1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

55

ἀπὸ τοῦ οἴκου Λάβαν. 121 Τινὲς βεβαιοῦνται ὡς ἐκ τῆς γραφικῆς ἀκολουθίας ὅτι μετὰ τὸ λαβεῖν τὴν Ῥαχὴλ τὸν Ἰακὼβ ἤρξατο τίκτειν ἡ Λεία. ἐπεὶ πῶς εʹ ἔστιν ὁ ∆ὰν ἀπὸ Βαλλᾶς παιδίσκης Ῥαχήλ, καὶ ςʹ ὁ Νεφθαλείμ, ἐὰν ἀπὸ αʹ ἔτους Λείας ἐγένοντο, εἶτα ζʹ ὁ Γὰδ ἀπὸ Ζελφᾶς καὶ οἱ ἐφεξῆς; Ἰώσηππος λέγει ζʹ ἡμέρας τὸν Ἰακὼβ δουλεῦσαι τῷ Λάβαν μετὰ τὸν γάμον Λείας, καὶ μετὰ τὰς ζʹ ἡμέρας λαβεῖν τὴν Ῥαχήλ, καὶ μετὰ ταῦτα εἶναι παρὰ τῷ Λάβαν ἕως τῆς ἀναχωρήσεως αὐτοῦ. Οὔτε κατὰ τὸν Ἀφρικανόν μοι δοκεῖ δυνατὸν εἶναι τὸν Λευὶ γεννηθῆναι τῷ πζʹ ἔτει τοῦ Ἰακὼβ οὔτε κατὰ τὸν Εὐσέβιον τῷ αὐτῷ πζʹ. εἰ γὰρ ὁ Ἰωσὴφ μʹ ἐτῶν ἦν τῷ ρλʹ ἔτει τοῦ Ἰακώβ, ἡνίκα κατῆλθε πρὸς αὐτὸν εἰς Αἴγυπτον, ἀνάγκη πᾶσα τὸν Ἰακὼβ ζαʹ αὐτοῦ ἔτει γεννῆσαι τὸν Ἰωσὴφἐκ τῆς Ῥαχήλ. ὁ δὲ Λευὶ ὁμολογουμένως πρὸ Ἰωσὴφ θʹ ἔτεσιν, ἢ τοὐλάχιστον ηʹ προγεγενημένος ἦν οὕτως αʹ Λευὶ ἔτος αʹ τοῦ τρίτου υἱοῦ Λείας. βʹ Ἰούδας μετὰ Λευὶ τέταρτος υἱὸς Λείας. γʹ ∆ὰν ἐκ Βαλλᾶς παιδίσκης Ῥαχήλ. δʹ Νεφθαλεὶμ ἐκ τῆς αὐτῆς Βαλλᾶς. εʹ Γὰδ ἐκ Ζελφᾶς παιδίσκης Λείας. ςʹ Ἀσὴρ ἐκ τῆς αὐτῆς Ζελφᾶς. ζʹ Ἰσσάχαρ πέμπτος υἱὸς Λείας. ηʹ Ζαβουλὼν ἕκτος υἱὸς Λείας. θʹ ∆είνα θυγάτηρ Λείας. ιʹ Ἰωσὴφ πρῶτος υἱὸς Ῥαχήλ. Ἰδοὺ δὴ φανερὸν ὅτι ἐκ τῶν ζαʹ ἐτῶν τοῦ Ἰακὼβ ἀφαιρουμένων θʹ, ἀναστρεφόντων ἡμῶν ἀπὸ τοῦ Ἰωσὴφ ἐπὶ τὸν Λευὶ πβʹ ὑπολειφθήσονται· καλῶς ἄρα ἡμῖν ἐστοιχείωται ὁ Λευὶ τῷ πβʹ ἔτει τοῦ Ἰακὼβ γεννηθείς. Γενεὰ κδʹ Λευὶ ἔτη μζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γφνεʹ. 122 Ἀφρικανοῦ Ἀπὸ Ἀδὰμ τοίνυν ἐπὶ τὴν τελευτὴν Ἰωσὴφ καὶ τῆσδε τῆς βίβλου γενεαὶ μὲν κγʹ, ἔτη δὲ γφξγʹ. ∆ιαμαρτάνει προφανῶς ἔτη ριʹ. τῷ γὰρ αὐτῷ γφξγʹ ἔτει τοῦ κόσμου ἐγεννήθη Ἰωσήφ, ὡς ὑπόκειται. τῷ θʹ ἔτει τῆς ζωῆς τοῦ Λευὶ ἐγέννησε Ῥαχὴλ τὸν Ἰωσὴφ τῷ Ἰακώβ. ἦν δὲ τῆς ζωῆς Ἰακὼβ ἔτος ζαʹ, κόσμοδὲ γφξγʹ. Πρῶτον ἔτος τῆς ζωῆς Ἰωσήφ, τοῦ δὲ κόσμου ἦν ἔτος γφξγʹ. Τῷ ζγʹ ἔτει Ἰακώβ, ιαʹ δὲ τοῦ Λευὶ καὶ γʹ τοῦ Ἰωσὴφ ἀπέδρα Ἰακὼβἀπὸ Μεσοποταμίας, καὶ τῷ ἀδελφῷ συντυχὼν δώροις κατήλλαξε. τοῦ δὲ κόσμου ἦν ἔτος γφξεʹ. Ὁ Ἰακὼβ Ἰσραὴλ μετεκλήθη διαβαίνων τὸν Ἰορδάνην, καὶ ἐπευλογήθηιβʹ ἔτει τοῦ Λευί. τοῦ δὲ κόσμου ἦν ἔτος γφξ ςʹ. Ἰακὼβ ἀποδεκατώσας τὰ ἑαυτοῦ τὸν Λευὶ ιηʹ ἐτῶν ὄντα ἀρχιερέα ἀν έδειξεν, ιʹ ὄντα ἀπὸ τοῦ ἐσχάτου κατὰ τὸν τῆς ἀναστροφῆς λόγον. Ῥουβὴν γὰρ διὰ τὴν παλλακὴν τοῦ πατρὸς αὐτοῦ ἐστερήθη βασιλείας καὶ ἱερω σύνης, πρωτότοκος ὤν, ἔτει κοσμικῷ γφοβʹ. Ῥαχὴλ ἐν τῷ τίκτειν τὸν Βενιαμὶν ἐτελεύτησε, καὶ ἐτάφη μεταξὺ Βηθ λεὲμ καὶ Ἱερουσαλὴμ εἰς τὸν ἱππόδρομον. ἦν δὲ τοῦ Λευὶ ἔτος καʹ, τοῦ δὲ κόσμου ἦν ἔτος γφοεʹ. ταύτης ἐγὼ τὴν λάρνακα τῆς γῆς ὑπερκειμένην πολλάκις ἐκεῖσε παροδεύων ἐπὶ Βηθλεὲμ καὶ τὴν παλαιὰν λεγομένην λαύ ραν τοῦ ὁσίου Χαρίτωνος ἑώρακα. Ἰωσὴφ ὑπὸ τῶν ἀδελφῶν διὰ φθόνον ἐπράθη ἑπτακαιδέκατον ἔτος ἄγων μετὰ εʹ ἔτος τῆς τελευτῆς Ῥαχήλ, ἐπισήμως ὑπὸ θεοῦ ἐνυπνιαζό μενος καὶ ὑπὸ τοῦ πατρὸς διὰ πολλὴν φρόνησιν ἀγαπώμενος. τοῦ δὲ κό σμου ἦν ἔτος γφοθʹ. Τῷ γφπθʹ ἔτει τοῦ κόσμου, τοῦ δὲ Λευὶ λεʹ, Ἰωσὴφ καθείρχθη ἐν τῷ δεσμωτηρίῳ. 123 Τῷ ληʹ ἔτει τῆς ζωῆς Λευί, ρκʹ τοῦ Ἰακώβ, τοῦ δὲ κόσμου γφ ζβʹ, Ἰωσὴφ ἐπὶ τῆς ἀρχῆς Αἰγύπτου ἀναβιβάζεται, ὅπερ ἦν τῆς μὲν τοῦ Ἰωσὴφ ἔτος λʹ, ὥς φησιν ἡ γραφή, Ἀφώφεως δὲ τῆς βασιλείας τοῦ καὶ Φαραῶ ἔτος ιζʹ. εἰσὶν οὖν τὰ τῆς ἐν Αἰγύπτῳ εὐθηνίας ἔτη ζʹ ἀπὸ τοῦ λαʹ ἔτους Ἰωσήφ, λθʹ τοῦ Λευί, ρκαʹ Ἰακώβ. τῷ δὲ ληʹ Ἰωσὴφ ἤρξατοἡ λιμὸς καὶ μετὰ δύο ἔτη κατῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον, ρλʹ ἔτει αὐτοῦ, τοῦ δὲ Ἰωσὴφ μʹ. Τῷ ρκʹ ἔτει τοῦ Ἰακὼβ ἐτελεύτησεν ὁ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ ζήσας ἔτη ρπʹ. ἐτάφη δὲ ὑπὸ Ἰακὼβ καὶ Ἡσαῦ τῶν παίδων αὐτοῦ. Ἡ ποιμενικὴ σκηνὴ τοῦ Ἰακὼβ ἐν Ἐδέσῃ σῳζομένη κατὰ τοὺς χρόνους Ἀντωνίνου Ῥωμαίων βασιλέως διεφθάρη κεραυνῷ, ὥς φησιν ὁ Ἀφρικανός, ἕως τῶν χρόνων αὐτοῦ Ἀντωνίνου ἱστορήσας. Ἰακὼβ ἀπαρεσθεὶς τοῖς ὑπὸ Συμεὼν καὶ Λευὶ πραχθεῖσιν ἐν Σικίμοις διὰ τὴν τῆς ἀδελφῆς φθορὰν εἰς τοὺς ἐπιχωρίους, θάψας ἐν Σικίμοις οὓς ἐφέρετο θεοὺς