Ἀπόκρισις. Ὥσπερ οὐ κατὰ τὴν ἐκ τοῦ σώματος εἰς τὸ πνεῦμα τρο πὴν περιεπάτησεν ὁ κύριος ἐπὶ τὴν θάλασσαν, ἀλλὰ τῇ θείᾳ αὑτοῦ δυνάμει βατὴν ἐποίησε τὴν εἰς περιπάτησιν ἄβατον θάλασσαν οὐ μόνον τῷ ἑαυτοῦ σώματι ἀλλὰ καὶ τῷ τοῦ Πέτρου, οὕτως τῇ ἑαυτοῦ θείᾳ δυνάμει καὶ τοῦ μνήματος ἐξῆλθε τοῦ λίθου ἐπικειμένου τῷ μνήματι, καὶ πρὸς τοὺς μαθητὰς εἰσῆλθε τῶν θυρῶν κεκλεισμένων. Oὐ γὰρ διὰ τὴν αὐτοῦ ἔγερσιν τοῦ λίθου ἐκ τοῦ μνήματος ἐγένετο ἡ ἀφαίρεσις, ἀλλὰ διὰ τὸ δη λωθῆναι τοῖς ὁρῶσι τὴν ἀνάστασιν· τὸ γὰρ ἐν τῷ μνήματι τὰ μὲν τοῦ ἐνταφιασμοῦ αὐτοῦ ὁρᾶν ἱμάτια, αὐτὸν δὲ μὴ ὁρᾶν, δεῖγμα τῆς αὐτοῦ ἐναργέστατον γέγονεν ἀναστάσεως. Χρὴ δὲ ἡμᾶς ἐννοῆσαι ὅτι τὰ ἰσοδύναμα τὴν αὐτὴν ἔχει πίστιν συγχω ρουμένων αὐτῶν καὶ τὴν αὐτὴν ἔχει πίστιν ἀναιρουμένων αὐτῶν· ἰσοδυναμεῖ δὲ τὸ περιπατεῖν ἐπὶ τὴν θάλασσαν ἐν ἀτρέπτῳ σώματι τῷ εἰσελθεῖν πρὸς τοὺς ἀποστόλους ἐν ἀτρέπτῳ σώματι τῶν θυρῶν κεκλεισμένων. Καὶ ὅτι τὰ ὑπὲρ φύσιν ἐν τῇ φύσει γιγνόμενα κατὰ τὴν θείαν δύναμιν ἀδύνατον κατὰ τὸν λόγον τῆς φύσεως ποιήσασθαι τὴν παράστασιν, διὸ πτοηθέντων τῶν μαθητῶν ἐπὶ τῇ τοιαύτῃ εἰσόδῳ ἐπέτρεψεν αὐτοῖς ψηλαφᾶν τοὺς πεπονθότας τόπους τοῦ σώματος αὑτοῦ, ὅτι οὐ κατὰ τροπὴν τοῦ σώματος εἰς τὸ πνεῦμα ἐποίησεν εἰς αὐτοὺς τὴν εἴσοδον, ἀλλὰ ἐν παχυμερεῖ σώματι τῇ θείᾳ αὑ τοῦ δυνάμει ποιητικῇ τῶν ὑπὲρ φύσιν. Ἐρώτησις ριη. Eἰ πάντα ὁ θεὸς ποιήσας κατὰ κύκλον τῆς φύσεως τοῦ παντὸς δεσπότης καθέστηκε, διὸ καὶ ∆αυῒδ ἐν παντὶ τόπῳ τῆς τοῦ κυρίου δεσποτείας εὐλογεῖν ἡμῖν τὸν κύριον ἐγκελεύε ται, ὁμοίως δὲ καὶ ὁ ἀπόστολος ἐν παντὶ τόπῳ ἐπαίρειν ἡμᾶς πρὸς τὸν θεὸν ὁσίους χεῖρας ἐντέλλεται, διὰ τί, ὡς σεμνὸν ἔργον τε καὶ οἰκητήριον θεῖον τὸ πρὸς τὸ ἡλιακὸν κλίμα νομί ζοντες, ἐν αὐτῷ ἀφορῶντες τοὺς ὕμνους καὶ τὰς προσευχὰς τῷ θεῷ ἀναπέμπομεν; Τίνες δὲ καὶ οἱ ταύτην τὴν συνήθειαν τοῖς Χριστιανοῖς ἐκδιδάξαντες; Ἀπόκρισις. Ἐπειδὴ τῶν παρ' ἡμῖν τὰ τιμιώτερα εἰς τιμὴν τοῦ θεοῦ ἀφορίζομεν, κατὰ δὲ τὴν τῶν ἀνθρώπων ὑπόληψιν τιμιωτέρα ἐστὶν ἡ ἀνατολὴ τῶν ἄλλων μερῶν τῆς κτίσεως, διὰ τοῦτο ἐν τῷ καιρῷ τῆς προσευχῆς νεύομεν πρὸς ἀνατολὴν πάντες. Κα θάπερ τῇ δεξιᾷ χειρὶ ἐν ὀνόματι Χριστοῦ κατασφραγίζομεν τοὺς τῆς σφραγῖδος ταύτης δεομένους, ἐπειδὴ τιμιωτέρα νενό μισται τῆς ἀριστερᾶς, καίτοι θέσει καὶ οὐ φύσει διαφέρουσα ταύτης ὑπάρχει, οὕτως καὶ ἡ ἀνατολή, ὡς τιμιώτερον μέρος τῆς κτίσεως, εἰς προσκύνησιν θεοῦ ἀφώρισται. Oὐκ ἐναντιοῦ ται δὲ τῇ προφητικῇ τε καὶ ἀποστολικῇ φωνῇ τὸ πρὸς τὴν ἀνατολὴν ποιεῖν ἡμᾶς τὰς εὐχάς. Ἐν παντὶ γὰρ τόπῳ ὑπάρχει ἡ ἀνατολὴ τοῖς εὐχομένοις· καὶ ἐπειδὴ ἐφ' ὃ μέρος τὴν ὁρατὴν αἴσθησιν κεκτήμεθα κατὰ τοῦτο τὸ μέρος προσκυνοῦμεν, ἀδύ νατον δὲ ἐν τῷ καιρῷ τῆς προσευχῆς εἰς τὰ τέσσαρα μέρη τῆς