1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

54

ἐν Χαλκηδόνι ὁρισθεῖσιν ἀρέσκοιντο, καὶ περὶ τῆς τοῦ Ἐλούρου χειροτονίας τί λέγοιεν; ἐν οἷς καὶ τῷ ἁγίῳ Συμεῶνι τῷ Στυλίτῃ καὶ Βαραδάτῳ μοναχῷ καὶ Ἰακώβῳ θαυματουργῷ, διαμαρτυρόμενος ὡς τῷ θεῷ τῶν ὅλων παρέχειν μέλλοντας τὴν κρίσιν τῶν ἀμφισβητουμένων ποιήσασθαι. οἱ δὲ παμψηφεὶ ὁμοφρόνως 112 κυροῦσι μὲν τὴν ἐν Χαλκηδόνι σύνοδον ἁγίαν εἶναι, καὶ τὸν ὑπ' αὐτῆς ἐκτεθέντα ὅρον ἀποδέχονται, Τιμοθέου δὲ συμφώνως καταψηφίζονται ὡς φονέως καὶ αἱρετικοῦ. ἐσπούδασε δὲ καὶ Γεννάδιος πρὸς τὸν βασιλέα ἐκδικῆσαι τὰ τολμηθέντα. ἀντεπράττετο δὲ αὐτῷ Ἄσπαρ ὁ Ἀρειανός. ὁ δὲ εὐσεβὴς βασιλεὺς τὸν μὲν Ἐλοῦρον ἐξώρισεν εἰς Γάγγραν, ἔνθα ποτὲ καὶ ∆ιόσκορος, ὁ τούτου διδάσκαλος. ὁ αὐτὸς δὲ κἀκεῖ ἤρξατο παρασυναγωγὰς ποιεῖν καὶ ταραχάς, ἃς μαθὼν ὁ βασιλεὺς μετεξώρισεν αὐτὸν ἐν Χερσῶνι. Τιμόθεος δὲ ἄλλος, ὁ ἐπίκλην Λευκός, ὁ καὶ Σαλοφακίαλος, ὀρθόδοξος καὶ ἀγαθὸς ἀνήρ, ὑπὸ πάντων φιλούμενος ἐχειροτονήθη ἀντ' αὐτοῦ ἐπίσκοπος Ἀλεξανδρείας. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ὁ Λευκὸς ἔτη ιεʹ. δʹ. θʹ. ιθʹ. γʹ. κγʹ. αʹ. ϛʹ. Τούτῳ τῷ ἔτει Ἰουβενάλιος, ὁ ἁγιώτατος ἐπίσκοπος Ἱεροσολύμων,ἐτελεύτησεν, καὶ ἀντ' αὐτοῦ ἐχειροτονήθη Ἀναστάσιος. καὶ τῷ αὐτῷ χρόνῳ ἐκοιμήθη καὶ Συμεὼν ὁ μέγας Στυλίτης, ὁ τῆς μάνδρας, πρῶτος καταδείξας τὴν τοιαύτην ἀρετὴν καὶ σημειοφόρος γενόμενος. εʹ. ιʹ. κʹ. δʹ. κδʹ. βʹ. ζʹ. Τούτῳ τῷ ἔτει ἐμπρησμὸς μέγας γέγονεν ἐν Κωνσταντινουπόλει τῇ δευτέρᾳ τοῦ Σεπτεμβρίου μηνός, ἰνδικτιῶνος ιεʹ, ἀρξάμενος ἀπὸ τοῦ νεωρίου καὶ φθάσας ἕως τοῦ ναοῦ τοῦ ἁγίου Θωμᾶ τῶν Ἀμαντίου. Μαρκιανὸς δὲ οἰκονόμος ἀνελθὼν εἰς τοὺς κεράμους τῆς ἁγίας Ἀναστασίας, κατέχων τὸ εὐαγγέλιον εὐχαῖς καὶ δάκρυσιν ἀβλαβῆ τὸν οἶκον διεφύλαξεν. ϛʹ. ιαʹ. καʹ. εʹ. κεʹ. γʹ. ηʹ. Τούτῳ τῷ ἔτει ἐσφάγη Μαϊορῖνος εἰς Ταρτίωνα ὑπὸ Ῥεμικίου πατρικίου, καὶ ἐπήρθη εἰς βασιλέα Σευῆρος καὶ Σερπέντιος νώναις Ἰουλίαις. Τῷ δ' αὐτῷ ἔτει ζωγράφου τινὸς τὸν σωτῆρα γράψαι τολμήσαντος καθ' ὁμοιότητα τοῦ ∆ιὸς ἐξηράνθη ἡ χείρ· ὃν ἐξαγορεύσαντα δι' εὐχῆς ἰάσατο Γεννάδιος. φασὶ δέ τινες τῶν ἱστορικῶν, ὅτι τὸ οὖλον καὶ ὀλιγότριχον σχῆμα ἐπὶ τοῦ σωτῆρος οἰκειότερόν ἐστιν. τοῦ δὲ Γενναδίου τῇ νυκτὶ εὐχομένου ἐντὸς τοῦ θυσιαστηρίου, ἰδεῖν λέγεται φάντασμα δαιμονίου, ᾧ καὶ ἐπιτιμήσας ἤκουσεν αὐτοῦ κράζοντος, ὡς αὐτοῦ μὲν ζῶντος ἐνδίδωσιν, μετὰ δὲ θάνατον αὐτοῦ 113 κρατήσει πάντως τῆς ἐκκλησίας· ὅπερ δείσας Γεννάδιος πολλὰ ὑπὲρ τούτου τὸν θεὸν ἐδυσώπει. Τῷ δ' αὐτῷ ἔτει καὶ Στούδιος τὸν ναὸν ἔκτισε τοῦ Προδρόμου καὶ μοναχοὺς ἐκ τῆς μονῆς τῶν Ἀκοιμήτων ἐν αὐτῷ κατέστησεν. καὶ Γρατίσιμος πραιπόσιτος τὸν ναὸν τοῦ ἁγίου Κυριακοῦ ἔξω τῆς Χρυσῆς πόρτης ἔκτισε καὶ ἀπετάξατο ἐν αὐτῷ. Κόσμου ἔτη εϠνϛʹ. Τῆς θείας σαρκώσεως ἔτη υνϛʹ. Ῥωμαίων βασιλεὺς Λέων ἔτη ιζʹ. ζʹ. Περσῶν βασιλεὺς Περόζης ἔτη κδʹ. ιβʹ. Ῥώμης ἐπίσκοπος Ἱλαρίων ἔτη ϛʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Γεννάδιος ἔτη ιγʹ. ϛʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ. κϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιεʹ. δʹ. Ἀντιοχείας ἐπίσκοπος Μαρτύριος ἔτη ιγʹ. θʹ. Τούτῳ τῷ ἔτει Λέων ὁ βασιλεὺς Ζήνωνα τὸν γαμβρὸν στρατηγὸν τῆς ἑῴας πάσης πεποίηκε καὶ Βασιλίσκον, τὸν ἀδελφὸν Βερίνης τῆς αὐγούστης, στρατηγὸν τῆς Θρᾴκης. Ζήνων δὲ ἐλθὼν εἰς Ἀντιόχειαν εὗρεν ἐπίσκοπον ἐν αὐτῇ τὸν ἱερὸν Μαρτύριον. Πέτρος δὲ ὁ Κναφεὺς ἠκολούθει τῷ Ζήνωνι πρεσβύτερος ὢν τοῦ ἐν Χαλκηδόνι ναοῦ Βάσσης τῆς μάρτυρος· ὃς καὶ πείσας Ζήνωνα συνεργῆσαι αὐτῷ μισθοῦται τῶν Ἀπολιναρίου τινὰς ὁμοδόξων καὶ θορύβους μυρίους ἐγείρει κατὰ τῆς πίστεως καὶ Μαρτυρίου τοῦ ἐπισκόπου. καὶ ἀναθεματίζει τοὺς μὴ λέγοντας τὸν θεὸν σταυρωθῆναι, καὶ σχίσας τὸν λαὸν Ἀντιοχείας προστίθησιν ἐν τῷ τρισαγίῳ ὕμνῳ τό· "ὁ σταυρωθεὶς δι' ἡμᾶς." ὅπερ ἕως σήμερον ἔκτοτε καιροῦ παρὰ τοῖς Θεοπασχίταις ἐκράτησε λέγεσθαι. Μαρτύριος δὲ πρὸς Λέοντα τὸν βασιλέα παρεγένετο, καὶ