1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

55

θεὸν καὶ τὸν ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ αὐτοῦ τε οὐρανοῦ καὶ τοῦ σύμπαντος κόσμου δημιουργὸν 3.10.2 κατεβάλλετο; ἀσωμάτου δὲ ἡ γνῶσις αὐτῷ πόθεν; ἀλλ' οὐ τούτων γε οὐδὲν εἰδὼς τυγχάνει· ὁ γάρ τοι τῶν ὅλων δημιουργικὸς νοῦς οὔτ' ἐκ πλειόνων μερῶν συνέστηκεν οὔτ' ἂν γένοιτο αὐτοῦ κεφαλὴ οὐρανός, οὐ σῶμα πῦρ καὶ ὕδωρ καὶ γαῖα, ἀλλ' οὐδὲ ὄμματα αὐτοῦ ἥλιος καὶ σελήνη. πῶς δ' ἂν εἶεν ὦμοι καὶ στέρνα καὶ νῶτα καὶ νηδὺς τοῦ τῶν ὅλων δημιουργοῦ θεοῦ «ἀὴρ εὐρυβίης» καὶ γῆ «ὀρέων τ' αἰπεινὰ κάρηνα»; ἢ πῶς ὁ αἰθὴρ νοῦς ποτ' ἂν ἐπινοηθείη τοῦ τῶν ὅλων ποιητοῦ, ἢ τοῦ νοῦ τοῦ δημιουργικοῦ; 3.10.3 ὅτι μὲν οὖν ταῦτα σεσόφισται τῷ τῶν ἐπῶν ἑρμηνεῖ, οὐδὲν ἐπιλέγειν χρή. ἔγωγε μὴν τὰ ἔσχατα ἀσεβεῖν φημι τὸν φάσκοντα μέρη εἶναι τοῦ θεοῦ τὰ μέρη τοῦ κόσμου καὶ ἔτι μᾶλλον τὸν ἀποφηνάμενον τὸν αὐτὸν εἶναι τῷ κόσμῳ τὸν θεὸν καὶ ἐπὶ τούτοις τὸν ἡγούμενον τοῦ κόσμου νοῦν εἶναι τὸν τῶν ὅλων 3.10.4 δημιουργόν. ποιητὴν μὲν γὰρ αὐτὸν καὶ πατέρα τοῦ κόσμου ἕτερον ὄντα τοῦ πεποιημένου εὐσεβὲς ἀποφαίνειν, νοῦν δὲ τοῦ κόσμου, ὥσπερ τινὸς ζῴου ψυχήν, ἡνωμένον διόλου καὶ τὸ πᾶν ἠμφιεσμένον, οὐκέθ' ὅσιον ἂν εἴη λέ3.10.5 γειν. καίτοι παρεῖναι αὐτὸν τῷ παντὶ καὶ προνοεῖν τοῦ κόσμου παιδεύει τὰ καθ' ἡμᾶς ἱερὰ λόγια, θεολογοῦντα ἐπαξίως καὶ θεοπρεπῶς δι' ὧν φησιν· «οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος.» καὶ πάλιν· «ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω.» καὶ πάλιν· «ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν,» ἀλλ' οὐχ ὡς ἐν μέρει τοῦ κόσμου οὐδ' 3.10.6 ὡς ἐν ψυχῇ αὐτοῦ καὶ νοΐ. ἀλλ' εἰ δεῖ παραδείγματι χρήσασθαι, θεοπρεπέστερον καὶ ἀληθείας οἰκείως ὁ ἱερός που λόγος ἐξεφώνησεν· «ὁ οὐρανός μοι 3.10.7 θρόνος» εἰπών, «ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου.» εἰ γὰρ χρῆν ὅλως προσωποποιεῖν ἀνθρωπινωτέρῳ λόγῳ, θέα τὸ διάφορον τῆς θεολογίας. ὁ μὲν γὰρ τὸν οὐρανὸν εἰπὼν θρόνον ἐπέκεινα τοῦ θρόνου καὶ ἀνωτάτω τῶν ὅλων τὸν παμβασιλέα θεὸν ἀφωρίσατο οὐδὲ τὴν γῆν τῆς προνοίας αὐτοῦ χωρίσας· συγκατιέναι γὰρ καὶ ἐπὶ τὰ τῇδε τῆς θεότητος αὐτοῦ τὰς προνοητικὰς δυνάμεις διδάσκει, διό φησιν· «ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν 3.10.8 μου.» ἀλλ' οὔτε τὸ ὑποπόδιον οὔτε μὴν ὁ θρόνος σῶμα τοῦ καθιδρυμένου οὐδέ γε μέρη ποτ' ἂν αὐτοῦ λεχθείη. ὁ δὲ κεφαλὴν τοῦ θεοῦ τὸν οὐρανὸν καὶ τὰ ἐν τούτῳ φήσας καὶ νοῦν αὐτοῦ τὸν αἰθέρα μέλη τε αὐτοῦ καὶ σῶμα τὰ λοιπὰ τοῦ κόσμου μέρη, οὔτε δημιουργὸν οὔτε θεὸν ἁλίσκεται εἰδώς. 3.10.9 οὐ γὰρ ἂν αὐτὸς ἑαυτὸν δημιουργοίη οὐδ' ἂν ἔτι νοῦς λέγεσθαι δύναιτο οὗ νοῦς ἦν ὁ αἰθήρ. ποῖος δὲ καὶ εἴη θεὸς οὗ μέρη γῆ καὶ τὰ ἐπὶ γῆς ὄρη, ὄγκοι σωμάτων ἄλογοι; πῶς δὲ καὶ εὔλογον θεὸν ἀναγορεύειν τὸν ἀδελφὸν καὶ συγγενῆ πυρὸς καὶ ὕδατος καὶ ἀέρος, ἀλόγου καὶ φθαρτῆς ὕλης ἐκγόνων; 3.10.10 εἰ δὲ καὶ ὁ νοῦς τοῦ ∆ιὸς οὐδὲν ἄλλο πλὴν τοῦ δηλωθέντος αἰθέρος ἦν, αἰθὴρ δὲ ἀήρ ἐστιν ὁ ὑψηλότατος καὶ πυρώδης ἀπὸ τοῦ αἴθεσθαι, ὅπερ ἐστὶ καίεσθαι, ταύτην, ὥς φασιν, εἰληχὼς τὴν ἐπωνυμίαν, σώματα δὲ ἄμφω ὅ τε 3.10.11 ἀὴρ ὅ τε αἰθήρ, ὅρα ποῦ σοι τοῦ ∆ιὸς ὁ νοῦς ἀποπέπτωκεν. καὶ τίς ἂν ἔτι προσείποι θεὸν τῶν εὖ φρονούντων τοῦτον ᾧ νοῦς ὑπῆρχεν ἄνους καὶ ἄλογος, εἰ δὴ τοιαύτη παντὸς σώματος φύσις; διόπερ ἡμῖν ἐν ταῖς θεολογίαις πάντα τοῖς εἰρημένοις τἀναντία παραληπτέον, ὅτι γε μὴ οὐρανὸς ὢν τυγχάνει μήτε αἰθὴρ μήτε ἥλιος μήτε σελήνη μήτε ὁ σύμπας τῶν ἄστρων χορὸς μήτ' αὐτὸς ἀθρόως ὁ πᾶς κόσμος, ἔργα δὲ χειρῶν αὐτοῦ ταῦτα σμικρὰ ἔτι καὶ βραχέα, ταῖς ἀσωμάτοις καὶ νοεραῖς οὐσίαις παραβαλλόμενα· ὅτι δὴ πᾶν σῶμα φθαρτὸν καὶ ἄλογον, τοιαύτη δὲ τῶν ὁρωμένων ἡ φύσις, τὰ δ' ἐπέκεινα ἐν ἀοράτοις λογικὰ καὶ ἀθάνατα, συνδιαιωνίζοντα τῇ τοῦ παμβασιλέως θεοῦ μακαρίᾳ ζωῇ, μακρῷ γένοιτ' ἂν τῶν ὁρωμένων ἁπάντων βελτίω. 3.10.12 εἰκότως οὖν τὰ θεῖα λόγια περὶ τῶν ὁρωμένων τοῦ κόσμου μερῶν ὧδέ πως παιδεύει· «ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας.» καὶ πάλιν· «καὶ σὺ κατ' ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί.» καὶ