1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

55

Χριστιανοὶ γεγόνασιν. Ὁ δὲ τόπος, ἐν ᾧ οἰκοῦσιν, ἐστὶν ἄνυδρος καὶ ἀπρόσοδος, ἐλαιοφόρος, δέ, ὅθεν καὶ τὴν παραμυθίαν ἔχουσιν. ∆ιάκειται δὲ ὁ τοιοῦτος τόπος εἰς ἄκραν τοῦ Μαλέα, ἤγουν ἐκεῖθεν τοῦ Ἐζεροῦ πρὸς τὴν παραθαλασσίαν. ∆ιὰ δὲ τὸ τελείως ὑποτεταγμένους εἶναι αὐτοὺς καὶ ἄρχοντα παρὰ τοῦ στρατηγοῦ δέχεσθαι καὶ πειθαρχεῖν καὶ ὑπείκειν ταῖς τοῦ στρατηγοῦ προστάξεσιν παρέχουσιν πάκτον ἐκ παλαιτάτου χρόνου νομίσματα υʹ. Ἰστέον, ὅτι ἡ Καππαδοκίας στρατηγὶς τὸ παλαιὸν τοῦρμα ἦν τῆς τῶν Ἀνατολικῶν στρατηγίδος. Ἰστέον, ὅτι ἡ Κεφαλληνίας στρατηγίς, ἤγουν τὰ νησία, τοῦρμα ἦν τὸ παλαιὸν τῆς στρατηγίδος Λαγουβαρδίας, ἐπὶ δὲ Λέοντος, τοῦ φιλοχρίστου δεσπότου, γέγονεν στρατηγίς. Ἰστέον, ὅτι ἡ Καλαβρίας στρατηγὶς δουκᾶτον ἦν τὸ παλαιὸν τῆς στρατηγίδος Σικελίας. Ἰστέον, ὅτι ἡ τοῦ Χαρσιανοῦ στρατηγὶς τοῦρμα ἦν τὸ παλαιὸν τῆς τῶν Ἀρμενιάκων στρατηγίδος. Ἰστέον, ὅτι ἐπὶ Λέοντος, τοῦ φιλοχρίστου δεσπότου, ἀπὸ τοῦ θέματος τῶν Βουκελλαρίων εἰς τὸ Καππαδοκῶν θέμα μετετέθησαν ταῦτα τὰ βάνδα, ἤτοι ἡ τοποτηρησία Βάρετας, ἡ τοποτηρησία Βαλβαδώνας, ἡ τοποτηρησία Ἄσπονας καὶ ἡ τοποτηρησία Ἀκαρκοῦς, καὶ ἀπὸ τοῦ θέματος τῶν Ἀνατολικῶν εἰς τὸ Καππαδοκῶν θέμα μετετέθησαν ταῦτα τὰ βάνδα, ἤτοι ἡ τοποτηρησία τῆς Εὐδοκιάδος, ἡ τοποτηρησία τοῦ Ἁγίου Ἀγαπητοῦ, ἡ τοποτηρησία Ἀφραζείας, καὶ ἐγένοντο ταῦτα τὰ ἑπτὰ βάνδα, ἤτοι τὰ τῶν Βουκελλαρίων τέσσαρα καὶ τρία τῶν Ἀνατολικῶν, τοῦρμα μία, ἡ νῦν τὰ Κόμματα λεγομένη. Ἰστέον, ὅτι ἐπὶ Λέοντος, τοῦ φιλοχρίστου δεσπότου, ἀπὸ τοῦ θέματος τῶν Βουκελλαρίων εἰς τὸ θέμα Χαρσιανοῦ μετετέθησαν ταῦτα τὰ βάνδα, ἤτοι ἡ τοποτηρησία τοῦ Μυριοκεφάλου, ἡ τοποτηρησία τοῦ Τιμίου Σταυροῦ καὶ ἡ τοποτηρησία Βερινουπόλεως, καὶ ἐγένοντο τοῦρμα ἡ νῦν Σανίανα λεγομένη. Καὶ ἀπὸ τοῦ θέματος τῶν Ἀρμενιάκων εἰς τὸ τοῦ Χαρσιανοῦ θέμα μετετέθησαν ταῦτα τὰ βάνδα, ἤτοι ἡ τοῦ Κωμοδρόμου τοποτηρησία, ἡ τοποτηρησία Τάβιας, καὶ εἰς τὴν τοῦρμαν τοῦ Χαρσιανοῦ τὴν εἰρημένην προσετέθησαν. Ἀπὸ δὲ τοῦ Καππαδοκῶν εἰς τὸ τοῦ Χαρσιανοῦ θέμα ταῦτα τὰ βάνδα μετετέθησαν, ἤτοι ἡ τοῦρμα Κασῆς ἐξ ὁλοκλήρου καὶ ἡ τοποτηρησία Νύσσης μετὰ τῆς Καισαρείας. Ἰστέον, ὅτι τοῖς παρελθοῦσιν χρόνοις τὸ τοῦ Χοζάνου θέμα ὑπὸ τῶν Σαρακηνῶν ἦν, ὁμοίως καὶ τὸ τοῦ Ἀσμοσάτου θέμα καὶ αὐτὸ ὑπὸ τῶν Σαρακηνῶν ἦν. Τὸ δὲ Χανζὶτ καὶ ἡ Ῥωμανόπολις κλεισοῦραι τῶν Μελιτηνιατῶν ὑπῆρχον. Καὶ ἀπὸ τοῦ ὄρους τοῦ Φατιλάνου πάντα τὰ ἐκεῖθεν τῶν Σαρακηνῶν ὑπῆρχον, τὸ δὲ Τεκῆς ἦν τοῦ Μανουήλ. Ἡ δὲ Κάμαχα ἡ τοῦρμα ἄκρα Κολωνείας ἦν, ἡ δὲ τῆς Κελτζηνῆς τοῦρμα ὑπὸ τὴν Χαλδίαν ἦν. Ἡ δὲ Μεσοποταμία τῷ τότε καιρῷ θέμα οὐκ ἦν. Λέων δέ, ὁ φιλόχριστος καὶ ἀείμνηστος βασιλεύς, τὸν Μανουὴλ ἐκεῖνον ἀπὸ τοῦ Τεκῆς μετὰ λόγου ἐξήγαγεν, καὶ ἐν τῇ πόλει αὐτὸν εἰσήγαγεν, καὶ πρωτοσπαθάριον πεποίηκεν. Ἔχει δὲ ὁ αὐτὸς Μανουὴλ υἱοὺς τέσσαρας, τὸν Παγκρατούκαν, τὸν Ἰαχνούκαν, τὸν Μουδάφαρ καὶ τὸν Ἰωάννην. Καὶ τὸν μὲν Παγκρατούκαν ὁ βασιλεὺς ἱκανᾶτον πεποίηκεν καὶ μετὰ τοῦτο στρατηγὸν εἰς τοὺς Βουκελλαρίους, τὸν δὲ Ἰαχνούκαν εἰς Νικόπολιν στρατηγὸν ἐποίησεν, τὸν δὲ Μουδάφαρ καὶ τὸν Ἰωάννην ἐν Τραπεζοῦντι δέδωκεν γῆν βασιλικήν, ἅπαντας ἀξιώμασιν τιμήσας καὶ δοὺς αὐτοῖς εὐεργεσίας πολλάς. Καὶ ἐποίησεν θέμα τὴν Μεσοποταμίαν, καὶ τὸν Ὀρέστην ἐκεῖνον τὸν Χαρσιανίτην στρατηγὸν προεβάλετο, καὶ τότε δέδωκεν τὴν τῆς Καμάχας τοῦρμαν ὑπὸ τὸ θέμα εἶναι τῆς Μεσοποταμίας, εἶθ' οὕτως καὶ τὴν Κελτζηνῆς τοῦρμαν ὑπὸ τὸ θέμα καὶ αὐτὴν Μεσοποταμίας ἐποίησεν. Ἀρτίως δὲ ταῦτα πάντα γεγονότα ὑπὸ τὴν τῶν Ῥωμαίων ἐξουσίαν, εἰς τὸ Μεσοποταμίας θέμα ἐπὶ Ῥωμανοῦ δεσπότου προσετέθη ἥ τε Ῥωμανόπολις καὶ τὸ Χανζίτ. Ἰστέον, ὅτι ἐπὶ Λέοντος, τοῦ φιλοχρίστου δεσπότου, ἡ Λάρισσα τοῦρμα τῆς Σεβαστείας ἦν, τὸ δὲ Κυμβαλαῖος ἦν τοῦρμα τοῦ Χαρσιανοῦ, τὸ δὲ Συμπόσιον ἦν ἐρημία πρὸς τὰ μέρη τῆς Λυκανδοῦ παρακείμενον. Καὶ ἐπὶ τῆς βασιλείας Λέοντος, τοῦ φιλοχρίστου δεσπότου, Εὐστάθιος