55
ἐπαμύνειν χρεὼν πόρρω που κατὰ τὴν Ἰβηρίαν ἔτι μελλόντων καὶ ἀνειμένως πορευομένων, τῶν δὲ τιμωρησομένων τήν τε χώραν ἅπασαν κατεχόντων καὶ ταῖς ἡμετέ ραις πόλεσιν ἐνοικούντων;
13. «Καίτοι φησὶν αὐτοὺς ὁ γενναῖος οὑτοσὶ μηδὲ τὴν ὁρμὴν ἡμῶν ὑποστήσεσθαι, παραδείγματι χρώμενος τοῖς ἔναγχος ξυμβεβηκόσιν. καὶ τίς ἀγνοήσειεν ἄν, ὡς τὰς τῶν πολέμων ῥοπὰς οὐκ ἐπὶ ῥητοῖς ἀνάγκη συμβαίνειν οὐδὲ τοὺς νῦν σφαλέντας τυχὸν τῶν ὁμοίων ἀεὶ μεταλαγχά νειν ἀποτευγμάτων; τοὐναντίον γὰρ ὡς τὰ πολλὰ πρὸς τοὺς ἡττηθέν τας ἡ νίκη μέτεισι καὶ τὸ δυσφοροῦν ἐκθεραπεύει. 2 οὐ χρὴ τοίνυν ἡμᾶς, καθάπερ εἰθισμένον αὐτοῖς τὸ λοιπὸν ἐν ἁπάσαις ταῖς συμπλο καῖς ἐλασσοῦσθαι, πέρα τοῦ μετρίου θαρρεῖν. εἰ μὲν γὰρ τούτῳ μόνῳ νενίκηνται, τῷ μὴ τὰ δέοντα βεβουλεῦσθαι, προσεκτέον μὲν ἡμῖν τῷδε μᾶλλον τῷ παραδείγματι καὶ προφυλακτέον τοὺς ἐκ τῆς ἀβουλίας κινδύνους. 3 οὐ μὴν πρόδηλον ἐντεῦθεν οἴεσθαι δεῖ τὸ ῥᾳδίως αὐτῶν περιέσεσθαι. εἰκὸς γὰρ τοὺς πρότερον ἁμαρτήσαντας καὶ διὰ τῆς πείρας 101 ὁποῖα φευκτέον πεπαιδευμένους καὶ αὐτὸ δὴ τὸ παροφθὲν ἀνακαλέσασ θαι τῇ περὶ τῶν ἐφεξῆς ἐσομένων ἐπιμελείᾳ. 4 εἰ δὲ τὸ θεῖον αὐτοῖς χαλεπαίνει τῆς ἐπὶ τῷ κειμένῳ παρανομίας καὶ ταύτῃ κεκάκωνται, τί δεῖ καὶ ἡμᾶς παρεῖναι καὶ ξυνεπιλαμβάνειν, ὥσπερ οὐκ ἐπαρκοῦντος ἐκείνου τὰ δίκαια δρᾶσαι, ἀλλὰ τῆς ἐξ ἡμῶν ἐπικουρίας προσδεομένου; ποία δέ τις ἂν ἀσεβείας ὑπερβολὴ ἑτέροις λελείψεται, εἴ γε τόδε τὸ ἀγαθὸν ἀτιμάσαιμεν τῇ μεταστάσει, ὅπερ καὶ ἠρεμούντων ἡμῶν ὑπερ μαχεῖ προσηκόντως; 5 μηδεὶς τοίνυν ἡμῖν τὸν τεθνεῶτα παραγέτω δῆθεν τῷ λόγῳ λίαν ἀγεννῶς ὀλοφυρόμενον καὶ ἱκετεύοντα τοὺς ὁμοφύ λους οἴκτου τυχεῖν τῷ τὴν σφαγὴν ἐπιδεικνύναι. ταῦτα γὰρ μοχθη ραῖς μὲν ψυχαῖς καὶ ἀνάνδροις ἴσως ἁρμόσει, οὐ μὴν προσαπτέον αὐτὰ βασιλεῖ καὶ Λαζῶν καὶ Γουβάζῃ. 6 εἰ γὰρ ἐκεῖνος ἐνταῦθα παρῆν, πάντως ἄν, ἅτε δὴ θεοφιλὴς ἀνὴρ γεγονὼς καὶ φρενήρης, κατεμέμφετο μὲν ἡμᾶς τοιαῦτα βουλευομένους, ἐκέλευεν δὲ μὴ οὕτω καταπεπτωκέναι καὶ μαλθακίζεσθαι καὶ δραπετεύειν, καθάπερ οἰκέτας, αἱρεῖσθαι· φρόνημα δὲ μᾶλλον Κολχικὸν καὶ ἐλεύθερον ἀναλαβόντας ἀντέχειν τῇ συμφορᾷ θαρραλέως καὶ πρὸς μηδὲν μὲν αἰσχρὸν καὶ ἀνάξιον τῶν πατρίων ἐξάγεσ θαι τρόπων, ἐμμένειν δὲ τοῖς παροῦσι καὶ πεποιθέναι ὡς τοῦ κρείττονος ἥκιστα τὸ ἔθνος περιοψομένου. 7 εἶτα πῶς οὐ σφόδρα παράλογον αὐτῷ μὲν τῷ βιαίως ἀνῃρημένῳ ταῦτα κατὰ τὸ εἰκὸς εὖ ἔχειν δεδόχθαι, ἡμᾶς δὲ τοὺς τὴν πρὸς ἐκεῖνον εὔνοιαν σκηπτομένους τἀναντία δια νοεῖσθαι; 8 ἀλλὰ δέδοικα, μὴ καὶ μόνου χάριν τοῦ διαλογίζεσθαι ταῦτα καὶ διασκοπεῖν μεγίστας ὑφέξομεν δίκας. εἰ μὲν γὰρ ἐπ' ἀδήλοις ἐλ πίσι καὶ τὴν ἐφ' ἑκάτερα ῥοπὴν ἐπιδεχομέναις τὰ τῆς ἀποστάσεως ἡμῖν ἐμελετᾶτο, ἦν μὲν ἂν καὶ τότε δεινὸν ἐπὶ τηλικούτων πραγμάτων κινήσει μόνης ἠρτῆσθαι τῆς τύχης, πλὴν ἀλλ' ἐξῆν ἴσως τοῖς ταῦτα προῃρη μένοις ἀδεέστερον γοῦν ἀναισχυντῆσαι. 9 εἰ δὲ πανταχόθεν προῦπτον δείκνυται τὸ κακόν, πῶς οὐ μισητέον αὐτοὺς τοιαύτην ἔννοιαν ἐμβαλόν τας; ὡς μὲν οὖν ἀφεκτέον ἡμῖν ἐκείνων, καὶ δὴ μετρίως ἐρρήθη. 10 φημὶ δὲ δεῖν βασιλεῖ τῷ Ῥωμαίων τὸ ξυμβὰν ἀναγγεῖλαι, ὡς ἂν ἐνδικώτατα μετέλθοι τοὺς τοῦ μιάσματος αἰτιωτάτους, καὶ εἰ μὲν ἐθελήσει, πεπαῦσ 102 θαι τὸ λοιπὸν τῆς πρὸς Ῥωμαίους διαφορᾶς καὶ συνεργεῖν αὖθις καὶ συστρατεύεσθαι καὶ τῶν προτέρων μετέχειν συνδιαιτημάτων. 11 εἰ δὲ ἀπώσοιτο τὴν ἀξίωσιν, τότε δὴ βουλευτέον ἡμῖν, εἴπερ ἑτέραν ὁδὸν τραπῆναι ξυνοίσει. οὕτω γὰρ ποιοῦντες οὔτε τοῦ τεθνηκότος ἐπιλελῆσ θαι δόξοιμεν ἂν οὔτε προπετείᾳ μᾶλλον ἢ γνώμῃ τὰ ἡμέτερα διατι θέναι.»
14. Εἰρημένων δὲ καὶ τούτων παλινῳδίαν, τὸ λεγόμενον, ᾖδον οἱ Κόλχοι καὶ μετεπείθοντο. μάλιστα γὰρ αὐτοὺς εἰς τοῦτο συνήλασε τὸ δεδιέναι, μή ποτε ἄρα, εἰ