1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

55

ἑαυτῷ τοῦ μέλλοντος τελεσφορεῖσθαι χρώματα, οὕτως καὶ τὸ ἐξ ἀπείρου ὕλης ἀποκυηθὲν ἔμψυχον ὠὸν ἐκ τῆς ὑποκειμένης καὶ ἀεὶ ·εούσης ὕλης κινούμενον παντοδαπὰς ἐκφαίνει τροπάς. ἔνδοθεν γὰρ τῆς περιφερείας ζῷόν τι ἀρρενόθηλυ εἰδοποιεῖται προνοίᾳ τοῦ ἐνόντος ἐν αὐτῷ θείου πνεύματος, ὃν Φάνητα Ὀρφεὺς καλεῖ, ὅτι αὐτοῦ φανέντος τὸ πᾶν ἐξ αὐτοῦ ἔλαμψεν, τῷ φέγγει τοῦ διαπρεπεστάτου τῶν στοιχείων πυρὸς ἐν τῷ ὑγρῷ τελεσφορουμένου. καὶ οὐκ ἄπιστον, ὅτι καὶ ἐπὶ λαμπυρίδων δείγματος ἕνεκα ἡ φύσις ἡμῖν ὁρᾶν ὑγρὸν φῶς ἐδωρήσατο. τὸ μὲν οὖν πρωτοσύστατον ὠὸν ὑποθερμανθὲν ὑπὸ τοῦ ἔσωθεν ζσου ·»γνυται, ἔπειτα δὲ μορφωθὲν προέρχεται ὁποῖόν τι καὶ Ὀρφεὺς λέγει «κρανίου σχισθέντος πολυχανδέος ὠοῦ». καὶ οὕτω μεγάλῃ δυνάμει αὐτοῦ τοῦ προεληλυθότος φανέντος, τὸ μὲν κύτος τὴν ἁρμονίαν λαμβάνει καὶ τὴν διακόσμησιν ἴσχει, αὐτὸς δὲ ὥσπερ ἐπ' ἀκρωρείας οὐρανοῦ προκαθέζεται καὶ ἐν ἀπορρήτοις τὸν ἄπειρον περιλάμπων αἰῶνα. ἡ δὲ τοῦ κύτους ἔνδοθεν γόνιμος ὑπολειφ- θεῖσα ὕλη, ὡς ἐν πολλῷ τῷ χρόνῳ ὑποκειμένης ἕως φυσικῆς ὑποζέουσα ἡ θερμότης τὰς πάντων διέκρινεν οὐσίας. τὸ μὲν γὰρ κατώτερον αὐτῆς πρῶτον ὥσπερ ὑποστάθμη ὑπὸ τοῦ βάρους εἰς τὰ κάτω ὑποκεχώρηκεν, ὃ διὰ τὴν ὁλκότητα καὶ διὰ τὸ ἐμβριθὲς καὶ πολὺ τῆς ὑποκειμένης οὐσίας πλῆθος Πλούτωνα προσηγόρευσαν, ᾅδου τε καὶ νεκρῶν βασιλέα εἶναι ἀποφηνά- μενοι. ταύτην μὲν οὖν τὴν πρώτην καὶ πολλήν, ·υπαρὰν καὶ τραχεῖαν οὐσίαν ὑπὸ Κρόνου, τοῦ χρόνου, καταποθῆναι λέγουσιν φυσικῶς διὰ τὴν κάτω ὑπονόστησιν αὐτῆς. μετὰ δὲ τὴν πρώτην ὑποστάθμην τὸ συρρυὲν ὕδωρ καὶ πρώτῃ ἐπιπολάσαν ὑποστάσει Ποσειδῶνα προσηγόρευσαν. τὸ δὲ λοιπὸν τρίτον τὸ καθαρώτατον καὶ κορυφαιότατον ἅτε διαυγὲς Χν πῦρ Ζῆνα ὠνόμασαν διὰ τὴν ἐν αὐτῷ ζέουσαν φύσιν· ἀνωφερὲς γὰρ Χν τὸ πῦρ πρὸς μὲν τὰ κάτω ὑπὸ χρόνου, τοῦ Κρόνου, οὐ κατεπόθη, ἀλλ' (ὡς ἔφην) ἡ πυρώδης οὐσία ζωτική τε καὶ ἀνωφερὴς οὖσα εἰς αὐτὸν ἀνέπτη τὸν ἀέρα, ὃς καὶ φρονιμώτατός ἐστι διὰ τὴν καθαρότητα. τῇ οὖν ἰδίᾳ θερμότητι ὁ Ζεύς (τουτέστιν ἡ ζέουσα οὐσία) τὸ καταλειφθὲν ἐν τῷ ὑποκειμένῳ ὑγρῷ τὸ ἰσχνότατον καὶ θεῖον ἀνιμᾶται πνεῦμα, ὅπερ Μῆτιν ἐκάλεσαν. κατὰ κορυφῆς δὲ αὐτοῦ ἐλθὸν τοῦ αἰθέρος καὶ συνποθὲν ὑπ' αὐτοῦ, ὥσπερ ὑγρὸν θερμῷ μιγέν, τὸν ἀεικίνητον παλμὸν ἐνποιῆσαν γεννᾷ τὴν σύνεσιν, ἣν καὶ Παλλάδα ἐπονομάζουσιν διὰ τὸ πάλλεσθαι, τεχνικωτάτην οὖσαν φρόνησιν, ᾗ χρώμενος τὸν πάντα ἐτεχνήσατο κόσμον ὁ αἰθέριος τεχνίτης. ἀπ' αὐτοῦ δὲ τοῦ διήκοντος ∆ιός (τοῦ θερμοτάτου αἰθέρος) ὁ ἀὴρ μέχρι τῶν ἐνταῦθα διικνεῖται τόπων, ἣν ἐπονομάζουσιν Ἥραν. καὶ ὡς δὴ τῆς τοῦ αἰθέρος καθαρωτάτης οὐσίας ὑποβεβηκυῖα, ὡς θήλεια τὴν καθαρότητα πρὸς σύγκρισιν τοῦ κρείττονος, ἀδελφὴ ∆ιὸς κατὰ τὸ εἰκὸς ἐνομίσθη, ὡς ἐκ τῆς αὐτῆς οὐσίας γεγενημένη· γαμετὴ δὲ διὰ τὸ ὡς γυναῖκα ὑπο- κεῖσθαι. παραλαμβάνεται δὲ ἡ μὲν Ἥρα πρὸς ἀέρων εὐκρασίαν, διὸ καὶ γονιμωτάτη ἐστίν· ἡ δὲ Ἀθηνᾶ, ἣν καὶ Παλλάδα λέγουσιν, διὰ τὸ ἄκρως θερμὸν γένεσίν τινος ποιῆσαι μὴ δυναμένη, παρθένος ἐνο μίσθη. ὁμοίως δὲ καὶ Ἄρτεμις ἑρμηνευομένη, ἣν εἰς τὸν κατώτατον μυχὸν τοῦ ἀέρος παραλαμβάνουσιν, καὶ δι' ἀκρότητα κρύους ἄγονον οὖσαν