54
μὴ ἐφόδιον ἀγνοίας ἡ ἁπλό της γενομένη, πολλὴν τὴν βλάβην ἐργάσηται· εἶτα τῶν εἰρημένων ὁδῶν τὴν φύσιν ὑποδείκνυσι. ιʹ. "Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια, τοῖς ἐκζητοῦσιν τὴν διαθήκην αὐτοῦ, καὶ τὰ μαρτύρια αὐ τοῦ." Οἱ γὰρ διηνεκῶς τοῖς ἱεροῖς ἐντρεφό μενοι Λόγοις μανθάνουσιν ἀκριβῶς δι' ἐκείνων, ὡς πᾶσαι αἱ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν οἰκονομίαι ἐλέῳ καὶ ἀληθείᾳ συγκέκρανται· τοῖς μὲν γὰρ με ταμελομένοις ἐφ' οἷς ἐπλημμέλησαν, τὸν ἔλεον καὶ τὴν συγγνώμην ὀρέγει· τοὺς δὲ ἀηττήτους τῆς ἀρε τῆς ἀθλητὰς ἀνακηρύττει καὶ στεφανοῖ, σὺν ἀληθείᾳ τὴν ψῆφον ἐκφέρων· καὶ μέντοι καὶ τοῖς παρανο μίᾳ συνεζηκόσι, καὶ μὴ μεταμελείᾳ χρησαμένοις, κατὰ τοὺς τῆς ἀληθείας ὅρους ἐπιφέρει τὰς τιμω ρίας. ιαʹ. "Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε· καὶ ἱλά σθητι τῇ ἁμαρτίᾳ μου· πολλὴ γάρ ἐστιν." Ἐγὼ τοίνυν, φησὶν, ἵλεών σε γενέσθαι ταῖς ἐμαῖς ἁμαρ τίαις παρακαλῶ, οὐ διὰ τὴν σπουδαίαν μου μετα μέλειαν, ἀλλὰ δι' ἣν ἔχεις φιλανθρωπίας προσηγο ρίαν, καὶ ἐπειδὴ τοῦ σοῦ ὀνόματος τὰς ἐμὰς ἐλπίδας ἐξήρτησα. ιβʹ, ιγʹ. "Τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύ ριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ ᾗ ᾑρετίσατο. Ἡ ψυ χὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν." Ἐντεῦθεν εἰσηγεῖται, καὶ τὴν ὀνησιφόρον προσφέρει παραίνεσιν, καὶ τοῖς τὸν Κύριον φοβουμένοις τὴν παντοδαπὴν ἐπαγγέλ λεται πρόνοιαν. Καὶ ἐπειδὴ πολλοὶ καὶ διάφοροι τῆς εὐσεβείας οἱ βίοι, μοναδικοὶ καὶ κοινωνικοὶ, ἐρη μικοὶ καὶ πολιτικοὶ, ἰδιωτικοὶ καὶ στρατιωτικοὶ, βασιλικοὶ καὶ ἀποχειροβιωτικοὶ, ναυτικοὶ καὶ γεωρ γικοὶ, καὶ οἱ ἄλλοι πολλοὶ καὶ διάφοροι· ἐν ἑκάστῳ δὲ βίῳ δυνατὸν ἀρέσαι Θεῷ εἰκότως ὁ προφητικὸς ἔφη λόγος· "Τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ ᾗ ᾑρετίσατο." Ἀντὶ τοῦ, ἐν ἐκείνῳ τῷ βίῳ, ὃν βιοτεύειν ἐκεῖνος προαιρεῖται, τοὺς προσφυεῖς αὐτῷ καὶ ἁρμόζον τας θήσει νόμους. Οὕτως ὁ θεῖος Ἰωάννης ὁ 80.1041 Βαπτιστὴς τελώναις μὲν ἐρομένοις τί δεῖ πρᾶξαι, παρῄνεσε μηδὲν πλέον τοῦ διατεταγμένου λα βεῖν." Στρατιώταις δὲ, τὸ μηδένα διασεῖσαι, ἀλλ' ἀρκεῖσθαι τοῖς ὀψωνίοις, τουτέστι τῇ ἀφωρισμένῃ τροφῇ· οὕτως ὁ θεῖος Ἀπόστολος, καὶ οἰκέταις καὶ δεσπόταις, καὶ παισὶ καὶ πατράσι, καὶ γυ ναιξὶ καὶ ἀνδράσι, καταλλήλους τέθεικε νόμους. Τοῖς τούτους τοίνυν πεπληρωκόσι τοὺς νόμους, ὁ προ φητικὸς ὑπέσχετο λόγος τὴν ἐν ἀγαθοῖς τῆς ψυχῆς διατριβὴν, καὶ τὴν τοῦ σπέρματος εὐλογίαν· "Ἡ ψυχὴ γὰρ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν." Ἐπειδὴ γὰρ ἡ παιδοποιία περισπούδαστός ἐστιν Ἰουδαίοις, καὶ τὸ κληρονόμους καταλιπεῖν, καὶ μέντοι καὶ νῦν τοῖς τὸν κοινωνικὸν βίον ἀσπαζομένοις τοῦτο αὐτὸ ἀξι έραστον· καὶ ἀπὸ τούτων ἐπὶ τὴν ἐργασίαν ἰέναι προτρέπει τῆς ἀρετῆς. ιδʹ. "Κραταίωμα Κύριος τοῖς φοβουμένοις αὐ τὸν, καὶ ἡ διαθήκη αὐτοῦ δηλώσει αὐτοῖς." Τοῦ το σαφέστερον ὁ Σύμμαχος καὶ Θεοδοτίων ἡρμή νευσαν· Μυστήριον Κυρίου τοῖς φοβουμένοις αὐτὸν, καὶ τὴν συνθήκην αὐτοῦ δηλώσει αὐτοῖς. Αὐτοῦ δὲ ἔστιν ἀκοῦσαι τοῦ ∆εσπότου διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· "Τὰ μυστήριά μου ἐμοὶ, καὶ τοῖς ἐμοῖς." Ταῦτα γὰρ οὐχ ἁπλῶς ἅπασιν, ἀλλὰ τοῖς φοβουμένοις ἀποκαλύπτει, καὶ τῶν θείων αὐτοῦ λογίων ὑποδείκνυσι τὸν σκοπόν. Καὶ μέντοι κατὰ τοὺς Ἑβδομήκοντα, κραταίωμα Κύριός ἐστι τοῖς φοβουμένοις αὐτόν· ἀηττήτους αὐτοὺς ἀπο φαίνων καὶ κρείττους τῶν πολεμίων. ιεʹ. "Οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύ ριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου." Ὀφθαλμοὺς πάλιν ἐνταῦθα τοὺς τῆς διανοίας λέγει, οὓς ἔφη ἔχειν πρὸς τὸν Θεόν· ἅτε δὴ γινώσκων σαφῶς, ὡς διὰ τῆς αὐτοῦ κηδεμονίας τὰς ὑπὸ τῶν ἐχθρῶν κατεσκευασμένας ἐπιβουλὰς διαφεύξε ται. ιʹ. "Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ." Τὸ μονογενὴς, μόνος ἡρμήνευσαν οἱ λοιποί· λέγει δὲ, ὅτι Πάσης βοηθείας γεγύμνωμαι· διὸ δὴ τῆς σῆς τυχεῖν ἀν τιλήψεως ἱκετεύω. Ἄγαν δὲ ἐλεεινῶς τό· "Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με," τέθεικε· Βλέπε μου, φησὶ, τὴν ἐρημίαν, καὶ τὴν τῶν ἐχθρῶν πο λιορκίαν. Πάντως γὰρ