διὰ τὴν τροφὴν ἄλλας δὲ διὰ τὴν σκέπην. καὶ γὰρ κρεῖττον ἦν τοῖς μὴ μέλλουσι τὰ θεῖα ζητεῖν καὶ φιλοσοφεῖν τὸ ἀπορεῖν ὑπὲρ τοῦ τῇ συνέσει χρήσασθαι πρὸς εὕρεσιν τεχνῶν, ἤπερ ἐκ τοῦ εὐπορεῖν πάντη τῆς συνέσεως ἀμελεῖν. ἡ τῶν κατὰ τὸν βίον γοῦν χρειῶν ἀπορία συνέστησε τοῦτο μὲν γεωργικὴν, τοῦτο δὲ ἀμπελουργικὴν, τοῦτο δὲ τὰς περὶ τοὺς κήπους τέχνας, τοῦτο δὲ τεκτονικὴν καὶ χαλκευτικὴν, ποιη τικὰς ἐργαλείων ταῖς ὑπηρετουμέναις τέχναις τὰ πρὸς τροφήν· ἡ δὲ τῆς σκέπης ἀπορία τοῦτο μὲν ὑφαντικὴν τὴν μετὰ τὴν ξαντικὴν καὶ τὴν νηστικὴν εἰσήγαγε, τοῦτο δὲ οἰκοδομικήν· καὶ οὕτως ἀναβέβηκεν ἡ σύνεσις καὶ ἐπὶ ἀρχιτεκτονικήν. ἡ δὲ τῶν χρειῶν ἔνδεια πεποίηκε καὶ τὰ ἐν ἑτέροις τόποις γεννώμενα φέρεσθαι διὰ ναυτικῆς καὶ κυβερνητικῆς πρὸς τοὺς μὴ ἔχοντας ἐκεῖνα· ὥστε καὶ τούτων ἕνεκεν θαυμάσαι τις ἂν τὴν πρόνοιαν, συμφερόντως παρὰ τὰ ἄλογα ζῶα ἐνδεὲς ποιήσασαν τὸ λογικόν. τὰ μὲν γὰρ ἄλογα ἑτοίμην ἔχει τὴν τροφὴν, ἅτε οὐδ' ἀφορμὴν πρὸς τέχνας ἔχοντα· καὶ φυσικὴν δ' ἔχει τὴν σκέπην, τετρίχωται γὰρ ἢ ἐπτέρωται ἢ πεφολίδωται ἢ ὀστράκωται. 20.5 Ἑξῆς δὲ τούτοις ἑαυτῷ ἀνθυποφέρει τὰ ὡς ὑπὲρ ἀνθρώπων λεγόμενα, ὅτι δι' αὐτοὺς τὰ ἄλογα ζῶα δεδημιούρ γηται, καί φησιν ὅτι «Εἴ τις ἡμᾶς λέγοι ἄρχοντας τῶν ζώων, ἐπεὶ ἡμεῖς τὰ ἄλλα ζῶα θηρῶμέν τε καὶ δαινύμεθα, φήσομεν ὅτι τί δ' οὐχὶ μᾶλλον ἡμεῖς δι' ἐκεῖνα γεγόναμεν, ἐπεὶ ἐκεῖνα θηρᾶται ἡμᾶς καὶ ἐσθίει; ἀλλὰ καὶ ἡμῖν μὲν ἀρκύων καὶ ὅπλων δεῖ, καὶ ἀνθρώπων πλειόνων βοηθῶν καὶ κυνῶν κατὰ τῶν θηρευομένων· ἐκείνοις δ' αὐτίκα καὶ καθ' αὑτὰ ἡ φύσις ὅπλα δέδωκεν, εὐχερῶς ἡμᾶς ὑπάγουσα ἐκείνοις.» καὶ ἐνταῦθα δὲ ὁρᾷς τίνα τρόπον ἡ σύνεσις μέγα βοήθημα ἡμῖν δέδοται καὶ παντὸς ὅπλου κρεῖττον, οὗ δοκεῖ ἔχειν τὰ θηρία. ἡμεῖς γοῦν οἱ πολλῷ τῷ σώματι τῶν ζώων ἀσθενέστεροι, τινῶν δὲ καὶ εἰς ὑπερβολὴν βραχύτεροι, κρατοῦμεν διὰ τὴν σύνεσιν τῶν θηρίων, καὶ τοὺς τηλικούτους ἐλέφαντας θηρεύομεν· τὰ μὲν πεφυκότα τιθασσεύεσθαι ὑποτάσσοντες τῇ ἡμετέρᾳ ἡμερότητι· κατὰ δὲ τῶν μὴ πεφυκότων, ἢ μὴ δοκούντων ἡμῖν χρείαν παρέχειν ἐκ τῆς τιθασσείας, οὕτω μετὰ τῆς ἡμετέρας ἱστάμεθα ἀσφαλείας, ὥστε, ὅτε μὲν βουλόμεθα, ἔχομεν τὰ τηλικαῦτα θηρία κατακεκλεισμένα· ὅτε δὲ χρῄζομεν τροφῆς τῆς ἀπὸ τῶν σωμάτων αὐτῶν, οὕτως αὐτὰ ἀναιροῦμεν ὡς καὶ τὰ μὴ ἄγρια τῶν ζώων. δοῦλα οὖν πάντα τοῦ λογικοῦ ζώου καὶ τῆς φυσικῆς αὐτοῦ συνέσεως κατεσκεύασεν ὁ δημιουργός. καὶ εἰς ἄλλα μὲν κυνῶν χρῄζομεν, φέρ' εἰπεῖν, εἰς φυλακὴν ποιμνίων ἢ βου κολίων ἢ αἰπολίων ἢ οἰκιῶν· εἰς ἄλλα δὲ βοῶν, οἷον εἰς γεωργίαν· εἰς ἄλλα δ' ὑποζυγίοις χρώμεθα ἢ ἀχθοφόροις. οὕτως εἰς γυμνάσιον τῶν τῆς ἀνδρείας ἐν ἡμῖν σπερμάτων δεδόσθαι ἡμῖν λέγεται τὸ λεόντων καὶ ἄρκτων, παρδάλεών τε καὶ συῶν, καὶ τὸ τῶν τοιούτων γένος. 20.6 Εἶτα λέγει πρὸς τὸ τῶν αἰσθανομένων τῆς ἑαυτῶν ὑπεροχῆς ἀνθρώπων γένος, ἣν ὑπερέχει τῶν ἀλόγων ζώων, ὅτι «Πρὸς ὃ ὑμεῖς φατὲ, ὡς ὁ θεὸς ἡμῖν δέδωκεν αἱρεῖν τὰ θηρία δύνασθαι καὶ καταχρήσασθαι, ἐροῦμεν ὅτι, ὡς εἰκὸς, πρὶν πόλεις εἶναι καὶ τέχνας καὶ τοιαύτας ἐπιμιξίας καὶ ὅπλα καὶ δίκτυα, ἄνθρωποι μὲν ὑπὸ θηρίων ἡρπάζοντο καὶ ἠσθίοντο, θηρία δ' ὑπ' ἀνθρώπων ἥκιστα ἡλίσκετο.» ὅρα δὲ πρὸς ταῦτα ὅτι εἰ καὶ αἱροῦσιν ἄνθρωποι θηρία καὶ θηρία ἀνθρώπους ἁρπάζει, πολλή ἐστι διαφορὰ τῶν συνέσει κρατούντων παρὰ τὰ ἀγριότητι καὶ ὠμότητι περιγινόμενα τῶν οὐ χρωμένων τῇ συνέσει πρὸς τὸ μηδὲν ὑπὸ θηρίων παθεῖν. τὸ δέ· «πρὶν πόλεις εἶναι καὶ τέχνας καὶ τοιαύτας ἐπιμιξίας·» ἐπιλελησμένου οἶμαι εἶναι ὧν ἀνωτέρω προεῖπεν, ὡς «ἀγενήτου ὄντος τοῦ κόσμου καὶ ἀφθάρτου, καὶ μόνων τῶν ἐπὶ γῆς κατακλυσμοὺς καὶ ἐκ πυρώσεις πασχόντων, καὶ οὐ πάντων ἅμα τούτοις περιπιπ τόντων.» ὡς οὐκ ἔστιν οὖν τοῖς ἀγένητον ὑφισταμένοις τὸν κόσμον ἀρχὴν αὐτοῦ εἰπεῖν, οὕτως οὐδὲ χρόνον ὅτ' οὐδαμῶς ἦσαν πόλεις οὐδὲ τέχναι πω εὕρηντο. ἀλλ' ἔστω καὶ ταῦτα ἡμῖν μὲν συνᾳδόντως αὐτῷ συγχωρεῖν, αὐτῷ δὲ καὶ τοῖς ἀνωτέρω ὑπ' αὐτοῦ λελεγμένοις οὐκέτι· τί οὖν τοῦτο πρὸς τὸ πάντως κατ' ἀρχὰς τοὺς μὲν ἀνθρώπους ὑπὸ θηρίων ἁρπάζεσθαι καὶ ἐσθίεσθαι, μηκέτι δὲ τὰ θηρία ὑπ' ἀνθρώ