55
κακῶν. παραπλήσιον γὰρ συμβαίνει καὶ ἐφ' ἡμῖν, ὁποῖον ἂν καὶ ἐπὶ δυσὶ τῶν ἐπὶ ῥώμῃ καὶ μεγέθει θαυμαζομένων συμβαίη ζώων· ἐκείνων τε γὰρ ἀλλήλοις ἀντεπιόντων καὶ συῤῥηγνυμένων, τὰ ἐν ποσὶ πάντα συντρίβεσθαι καὶ διαφθείρεσθαι εἰκὸς, ἀδικοῦντα μηδέν· καὶ ὑμῶν ἀπόλλυσθαι τοὺς ὑπηκόους μαχομένων. οὗ δὴ ἕνεκα οὐ μόνον ὅτι εἰρήνην γενέσθαι δεῖ σκοπεῖν, ἀλλ' ὅπως καὶ βεβαία καὶ ἀκατάλυτος μενεῖ· ὡς εἴγε μέλλοιμεν, ὥσπερ καὶ πρότερον, οὐκ εἰρήνην βεβαίαν, ἀλλ' ὥσπερ ἀνακωχὰς τοῦ πολέμου ποιεῖν, βέλτιον μηδὲ γενέσθαι τὴν ἀρχήν. οὐδὲν γὰρ ἕτερον ἢ ἐπιορκίας ἐγκλήμασι τοὺς προτέρους παρασπονδήσαντας ἐνέχεσθαι περιέσται.» Τῶν τοιούτων δὲ λόγων οἵ τε τῆς συγκλήτου καὶ τῆς 1.158 στρατιᾶς ἀκούσαντες, ὅτι μὲν κατασκευάζων τοιαῦτα ὁ μέγας δομέστικος ἐδημηγόρει, ᾔσθοντο οὐδ' ἐπὶ μικρόν. νομίσαντες δὲ οὐκ ἄλλοθέν ποθεν αὐτὸν αἰνίττεσθαι βεβαίαν ἔσεσθαι τὴν εἰρήνην, ἢ ἀπὸ τοῦ βασιλέα τὸν νέον ἥν τε κατεῖχε πρότερον μοῖραν τῆς ἀρχῆς καὶ ὧν προσείληφεν ἐν τῷ νῦν πολέμῳ τὰ πλείω κατασχόντα ἐς τὰ μάλιστα γενέσθαι δυνατὸν, τὸν δὲ πρεσβύτερον ἠσθενηκότα διὰ τὸ τῆς ἀρχῆς ἀφῃρῆσθαι πολλὰ ἀτολμότερον πρὸς τὸ νεωτερίζειν ἂν γενέσθαι, καὶ δίκαια καὶ συμφέροντα πάντες εἶπον τὸν μέγαν δομέστικον εἰρηκέναι, καὶ τοιαύτην δεῖν ἐθορύβησαν τὴν εἰρήνην εἶναι. ὁ βασιλεὺς δὲ ἤδη τοῖς οἰκείοις λόγοις πάντας προκατειλημμένους συνορῶν, «κἀμοὶ τὰ ἴσα» εἶπε «συνδοκεῖ· τό, τε γὰρ πρὸς ἀλλήλους ἡμᾶς πολεμεῖν, καὶ αὐτοῖς ἡμῖν καὶ τοῖς ὑπηκόοις ἀλυσιτελές· καὶ τὸ παράδειγμα οἰκεῖον μάλιστα, ᾧ προσείκασεν ὁ μέγας δομέστικος τὸν πρὸς ἀλλήλους πόλεμον ἡμῶν. ἀνάγκη γὰρ ὑμᾶς τε τοὺς ὑπ' ἀμφοτέροις στρατευομένους ἐν ταῖς μάχαις ὑπ' ἀλλήλων ἀποθνήσκειν, καὶ τὰς κτήσεις, ἐξ ὧν αἵ τε ἰδιωτικαὶ καὶ αἱ δημόσιοι διαφθείρεσθαι πρόσοδοι. καὶ τὸ μὴ βεβαίαν αὖθις, ἀλλ' ὑφ' ὁτουοῦν διαλυθήσεσθαι προσδοκωμένην γενέσθαι τὴν εἰρήνην, μάλιστα ἀσύμφορον ἡμῖν. διὸ δεῖ σκεψαμένους αὐτοὺς, πᾶσαν πρότερον πολέμου πρόφασιν περιελεῖν· πολέμου δὲ πρόφασις πᾶσιν ἀνθρώποις ἢ οἰόμενον ἀδικεῖσθαι ἀμύνεσθαι ἐθέλειν, ἢ πολέμου ἄρχειν αἱρούμενον ἀδικεῖν· ἐὰν δέ τις ἀγα 1.159 γὼν ἑαυτὸν ἐγχειρίσῃ τῷ πολεμοῦντι, πᾶσαν πρόφασιν πολέμου περιεῖλεν. εἴτε γὰρ ᾤετο ἀδικεῖσθαι, τὸν ἀδικοῦντα ἔχων ἡσυχάσει, εἴτε προὐθυμεῖτο πλεονεκτεῖν, πλέον ἔχων οὗ προσεδόκησε, καὶ οὕτω παύσεται τοῦ πολεμεῖν. διὸ δεῖ καὶ ἡμᾶς βεβαίας εἰρήνης ἐπιθυμοῦντας, θεῷ τε θαῤῥήσαντας καὶ τῇ σφετέρᾳ αὐτῶν πράξει ὡς ἀγαθῇ, πᾶσαν τὴν ἀρχὴν ἡμῶν τε αὐτῶν καὶ πόλεων καὶ προσόδων ἐγχειρίσαι τῷ βασιλεῖ· οὕτω δὲ πράξαντες, πᾶσαν πρόφασιν τῶν συκοφαντῶν διαβολῆς περιελοῦμεν· ἐκείνων δὲ πεπαυμένων κακουργεῖν, οὐδὲν ἔτι ἐμποδὼν ἔσται βαθείας ἀπολαύειν πάντας εἰρήνης. εἰ δ' αὖθις χωρήσομεν εἰς μερισμοὺς, πρῶτον μὲν αὐτὸ τοῦτο, τὸ δυσὶν ἔτεσι καὶ ἑξήκοντα ὁμοῦ πάντων ἄρχοντα αὐτὸν, νῦν τῆς κατὰ πάντων ἐξουσίας ἀποστερεῖσθαι, ἱκανὸν πρὸς ταραχὴν καὶ δυνατὸν τοῖς συκοφάνταις πεῖσαι προσέχειν ὡς ἐπιβουλεύεται παρ' ἡμῶν καταψευδομένοις. ἔπειτα δὲ καὶ τούτοις αὐτοῖς, ὥστ' ἔχειν ῥάπτειν τὰς διαβολὰς, ὕλην ἂν παράσχοιμεν πολλήν· ἐχόντων δὲ ἐκείνων δύναμιν κακουργεῖν, οὐκ ἐν πολλῷ χρόνῳ ἀναγκασθησόμεθα αὖθις πολεμεῖν. οὐκ ἠρεμήσουσι γὰρ, ἄχρις ἂν ποικίλαις καὶ πολλαῖς διαβολαῖς ἐξορμήσωσι πρὸς πόλεμον τὸν βασιλέα. μὴ θαυμάσητε δὲ, εἰ παρὰ τῶν νεωτεροποιῶν τούτων καὶ φθόρων ἐξαπατήσεσθαι τὸν βασιλέα λέγων, ἐμαυτὸν ἐξαίρω τοῦ λόγου ὡς μὴ τὰ ἴσα δυνάμενον παθεῖν, καίτοι γε οὕτως ἔχω παρασκευῆς καὶ γνώμης, ὡς οὐδ' 1.160 ἂν εἴ τι γένοιτο, μήτοι γε ἐκ διαβολῆς, ἀλλ' οὐδ' εἰ ἀληθῆ τὰ λεγόμενα εἴη, πρὸς πόλεμον πρότερος αὐτὸς ἐξορμήσων, πρὶν ἂν αὐτοῖς ἔργοις ἀναγκασθῶ ὡς ἐπιόντα ἀπωσόμενος τὸν πόλεμον, τὰ ὅπλα ἀναλαμβάνειν, ἀλλ' ὡς ἐνέχυρα ἱκανὰ πρὸς ἐκεῖνον τῆς διαβολῆς ἐχούσης. ὁ γὰρ ἄρχων μὴ τὴν ἀρχὴν ἀφαιρεθείη δεδοικὼς, κἂν ἐπιβουλεύεσθαι πεισθείη· ὁ δουλεύων δὲ οὐκ ἂν πείθοιτο