Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ἐν κρίματι, καὶ ἐν δικαιοσύνῃ, ὡς ὀρθῇ καὶ ὁσίᾳ τῇ ψήφῳ κολάσας τὸν ἀλαζόνα λαὸν, τὸν ἀπειθῆ καὶ φιλήδονον. Παραιτητέον οὖν ἄρα τὰς τρυφὰς, καὶ ὡς ἀπωτάτω ποιεῖσθαι σπου- δάζωμεν τὰς ἀνονήτους φιλοσαρκίας, μᾶλλον δὲ τὰς μυσαρωτάτας, ἵνα μὴ κατατρυφήσῃ καὶ ἐφ' ἡμῖν ὁ ἄπληστος ᾅδης. Μεμνήμεθα γὰρ τοῦ Σωτῆρος λέ- γοντος· "6Οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν."6 Καὶ πάλιν, ὅτι "6Μακάριοι οἱ πενθοῦντες νῦν, ὅτι γελάσετε·"6 καταλήξει γὰρ ὁ πόνος εἰς ἀναψυχὴν, καὶ ἀγαθῶν ἱδρώτων τὸ πέρας, τρυ- φῆς ἡμῖν ἔσται τῆς εἰς αἰῶνα πρόξενον. "6Ὁ γὰρ σπείρων εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθορὰν,"6 καθὰ γέγραπται· "6καὶ ὁ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον."6 9Καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦ- ροι, καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγονται.9 Συνεστώσης ἔτι τῆς Ἰουδαίων χώρας καὶ ἐν ἀκμαῖς οὔσης τοῦ εὐημερεῖν, ἐμάχοντο μὲν πρὸς τοὺς ἐξ αἵ- ματος Ἰσραὴλ τὰ περίοικα τῶν ἐθνῶν. Ἐπειδὴ δὲ ἦν ὁ τῶν ὅλων Θεὸς ὁ συνασπίζων τῷ Ἰσραὴλ, κεκράτη- κεν οὕτως τῶν ἀνθεστηκότων ὡς νικᾷν ἀμαχεὶ, καὶ καταπτοεῖν ἅπαντας, καὶ διαρπάζειν αὐτῶν τὰς χώ- ρας, καὶ καταδῃοῦν τὰς πόλεις, ἄγειν τε καὶ φέρειν τὰ ἑτέρων μετ' ἐξουσίας. Ἐπειδὴ δὲ δεδυσσεβήκασιν εἰς Χριστὸν, καὶ δέδονται ταῖς Ῥωμαίων στρατιαῖς εἰς ὄλεθρον καὶ διαρπαγὴν, ἐνεπρήσθησαν μὲν αἱ πόλεις, διηρπάσθησαν δὲ πάντα τὰ ὄντα αὐτοῖς παρὰ τῶν νενικηκότων. Εἶτα τῆς Ῥωμαίων στρατιᾶς ὑπ- ενδούσης βραχὺ, κατέτρεχον οἱ πάλαι διαρπαζόμενοι, πόλεις τε καὶ οἴκους διερευνώμενοι, συνεκόμιζόν τε τὰ λοιπὰ, καὶ εἰς τὰς σφῶν αὐτῶν ἀπέφερον χώρας. Καί τι τοιοῦτον ἡμῖν ὑποδηλοῖ λέγων ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς προφήτου· "6Καλαμᾶσθε, καλαμᾶσθε ὡς ἄμπελον τὰ λοιπὰ τοῦ Ἰσραήλ· ἐπιστρέψατε ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ."6 Ὅτι τοίνυν οὐκ ἀρκέσει μόνα παθεῖν αὐτοὺς τὰ ἐκ τῆς Ῥωμαίων στρατιᾶς, προστεθήσεται δὲ καὶ τὰ ἐκ τῆς ὠμότητος τῶν ὁμόρων ἐχθρῶν, προαγορεύει λέγων· "6Καὶ βο- σκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι."6 Οἱ γὰρ πά- λαι, φησὶν, ἕτοιμοι διηρπασμένοι ὑπ' αὐτῶν, διὰ τὸ ἐπαμύνειν Θεὸν, κατανεμηθήσονται τὴν χώραν αὐτῶν ὡς ταῦροι, τοῦτ' ἔστι, δεινοὶ καὶ ἀγέρωχοι, καὶ ἄμα- χον ἔχοντες τὴν ἀντίστασιν. Καὶ τὰς ἐρήμους τῶν ἀπειλειμμένων ἄρνες φάγονται. Ἀπειλειμμένων δὲ φησὶ, τῶν πολιορκηθέντων. Τὰς τοίνυν, φησὶν, ἐρη- μωθείσας πόλεις τῶν πολιορκηθέντων ἄρνες βοσκη- θήσονται, τοῦτ' ἔστι πάλιν οἱ ἐξ ἐθνῶν. Ἐπειδὴ δὲ πάλιν ὡς περὶ ταύρων ἡμῖν πεποίηται τὸν λόγον, 70.157 μεμένηκε τῇ τροπῇ, καὶ προστέθεικεν ἄρνας, ἵνα τοὺς μὲν ἄγαν ἰσχυροὺς νοῶμεν εἰς μόσχους. Τοὺς δὲ μὴ οὕτως ἔχοντας, ὑποβεβηκότας δὲ ἐν ἰσχύϊ μείονι, λέγομεν ἄρνας. Οὕτω δὴ καὶ τὴν ἑκάστου τῶν ῥᾳθυ- μούντων καρδίαν αἱ πονηραὶ καὶ ἀκάθαρτοι νεμη- θήσονται δυνάμεις, ὡς μόσχοι καὶ ἄρνες. Τροφὴ δὲ αὐταῖς τὸ φιλήδονον, καὶ νοῦ ῥοπὴ βλέποντος εἰς τὸ πλημμελές.
{1ΛΟΓΟΣ ∆ʹ.}1 9
Οὐαὶ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας, οἱ λέγοντες· Τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα ἴδωμεν, καὶ
ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ, ἵνα γνῶμεν.9
Ὁ μὲν τῶν ὅλων δημιουργὸς καὶ Κύριος, ἡμερό- τητι νικῶν τῆς ἀνθρώπου φύσεως τὴν ἀσθένειαν, προσελάλει τοῖς ἀρχαιοτέροις διὰ τῶν ἁγίων προφη- τῶν, τὰ δι' ὧν ἦν εἰκὸς μεταχωρῆσαι πρὸς τὰ βελ- τίω, τὰ χείρω μεθέντας, καὶ φαυλότητος μὲν κατα- λῆξαι καὶ ἁμαρτίας, διαβιῶναι δὲ μᾶλλον ἐν ἀρετῇ, καὶ κατορθοῦν ἑλέσθαι τὸ ἀγαθόν. Ταύτης τε ἕνεκα τῆς αἰτίας, ποτὲ μὲν αὐτοῖς παρετίθει τὰ γέρα τὰ τοῖς ἁγίοις ηὐτρεπισμένα· ποτὲ δὲ τοὺς τῆς κολάσεως ἀφηγεῖτο τρόπους, τοὺς τοῖς φιλαμαρτήμοσι πρέπον- τας, ἵνα πανταχόθεν συνελάσῃ