55
ἄνθρωποι ἐν ἑνὶ στόματι καὶ μιᾷ διαθέσει δοξάζωσιν τὸν μόνον Θεὸν τὸν ἕνα καὶ ἀληθινὸν διὰ τοῦ μονογενοῦς Χριστοῦ. Θέλημα οὖν αὐτοῦ ἐστιν αἰνεῖν αὐτὸν ὁμοφρόνως καὶ προσκυνεῖν αὐτὸν συμφώνως. Τοῦτο γὰρ αὐτοῦ ἐστι θέλημα ἐν Χριστῷ, πολλοὺς εἶναι τοὺς σωζομένους ἐν αὐτῷ, ἀλλὰ μὴ ζημιοῦν αὐτὸν μηδὲ ἐλαττονεῖν ὑμᾶς τὴν Ἐκκλησίαν ἢ συστέλλειν τὸν ἀριθμὸν διὰ μιᾶς ψυχῆς ἀνθρώπου ὑφ' ὑμῶν ἀναιρεθείσης, ἥτις ἠδύνατο σωθῆναι διὰ μετανοίας, ἀπώλετο δὲ οὐ μόνον ἐξ ἰδίας ὀργῆς, ἀλλ' ἤδη καὶ ἐξ ὑμετέρας ἐπιβουλῆς, καὶ ἐπληρώσατε τὸ γεγραμ μένον· «Ὁ μὴ συνάγων μετ' ἐμοῦ σκορπίζει.» Τοιοῦτος δέ, ὢν σκορπιστής, προβάτων ἀντίδικος, Θεοῦ ἐχθρός, τῶν ἀρνίων φθορεύς, ὧν ὁ Κύριος ποιμὴν ὑπῆρξεν καὶ ἡμεῖς συναγωγοὶ, ἐκ διαφόρων ἐθνῶν καὶ γλωσσῶν ἐν πολλῷ μόχθῳ καὶ κινδύνῳ καὶ κόπῳ διηνεκεῖ, ἀγρυπνίαις, ἀσιτίαις, χαμευνίαις, διωγμοῖς, πληγαῖς, φυλακαῖς, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες πληρώσωμεν τὸν τρίκλινον τῶν ἀνακειμένων, τοῦτ' ἔστιν τὴν ἱερὰν καὶ καθολικὴν Ἐκκλησίαν, εὐφραινομένων τῶν κλητῶν καὶ ἀγαλλιωμένων, ὑμνούντων καὶ δοξαζόντων τὸν καλέσαντα αὐτοὺς δι' ἡμῶν εἰς ζωὴν Θεόν· ὑμεῖς οὖν, ὅσον τὸ ἐφ' ὑμῖν διεσκορπίσατε. Καὶ ὑμεῖς δέ, οἱ λαϊκοί, εἰρηνεύετε πρὸς ἀλλήλους, σπουδάζοντες ὡς φρόνιμοι τὴν Ἐκκλησίαν αὔξειν καὶ τὰ νομιζόμενα ἄγρια ἐπιστρέφειν εἰς αὐτὴν καὶ ἐξημεροῦν καὶ ἀποκαθιστᾶν. Καὶ τοῦτό ἐστιν ὁ μέγιστος ἐξ ἐπαγγελίας μισθὸς παρὰ Θεοῦ· «Ἐὰν ἐξαγάγῃς ἐξ ἀναξίου τίμιον, ὡς τὸ στόμα μου ἔσῃ.» Σὺ δέ, ὁ ἐπίσκοπος, ἔσο ἅγιος, ἄμωμος, μὴ πλήκτης, μὴ ὀργίλος, μὴ ἀπηνής, ἀλλ' οἰκοδόμος, ἐπιστρο φεύς, διδακτικός, ἀνεξίκακος, ἠπιόθυμος, πρᾶος, μακρόθυμος, παραινετικός, παρακλητικὸς ὡς Θεοῦ ἄνθρωπος. Ὅταν δὲ συναθροίζῃς τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, ὡς κυβερνήτης νηὸς μεγάλης μετ' ἐπιστήμης πάσης κέλευε ποιεῖσθαι τὰς συνόδους, παραγγέλλων τοῖς διακόνοις ὡσανεὶ ναύταις τοὺς τόπους ἐκτάσσειν τοῖς ἀδελφοῖς καθάπερ ἐπιβάταις μετὰ πάσης ἐπιμελείας καὶ σεμνότητος. Καὶ πρῶτον μὲν ὁ οἶκος ἔστω ἐπιμήκης, κατὰ ἀνατολὰς τετραμμένος, ἐξ ἑκατέρων τῶν μερῶν ἔχων τὰ παστοφόρια πρὸς ἀνατολήν, ὅστις ἔοικεν νηΐ. Κείσθω δὲ μέσος ὁ τοῦ ἐπισκόπου θρόνος, παρ' ἑκάτερα δὲ αὐτοῦ καθεζέσθω τὸ πρεσβυτέριον, καὶ οἱ διάκονοι παριστάσθωσαν εὐσταλεῖς τῆς πλείονος ἐσθῆτος· ἐοίκασι γὰρ ναύταις καὶ τοιχάρχοις. Προνοίᾳ δὲ τούτων εἰς τὸ ἕτερον μέρος οἱ λαϊκοὶ καθεζέσθωσαν μετὰ