1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

55

πρὸ τριῶν Νωνῶν ∆εκεμβρίων ἡμέρα ἄπρακτος, καθ' ἣν ὁ Εὐκτήμων τὸν κύνα δύεσθαι καὶ τὸν χειμῶνα ἐνάρχεσθαι λέγει. καὶ ἤγετο ἱπποδρομία, καθ' ἣν ἀπευκ..... 4.157 Οἱ διπούνδιοι οἱονεὶ νεοστράτευτοι, οὓς καὶ τίρωνας ἀπὸ τοῦ στρατεύεσθαι δι' ἔνδειαν τροφῆς Ἰταλοὶ καλοῦσι. διπουνδίους δὲ αὐτοὺς ἐκάλουν ἀπὸ τῶν ἄρτι παραγγελέντων ἐν στρατείᾳ· οὐ γὰρ ..... διπουνδίους δὲ αὐτοὺς ἐκάλουν ἐκ τοῦ δύο μόνοις νομίσμασιν ἀρκουμένους ὑπομένειν στρατεύεσθαι· διπούνδιον γὰρ τὸ διόβολον Ῥωμαίοις ἔθος καλεῖν. 4.158 Ἔθος ἦν τοῖς Ῥωμαίοις εἰς τρία διατάττειν αὐτῶν τὴν πολιτείαν καὶ τοὺς μὲν ἐπιτηδείους τοῖς ὅπλοις ἀφορίζειν, τοὺς δὲ τῇ γεωργίᾳ, τοὺς δὲ τοῖς κυνηγεσίοις. τούτων δὲ πέρας ἄγει ἡ τοῦ χειμῶνος ὥρα· ἐν αὐτῇ γὰρ οὔτε ἐνοπλίζονται οὔτε γεωργοῦσι διὰ τὸ τῆς ὥρας ψῦχος καὶ τὸ τῆς ἡμέρας βραχύ· ὅθεν καὶ βροῦμαν αὐτὴν πατρίως ὠνόμασαν, οἱονεὶ βραχὺ ἦμαρ· Βρουμάλια δὲ οἱονεὶ χειμεριναὶ ἑορταί. ἀργοῦντες οὖν τὸ τηνικάδε οἱ Ῥωμαῖοι μέχρι τῶν Αὐξιφωτίων ἐπὶ τῶν νυκτῶν χαιρετίζοντες ἐπευφήμουν ἀλλήλους, τῇ πατρίῳ φωνῇ λέγοντες «βίβες ἄννους» οἷον «ζῆθι εἰς χρόνους.» οἱ δὲ γεωργικοὶ πρὸς θεράπειαν Κρόνου καὶ ∆ήμητρος ἔσφαττον χοίρους· ὅθεν καὶ νῦν φυλάττεται κατὰ τὸν ∆εκέμβριον ἡ χοιροσφαγία. ἔσφαζον δὲ οἱ ἀμπελουργοὶ τράγους εἰς τιμὴν τοῦ ∆ιονύσου· ὁ γὰρ τράγος πολέμιος τῆς ἀμπέλου· καὶ ἐκδέροντες αὐτοὺς τοὺς ἀσκοὺς πληροῦντες πνεύματος ἐφήλλοντο αὐτοῖς. οἱ δὲ πολιτικοὶ καὶ τὰς ἀπαρχὰς τῶν συγκλεισθέντων καρπῶν, οἶνον καὶ ἔλαιον, σῖτον καὶ μέλι καὶ πάντα τὰ ἀπὸ δένδρων ὅσα διαμένουσι καὶ σώζονται, ἐποίουν ἄρτους ἄνευ ὕδατος καὶ ταῦτα προσῆγον τοῖς ἱερεῦσι τῆς Μητρός· φυλάττεται δὲ ἡ τοιαύτη συνήθεια ἔτι καὶ νῦν καὶ κατὰ τὸν Νοέμβριον καὶ ∆εκέμβριον ἄχρι τῶν αὐξιφωτίων προσφέρουσιν αὐτὰ τοῖς ἱερεῦσιν. τὸ γὰρ κατ' ὄνομα χαιρετίζειν ἐν τοῖς Βρουμαλίοις νεωτερόν ἐστι· τὸ δὲ ἀληθέστερον, ἐξ οὗ καὶ ἡ ἐκκλησία ἀποτρέπεται αὐτά, Κρονίας ἑορτὰς αὐτὰς λέγουσιν. ἐν νυκτὶ δὲ γίνονται, ὅτι ἐν σκότει ἐστὶν ὁ Κρόνος ὡς ταρταρωθεὶς ὑπὸ τοῦ ∆ιός, αἰνίττονται δὲ τὸν σῖτον ἀπὸ τοῦ ἐν τῇ γῇ σπαρῆναι καὶ τὸ λοιπὸν μὴ φαινομένου. τοῦτο δέ ἐστιν ἀληθέστερον ὡς εἴρηται, ὅτι νυκτιπόρος ἡ περὶ αὐτὰ σπουδή, ὥστε λοιπὸν κατὰ τὸ ἀληθὲς τῶν καταχθονίων δαιμόνων εἰσὶν ἑορταὶ τὰ Βρουμάλια. 4.159 Ὅτι οἱ φυσικοί φασι τόδε τὸ πᾶν ὕλην ἀνείδεον πρὸ τῆς διακοσμήσεως γενέσθαι ποτέ, ὅθεν καὶ τὴν ὕλην Ἅιδην οἱ φιλοσοφήσαντές φασι καὶ Τάρταρον, ὡς ταραττομένην καὶ οὐκ ἠρεμοῦσαν κατὰ φύσιν διὰ τὸ ἀνείδεον αὐτῆς. ἄχρονον δὲ αὐτὴν ἀλλ' οὐκ ἄναρχον, γενητὴν δὲ ὅμως καὶ αἰτιατήν, ἐξ ἀϊδίου τὴν ἐνέργειαν αὐτοῦ τοῦ πατρὸς ἀναμένουσαν, τὸ εἶναι ὅλως ἄχρονον ἐκ τῆς ἐκείνου λαβοῦσαν βουλῆς· ὅθεν ὁ Χαλδαῖος ἐν τοῖς λογίοις πατρογενῆ τὴν ὕλην ὀνομάζει. καὶ ὅπως ὁ Ἰάμβλιχος ἐν τῇ πρώτῃ τῶν Χαλδαϊκῶν φησι, ἀκοῦσαι ἄξιον· «ἀΐδιον μέν ἐστιν ἡ ὕλη, ἐπείπερ συνυφίσταται μετὰ τῶν πρωτίστων αἰτίων ἐξ ἀϊδίου, μετ' αὐτῶν τε καὶ σὺν αὐτοῖς ἔχει τὸ εἶναι· οὐδέποτε δὲ ἐξίσταται ἀφ' ἑαυτῆς, διότι κατὰ τὴν ὁμώνυμον καὶ ἑνιαίαν δύναμιν ἐνεστήρικται τοῖς κοινοῖς· ἀτελὴς δὲ οὔκ ἐστι καὶ ἀπέραντος, ἀλλὰ μεταλαμβάνει τελειότητός τινος, ἐπειδὴ οὐδὲν ἀπὸ τῆς πατρικῆς τριάδος προχωρεῖ ἀτελές, εἰς δὲ τελειότητα καὶ πέρας ἀπ' αὐτῆς προάγεται. τῶν τοίνυν στοιχείων οὕτω μετ' αὐτὴν παραχθέντων συγκεχυμένων δὲ ὅμως, παραλαβὼν ὁ δημιουργὸς πᾶν, ὅπερ ἦν ἄτακτον ἡσυχίαν οὐκ ἄγον ἀλλὰ κινούμενον πλημμελῶς εἰς τάξιν ἤγαγε κατὰ τὸν Τίμαιον. διαστελλομένων δὲ τῶν στοιχείων, καὶ τοῦ μὲν πυρὸς τὴν ἄνω διὰ τὴν φύσει κουφότητα φαίνοντος, τοῦ δὲ ὕδατος εἰς βάθος διὰ τὴν κατὰ φύσιν βαρύτητα πίπτοντος, οἱ μυθικοὶ τὸν Κρόνον καταταρταροῦσιν, οἷον τοῦ πυρὸς ἀνατρέχοντος τὸ ὕδωρ τοῖς