54
κοινωνοῦντας μεγάλῃ καὶ πολλῇ τῇ φωνῇ ἀπεφήνατο. καὶ ἐὰν ἡ σὴ στερρότης οὐκ ἀσφαλίσηται, τίς λοιπὸν σωθήσεται; καὶ ἐὰν ὁ παρρησιασάμενος δυνάμει θεοῦ ὡς ἅγιος πλὴν τελείας αἱρέσεως ἄρτι μετὰ τὴν αἵρεσιν ὑποστείληται, πῶς ἕτερος τολμήσει γρύξαι; καὶ ἐὰν τὸ μοναδικὸν τάγμα οὐχ ἡγήσηται πάντα σκύβαλα, μοναστήρια λέγω καὶ πάντα τὰ περὶ αὐτά, πῶς λαϊκὸς καταφρονήσει γυναικός, τέκνων καὶ τῶν ἄλλων; ∆ιὸ ὑπομιμνήσκω ὡς ἐλάχιστος ἀδελφὸς καὶ τέκνον μὴ σιγήσωμεν, ἵνα μὴ κραυγὴ Σοδόμων γενώμεθα, μὴ φεισώμεθα τῶν κάτω, ἵνα μὴ ἀπολέσωμεν τὰ ἄνω, μὴ θῶμεν σκάνδαλον τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, ἥτις ἐστὶ καὶ ἐν τρισὶν ὀρθοδόξοις ὁριζομένη κατὰ τοὺς ἁγίους, ἵνα μὴ τῇ ἀποφάσει τοῦ Κυρίου καταδικασθῶμεν. καὶ οὐ δι' ἑαυτὸν ταῦτά φημι ὁ τάλας (ἐμοὶ γάρ, εἰ καὶ τολμηρὸν εἰπεῖν, καὶ τὸ ἀποθανεῖν ὑπὲρ τῆς ἀληθείας κέρδος καὶ χαρὰ καὶ ζωή, εἴ γε δυναμωθείην ταῖς ἱεραῖς προσευχαῖς ὑμῶν), ἀλλὰ διὰ τὴν ἐν ἡμῖν ἀγάπην ἀρχαίαν καὶ πνευματικὴν καὶ τὸ κοινῆ συμφέρον· εἰ γὰρ ὁ υἱὸς τοῦ θεοῦ, ὁ κύριος καὶ δεσπότης ἁπάντων, ἑαυτὸν ἀνήνεγκεν ὑπὲρ πάντων τῷ θεῷ καὶ πατρὶ θυσίαν, τί ὀφείλομεν ἡμεῖς καὶ πόσον οὐ χρεωστοῦμεν δι' αὐτὸν παθεῖν καὶ ὑπομεῖναι, καί γε οἱ μονάζοντες καὶ τῇ ἀποταγῇ σταυρωθέντες, οἵ γε ἀληθῶς καὶ οὐκ ἀνονήτως ἀποταξάμενοι; ἐπεὶ μὴ ἀπὸ τοῦ ἔξωθεν σχήματος μόνον ἔστι κρίνειν τὰ πράγματα (πολλοὶ γὰρ οἱ προσωπεῖα ὑποδυόμενοι καὶ οὐκ ὄντες ὅπερ φαίνονται), ἀλλ' ἐκ τῶν ἔργων δῆλον ὅτι τὰ σχήματα. εἰ οὖν μοναχοί εἰσί τινες ἐν τοῖς νῦν καιροῖς, δειξάτωσαν ἐπὶ τῶν ἔργων· ἔργον δὲ μοναχοῦ μηδὲ τὸ τυχὸν ἀνέχεσθαι καινοτομεῖσθαι τὸ εὐαγγέλιον, ἵνα μὴ ὑπόδειγμα τοῖς λαϊκοῖς προτιθέμενοι αἱρέσεως καὶ αἱρετικῆς συγκοινωνίας τῆς ὑπὲρ αὐτῶν ἀπωλείας λόγον ὑφέξουσι. Πολύ με ληρολογῆσαι τὴν ὑπόθεσιν ἡ ἄκρα ταπεινοφροσύνη τῆς ἁγιωσύνης σου ὡς δεχομένη πεποίηκε. σὺ δέ, ὦ πάτερ, εὔχου καὶ ὑπερεύχου ὑπὲρ σαθροῦ καὶ ἁμαρτωλοῦ ἀλλ' οὖν ἐραστοῦ σου ὅτι μάλιστα. ὁ συμφρουρούμενός μοι ὡσαύτως καὶ προσαγορεύει καὶ δέεταί σου τῶν ἱκεσιῶν. 40 {1Ναυκρατίῳ τέκνῳ}1 Πάλιν ἑτέρα σοι φυλακή, τέκνον ἠγαπημένον, ἀλλὰ καὶ πάλιν στήλη μὲν τῶν δυσωνύμων αἱρετικῶν, σοὶ δὲ προσθήκη ἄθλων τε καὶ ἐπαίνων οὐρανίων. διὰ τοῦτο ὑπὲρ μὲν ἐκείνων τὸ στένειν μοι καὶ δακρύειν, ὑπὲρ δὲ σοῦ τὸ χαίρειν καὶ εὐχαριστεῖν. ἢ οὐχὶ δοκιμώτερον ἔστι σε γίγνεσθαι τῇ μεταφρουρήσει, καθάπερ χρυσὸν διπυρούμενον ὑπὸ χωνείας; εὐριζωθείης οὖν, ὦ ἱερὲ παῖ, καὶ ὀφθείης τῷ δεσπότῃ Κυρίῳ ἐν πᾶσι καθαρὸς καὶ ἀκίβδηλος, σκεῦος ὄντως εὔχρηστον, κατηρτισμένος πρὸς πᾶν ἔργον ἀγαθόν. φέρε οὖν μακροθυμίᾳ τὸ ἄηθες τοῦ δευτέρου φύλακός σου (οὐ γὰρ ἡγουμένου οὐδὲ ἱερέως λέγοιμι· οὐδεὶς γὰρ θεοῦ λειτουργὸς καί γε μοναστὴς στρατιωτικοῖς ἔργοις ὑπουργήσειεν, ἀλλὰ μὴν οὐδὲ τῷ οὕτω ὑπουργοῦντι κοινωνήσειε), πλὴν δήλωσόν μοι ὅπως σε κρατεῖ· δοκῶ γὰρ διαφορώτερον εἶναι τοῦ προτέρου. ἀλλ' εἴ γε οὕτως ἢ ἑτέρως, σὺ δὲ ὅμως, τέκνον μου, στῆθι γενναίως, εὐμαρίζων τὰ λυπηρὰ τῇ τῶν ἐλπίδων περιχαρείᾳ καὶ κατακτώμενος ἑαυτῷ τὴν μόνωσιν ἀπαθείας εὕρεσιν διὰ τῆς ἐπὶ μόνον τὸν ὁρῶντά σε θεὸν ἀποβλέψεώς τε καὶ σχέσεως, σκυβαλίζων καὶ λικμίζων τοὺς ἐπεισαγομένους ἀχυρώδεις λογισμοὺς παρὰ τοῦ τῶν ζιζανίων σπορέως ἑκάστοτε. Ἃ δὲ ἐπεζήτησας ἀποκριθῆναί με περί τε τῶν αἱρέσεων καὶ βαπτισμάτων κατ' ἔπος, ἐπιστολῆς ὑπερβαίνει μέτρον· καὶ πάλιν περιττολογεῖν ἐστι ταῦτα ἀφηγεῖσθαι, ἃ ὁ θεοφόρος Ἐπιφάνιος ἐξεῦρε καὶ διέγραψεν ὡς οὐδεὶς τῶν πατέρων. ἔντυχε οὖν τῇ περὶ αὐτῶν ἱερᾷ αὐτοῦ βίβλῳ, κἀκεῖσε διαγνώσειας ἃ μαθεῖν ἐφίεσαι. παράσχοι δὲ αὐτὴν ἐν χερσί σου ὁ καλὸς Εὐπρεπιανός. Τὸ δὲ τῶν βαπτιζομένων συντομώτερον ἀποκριθήσομαι. τριχῇ διῄρηται τὸ θεώρημα. βαπτίζονται μὲν γὰρ Μαρκιωνισταί, Τασκορδιουργοί, Μανιχαῖοι καὶ οἱ σύστοιχοι αὐτῶν ὁμοῦ ἕως τῶν Μελχισεδεκιτῶν, αἱρέσεις εἰκοσιπέντε· χρίονται δὲ τῷ ἁγίῳ