55
τὴν μετάνοιαν αὐτοῦ μὴ ἐπάξειν αὐτῷ τὰ ἠπειλημένα ἐδήλωσε τῷ προφήτῃ, ἀλλ' ἐν ταῖς ἡμέραις τοῦ παιδὸς αὐτοῦ ταῦτα τελέσειν. ̔Ο δὲ τοῦ Αδερ υἱὸς βασιλεὺς Συρίας ἐστράτευ1.138 σεν ἐπὶ τὴν Σαμάρειαν μετὰ βαρείας δυνάμεως καὶ συμμάχων πολλῶν. καὶ πολιορκῶν αὐτὴν επεμψε πρὸς ̓Αχαὰβ λέγων οτι "ὁ πλοῦτός σου καὶ αἱ γυναῖκές σου καὶ τὰ τέκνα σου ἐμά ἐστι· λήψομαι γὰρ πολέμῳ αὐτά. αν δ' οσα βούλωμαι παραχωρήσῃς μοι λήψεσθαι, λύσω τὴν πολιορκίαν καὶ ἀπελεύσομαι." ̓Αχαὰβ δέ "κἀγώ" εφη "καὶ οἱ ἐμοὶ πάντες σοί ἐσμεν." καὶ συναθροίσας τοὺς πρεσβυτέρους τῆς γῆς, οσα πρὸς αὐτὸν διεπέμψατο ὁ πολέμιος ἀνεδίδαξε. τὸ δὲ πλῆθος μὴ πεισθῆναι αὐτῷ συνεβούλευσεν. ὁ δὲ τοῖς πρέσβεσι τῶν πολεμίων ειπε μὴ δύνασθαι ποιῆσαι τὸ ἀπαιτούμενον. τοῦτο ἀγγελθὲν τῷ βασιλεῖ τῆς Συρίας εἰς ὀργὴν ἐκεῖνον ἐκίνησε, καὶ χάρακα βαλεῖν περὶ τὴν πόλιν καὶ χώματα ἐγείρειν ἐκέλευσε. προφήτου δέ τινος τῷ ̓Αχαὰβ φήσαντος παραδιδόναι τὸν θεὸν τοὺς πολεμίους αὐτῷ μετὰ τῶν παιδαρίων τῶν ἡγεμόνων ἐπιόντι αὐτοῖς, ἠρίθμησε τὰ παιδάρια, καὶ ευρε διακόσια τριάκοντα δύο. τῶν δὲ πολεμίων εὐωχουμένων καὶ μεθυόντων κατὰ μεσημβρίαν ἐξῆλθεν ὁ ̓Αχαὰβ παραλαβὼν τὰ παιδάρια. ὁ βασιλεὺς δὲ Συρίας ἰδὼν αὐτούς, δεδεμένους τοὺς προσιόντας παραστῆσαι αὐτῷ τισι τῶν οἰκείων προσέταξεν. οἱ δὲ παῖδες τοῖς ἐπιοῦσι προσμίξαντες πολλοὺς ἀνεῖλον. ἑπομένη δ' οπισθεν τῶν παίδων ἡ πᾶσα δύναμις τοῦ ̓Ισραὴλ ἐξαίφνης κατὰ τῶν Σύρων ὁρμήσασα εἰς φυγὴν αὐτοὺς ετρεψεν, ὡς καὶ τὸν βασιλέα σφῶν μόλις φυγόντα σωθῆναι. καὶ ἀναστρέψας ἐκ τῆς διώξεως ̓Αχαὰβ τὸ στρατόπεδον τῶν πολεμίων διήρπασε, καὶ ἐπανῆλθε πρὸς τὴν Σαμάρειαν. ὁ δὲ προφήτης αυθις τοῦ Σύρου αὐτῷ προεῖπεν ἐπέλευσιν. ηδη δὲ ἐπιστάντος τοῦ εαρος ἐπεστράτευσεν αυθις ὁ Σύρος κατὰ τοῦ ̓Ισραήλ, καὶ ἐν 1.139 πεδίῳ ἐσκήνωσεν. ειπον γὰρ αὐτῷ οἱ περὶ αὐτὸν ἐν ορεσι τὸν θεὸν τῶν ̔Εβραίων τὴν δύναμιν εχειν, οὐ μέντοι καὶ ἐν κοιλάσι. τοῦ δὲ προφήτου νίκην ἐπαγγελλομένου τῷ ̓Αχαάβ, ινα, φησί, καὶ ἐν κοιλάσι τὴν ἰσχὺν ἐπιδείξηται ὁ θεός, τὰς μὲν αλλας ἡμέρας ἡσύχαζον τὰ στρατόπεδα, τῇ δ' ἑβδόμῃ μάχης συρραγείσης φεύγουσιν οἱ Σύροι· καὶ ̓Αχαὰβ ἐδίωκε καὶ ἀνῄρει αὐτούς. πολλοὶ δὲ περισωθέντες εἰς Αφεκκα τὴν πόλιν ἐκεῖ διεφθάρησαν τοῦ τείχους ἐπιπεσόντος αὐτοῖς. ὁ δὲ τοῦ Αδερ υἱὸς μετά τινων ὀλίγων φυγὼν ἐκρύβη. οἱ δὲ περὶ ἐκεῖνον σάκκους ἐνδύντες καὶ σχοίνους ταῖς κεφαλαῖς περιδήσαντες προσῆλθον τῷ ̓Αχαάβ, καὶ σώζειν τὸν ἑαυτῶν ἱκέτευον κύριον· ὁ δὲ κατένευσε. κἀκεῖνοι προσήγαγον τὸν ἀρχηγὸν ἑαυτῶν ἐφ' αρματος ὀχουμένῳ τῷ ̓Αχαάβ. ὁ δὲ ἐπὶ τὸ αρμα λαμβάνει αὐτὸν καὶ ἀσπάζεται καὶ θαρρεῖν ἐγκελεύεται. ειτα ἐπὶ συνθήκαις ἀφῆκεν αὐτὸν ἀπελθεῖν, πολλὰ δωρησάμενος. ὁ προφήτης δὲ Μιχαίας τινὰ τῶν ὁμοφύλων ἠξίου πατάξαι αὐτὸν κατὰ κεφαλῆς. τοῦ δὲ μὴ πειθομένου, ὑπὸ λέοντος αὐτὸν παταχθῆναι προέφη· καὶ γέγονεν εἰς εργον ἡ πρόρρησις. ειθ' ἑτέρῳ τὴν αὐτὴν προσῆγεν ἀξίωσιν· πλήξαντος δ' ἐκείνου, καταδησάμενος τὴν κεφαλὴν προσῆλθε τῷ ̓Αχαάβ, λέγων ἐπὶ φυλακῇ παραλαβεῖν παρὰ τοῦ ταξιάρχου αἰχμάλωτον, φυγόντος δ' ἐκείνου τὸν ταξιάρχην ζητεῖν αὐτὸν ἀνελεῖν. ὡς δὲ δίκαιον ειναι τοῦτο ειπεν ὁ ̓Αχαάβ, λύσας ἐκεῖνος τὴν κεφαλὴν ἐπεγνώσθη ὡς ὁ προφήτης Μιχαίας ην. καὶ εφη τῷ ̓Αχαάβ "ἐπεὶ τὸν βασιλέα Συρίας ανδρα ὀλέθριον ἀτιμώρητον ἀφῆκας, αὐτὸς ἀντ' ἐκείνου ἀποθανῇ, καὶ ὁ σὸς λαὸς ἀντὶ τοῦ λαοῦ ἐκείνου." ἐλυπήθη τούτων ἀκούσας ὁ ̓Αχαάβ. 1.140 ἐπὶ δὲ τριετίαν εἰρήνην ἀγαγών, ειτα βουληθεὶς τὴν πόλιν ̔Ρεμμὰθ ὡς αὐτῷ διαφέρουσαν ἀφελέσθαι τῶν Σύρων, ἠξίου καὶ τὸν βασιλέα τῆς ̔Ιερουσαλὴμ τὸν ̓Ιωσαφὰτ συνεκστρατεῦσαι αὐτῷ. κἀκεῖνος κατένευσε, καὶ συνεβούλευεν ἐρωτῆσαι τὸν θεὸν διὰ προφήτου εἰ εὐδοκεῖ. ̓Αχαὰβ δὲ τοὺς ἑαυτοῦ προφήτας συγκαλεσάμενος εἰ πορεύσεται πρὸς πόλεμον ηρετο. τῶν δὲ νίκην ἐπαγγελλομένων ὁ βασιλεὺς ̓Ιωσαφὰτ προφήτην ἐζήτησε τοῦ κυρίου. ̓Αχαὰβ δὲ ειναι μὲν εφη, προσωχθικέναι δ' ἐκείνῳ κακὰ προαγορεύοντι. καὶ