτω τιμωρούμενον· ἢ καὶ οὐ τοῦτο μέν, τὸ δὲ τοῖς πολλοῖς ἐπὶ ταῖς μακραῖς νόσοις συμβαῖνον· μέχρι τίνος οὐ τελευτᾷ; τί βαρὺ φορτίον καὶ ἀχρεῖον κεῖται τῇ γῇ; τὸ δὲ ὅταν ἀναστῶ ὅταν αὐτῶν ἀποχωρισθῶ. ἢ καὶ τοῦτο λέ 168 γει ὅτι· ὅταν ἀναστῶ μετὰ τὴν νύκτα πρὸς ἑαυτοὺς λέγουσιν· οὔπω τέθνηκεν, ἔτι ζῇ ὁ ᾅδης οὗτος; 19, 19 ἐβδελύξαντο δέ με οἱ ἰδόντες με· οὓς δὲ ἠγαπήκειν, ἐπανέστησάν μοι. {κατ' ἐμοῦ} ὅμοιον ∆αυίδ· ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. 19, ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου, τὰ δὲ ὀστᾶ μου ἐν ὀδοῦσιν ἔχεται. ζῶντος γάρ, φησίν, ἐσάπησαν αἱ σάρκες μου καὶ τὰ ὀστᾶ μου ὥσπερ ὑπὸ ὀδόντων θηρίων τινῶν κατεσθίεται. 19, 21 ἐλεήσατέ με, ἐλεήσατέ με, ὦ φίλοι, παρακαλῶ· χεὶρ γὰρ κυρίου ἡ ἁψαμένη μού ἐστιν. εἰ καὶ μὴ ὡς δίκαια λέγοντα ἐπαισχύνεσθε, ἀλλ' ὡς φιλάνθρωποι κατελεήσατέ με καὶ οἶκτον λάβετε καὶ δέος εἰς τὰ ὑπὸ θεοῦ μοι συμβεβηκότα διευλαβούμενοι, μὴ τῶν ὁμοίων πειραθῆτε παρὰ θεοῦ. 19, 22 διὰ τί δέ με διώκετε ὥσπερ καὶ ὁ κύριος, ἀπὸ δὲ σαρκός μου οὐκ ἐμπίπλασθε; διὰ τί δὲ τῇ θείᾳ ὀργῇ συνεπιτίθεσθεοὐ πάντως κατὰ γνώμην θεοῦ τοῦτο ποιοῦντες· εἰ γὰρ καὶ αὐτὸς τιμωρεῖται, ἀλλ' ἡμᾶς φιλανθρώπους εἶναι βούλεταικαὶ ἀκορέστως τῇ τῶν λόγων βαρύτητι κέχρησθε κατ' ἐμοῦ; ἱκανοὶ γάρ εἰσιν οἱ ὀνειδιστικοὶ λόγοι καὶ σάρκας δαπανᾶν. 169 δείσωμεν οὖν καὶ ἡμεῖς τὰς λοιδορίας εἰδότες, ὅπως πλήττομεν δι' αὐτῶν τοὺς ἡμῶν ἀδελφούς. 19, 2325 τίς γὰρ ἂν δοίη γραφῆναι τὰ ῥήματά μου, τεθῆναι δὲ αὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα, ἐν γραφείῳ σιδηρῷ καὶ μολίβδῳ ἢ ἐν πέτραις ἐγγλυφῆναι; οἶδα γάρ, ὅτι