[Βιβλίον ∆ʹ.]
[αʹ. Περὶ Σαούλ.] Μετὰ δὲ Σαμουὴλ ἐβασίλευσε Σαοὺλ ἔτη μʹ. ὃς τολμή σας
πρότερον μὲν θυμιάσαι τῷ θεῷ, ἔπειτα δὲ παραβὰς τὴν ἐντολὴν τοῦ θεοῦ ἐπὶ τοὺς Ἀμαληκίτας ζωογονήσας Ἄγαγ τὸν βασιλέα αὐτῶν, ἤκουσε παρὰ τοῦ προφήτου· μεματαίω ταί σοι, ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολήν μου, ἣν ἐνετείλατό σοι κύριος, καὶ ἡτοίμασε τὴν βασιλείαν σου ἕως αἰῶνος ἐπὶ Ἰσραήλ. καὶ νῦν οὐ στήσεται ἡ βασιλεία σου, ἀλλὰ ζητή σει κύριος ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ. μετὰ δὲ ταῦτα χρίσας τὸν ∆αυὶδ ὁ Σαμουὴλ ἐν λόγῳ κυρίου, εἶτα γηράσας καὶ τελευτήσας, προσέθετο μᾶλλον ὁ Σαοὺλ παροργίζειν τὸν κύριον. ὅθεν καὶ πνεῦμα κυρίου ἀπέστη ἀπ' αὐτοῦ καὶ ἔπνιγεν αὐτὸν πνεῦμα πονηρόν. οὗ δὴ ἕνεκα ∆αυὶδ ἄγεται πρὸς αὐτὸν εἰς παρηγορίαν τοῦ πάθους. καὶ ἐγένετο, φησίν, ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ Σαούλ, καὶ λαμβάνων ∆αυὶδ τὴν κινύραν ἔψαλλεν, καὶ ἀφίστατο ἀπ' αὐτοῦ τὸ πονηρὸν 167 πνεῦμα. ἀλλ' οὖν γε πατάξας τὸν ἀλλόφυλον Γολιάθ, ὃς ἦν τῇ ἡλικίᾳ πηχῶν τεσσάρων τὸ ὕψος καὶ σπιθαμῆς, καὶ περικεφαλαία χαλκῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ ἀλυσιδωτὸν θώρακα περιεβέβλητο χιλιάδας ἔχοντα εʹ σίκλων χαλκοῦ καὶ σιδήρου, καὶ κνημῖδες χαλκαῖ ἐπὶ τῶν σκελῶν αὐτοῦ, καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων, καὶ ἡ ἐπ' αὐτῷ λόγχη ἑξακοσίων σίκλων σιδήρου, καὶ ἀσπὶς χαλκῆ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ, καὶ διὰ τοῦτο ἐπιγαμβρευθεὶς τῷ Σαοὺλ καὶ φθονηθεὶς προφάσει τῶν χορευτριῶν ἕνεκεν τῆς εὐφημίας, ἧς ἐπῇδον αὐτῷ, ἀποδιδράσκει ἀπ' αὐτοῦ, ὅτε καὶ τοὺς ἄρτους ἔφαγε τῆς προθέσεως ἐκ χειρὸς Ἀχιμέλεχ τοῦ ἀρχιερέως. περὶ οὗ Σαοὺλ θυμωθεὶς καὶ ἀγανακτήσας ἀνεῖλε τὸν Ἀχιμέλεχ διὰ χειρὸς ∆ωὴκ τοῦ Σύρου καὶ πάν τας τοὺς μετ' αὐτοῦ ἱερεῖς κυρίου ἄνδρας τνʹ, οὐ μὴν δὲ ἀλλὰ καὶ πᾶσαν τὴν πόλιν τῶν ἱερέων Νομβὰν ἐπάταξεν ἐν στόματι ῥομφαίας ἀπὸ ἀνδρὸς ἕως γυναικὸς καὶ νηπίου θηλάζοντος καὶ μόσχου καὶ ὄνου καὶ προβάτου, καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς πλὴν Ἀβιάθαρ υἱὸς Ἀχιμέλεχ φυγὼν πρὸς τὸν ∆αυίδ. αὕτη τοῦ Σαοὺλ ἡ μιαιφονία πασῶν τῶν ἄλλων ἁμαρτημάτων δυσσεβεστέρα. τοῦ μὲν γὰρ θεοῦ προστεταχότος ἄρδην ἐξολοθρεῦσαι τὸν Ἀμαλήκ, οὐ μόνον τὸν Ἄγαγ διέσωσεν, ἀλλὰ καὶ ὅσα ἦν αὐτοῦ ἀξιόκτητα, τοῦ δὲ θυμοῦ κεκινηκότος, οὐ μόνον τοὺς ἱερεῖς κατέκτει νεν, ἀλλὰ καὶ τὴν πόλιν αὔτανδρον διέφθειρεν. καταδιώ 168 κων δὲ καὶ τὸν ∆αυὶδ καὶ ἅπαξ καὶ δὶς ἐμπεσὼν εἰς τὰς χεῖρας τοῦ μακαρίου, καὶ μηδὲν ἀνταποδοὺς αὐτῷ κακὸν ἀντὶ κακοῦ ἔφη ∆αυὶδ ὁ πραότατος πρὸς Σαοὺλ τὸν ἀπαν θρωπότατον· ἵνα τί καταδιώκεις, ὦ βασιλεῦ, λαβεῖν τὴν ψυχήν μου; δικάσαι κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἐκδικήσαι με ἐκ χειρός σου. ἡ δὲ χείρ μου οὐκ ἔστιν ἐπί σε, καθὼς λέγεται ἐν τῇ ἀρχαίᾳ παραβολῇ, ὅτι ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια. καὶ ὁ μὲν οἶκος ∆αυὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, ὁ δὲ οἶκος Σαοὺλ ἐπορεύετο καὶ ἠσθένει. εἶτα τῶν ἀλλοφύλων κατὰ Σαοὺλ ἐστρατοπεδευκότων, τοῦ δὲ πρὸς τὴν ἐγγαστρίμυθον ἀπελθόντος καὶ τὴν ἀπόφασιν δεξαμένου, προθύμως εἰσῆλθεν εἰς τὸν πόλεμον καὶ τοξευ θεὶς εἰς τὰ ὑποχόνδρια εἶπε πρὸς τὸν αἴροντα αὐτοῦ τὰ σκεύη· σπάσαι τὴν ῥομφαίαν σου καὶ ἀποκέντησόν με, μή ποτε παίξωσιν εἰς ἐμὲ οἱ ἀπερίτμητοι οὗτοι. τοῦ δὲ φοβη θέντος καὶ μὴ ὑπακούσαντος, ἔλαβε Σαοὺλ τὴν ῥομφαίαν αὐτοῦ καὶ ἐπέπεσεν ἐπ' αὐτήν· ἐφ' ὃν καὶ ὁ σκευοφόρος ἐπιπεσὼν ἀναιρεῖται καὶ αὐτὸς διὰ τῆς αὐτῆς ῥομφαίας. καὶ οὕτως ἀπέθανε Σαοὺλ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, αἷς ἠνόμησε τῷ θεῷ, διότι οὐκ ἐφύλαξε τὸν λόγον κυρίου καὶ ὅτι ἐπηρώτησεν ἐν τῷ ἐγγαστριμύθῳ τοῦ ζητῆσαι, καὶ ἀπε 169 κρίθη αὐτῷ Σαμουὴλ ὁ προφήτης, καὶ οὐκ ἐζήτησε κύριον, καὶ ἀπέκτεινεν αὐτόν, καὶ ἀφαιρεθεῖσα ἡ βασιλεία ἐκ τοῦ γένους αὐτοῦ μετηνέχθη εἰς τὸ γένος ∆αυίδ. τί τοίνυν τὸν Σαοὺλ ὤνησε τὸ μέγεθος καὶ ὕψος τοῦ σώματος; ἢ