55
δεύτερος Ἀδάμ, ὁκύριος, ἐξ οὐρανοῦ», οὐ τὸ σῶμά φησιν ἐξ οὐρανοῦ, ἀλλὰ δηλῶν ὡς οὐ ψιλὸς ἄνθρωπός ἐστιν. Ἰδοὺ γὰρ καὶ Ἀδὰμ αὐτὸν ὠνόμασε καὶ κύριον τὸ συναμφότερον σημαίνων. Ἀδὰμ μὲν γὰρ ἑρμηνεύεται γηγενής· γηγενὴς δὲ δῆλον, ὡς ἔστιν ἡ ἀνθρώπου φύσις ἡ ἐκ χοὸς πλασθεῖσα· κύριος δὲ τῆς θείας οὐσίας ἐστὶ παραστατικόν. Πάλιν δέ φησιν ὁ ἀπόστολος· «Ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ γεννώμενον ἐκ γυναικός». Οὐκ εἶπε διὰ γυναικός, ἀλλ' «ἐκ γυναικός». Ἐσήμανεν οὖν ὁ θεῖος ἀπόστολος, ὡς αὐτός ἐστιν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ καὶ θεὸς ὁ ἐκ τῆς παρθένου γενόμενος ἄνθρωπος καὶ αὐτός ἐστιν ὁ ἐκ τῆς παρθένου γεννηθεὶς ὁ υἱὸς τοῦ θεοῦ καὶ θεός, γεννηθεὶς δὲ σωματικῶς, καθὸ γέγονεν ἄνθρωπος, οὐ προδιαπλασθέντι ἀνθρώπῳ ἐνοικήσας ὡς ἐν προφήτῃ, ἀλλ' αὐτὸς οὐσιωδῶς καὶ ἀληθῶς γενόμενος ἄνθρωπος ἤτοι ἐν τῇ ὑποστάσει αὐτοῦ ἐψυχωμένην σάρκα ψυχῇ λογικῇ τε καὶ νοερᾷ ὑποστήσας, αὐτὸς γεγονὼς αὐτῇ ὑπόστασις· τοῦτο γὰρ σημαίνει τὸ «γενόμενον ἐκ γυναικός». Πῶς γὰρ ἂν αὐτὸς ὁ τοῦ θεοῦ λόγος ὑπὸ νόμον γέγονεν, εἰ μὴ ἄνθρωπος ἡμῖν ὁμοούσιος γέγονεν; Ὅθεν δικαίως καὶ ἀληθῶς θεοτόκον τὴν ἁγίαν Μαρίαν ὀνομάζομεν· τοῦτο γὰρ τὸ ὄνομα ἅπαν τὸ μυστήριον τῆς οἰκονομίας συνίστησι. Εἰ γὰρ θεοτόκος ἡ γεννήσασα, πάντως θεὸς ὁ ἐξ αὐτῆς γεννηθείς, πάντως δὲ καὶ ἄνθρωπος. Πῶς γὰρ ἂν ἐκ γυναικὸς γεννηθείη θεὸς ὁ πρὸ αἰώνων ἔχων τὴν ὕπαρξιν, εἰ μὴ ἄνθρωπος γέγονεν; Ὁ γὰρ υἱὸς ἀνθρώπου ἄνθρωπος δηλονότι. Εἰ δὲ αὐτὸς ὁ γεννηθεὶς ἐκ γυναικὸς θεός ἐστιν, εἷς ἐστι δηλονότι ὁ ἐκ θεοῦ πατρὸς γεννηθεὶς κατὰ τὴν θείαν καὶ ἄναρχον οὐσίαν καὶ ἐπ' ἐσχάτων τῶν χρόνων ἐκ τῆς παρθένου τεχθεὶς κατὰ τὴν ἠργμένην καὶ ὑπὸ χρόνον οὐσίαν ἤτοι τὴν ἀνθρωπίνην. Τοῦτο δὲ μίαν ὑπόστασιν καὶ δύο φύσεις καὶ δύο γεννήσεις σημαίνει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Χριστοτόκον δὲ οὔ φαμεν τὴν ἁγίαν παρθένον, διότι ἐπ' ἀναιρέσει τῆς θεοτόκος φωνῆς ὁ μιαρὸς καὶ βδελυρὸς καὶ ἰουδαιόφρων Νεστόριος, τὸ σκεῦος τῆς ἀτιμίας, καὶ ἐπὶ ἀτιμίᾳ τῆς μόνης ὄντως τετιμημένης ὑπὲρ πᾶσαν κτίσιν θεοτόκου, κἂν αὐτὸς διαρρήγνυται σὺν τῷ πατρὶ αὐτοῦ τῷ σατανᾷ, ἐξηύρατο ὡς ἐπηρεαζομένην· χριστὸς γὰρ καὶ ∆αυὶδ ὁ βασιλεὺς καὶ Ἀαρὼν ὁ ἀρχιερεύς (ταῦτα γὰρ τὰ χριόμενα, βασιλεία τε καὶ ἱερωσύνη) καὶ πᾶς θεοφόρος ἄνθρωπος Χριστὸς λέγεσθαι δύναται, ἀλλ' οὐ θεὸς φύσει, ὡς καὶ Νεστόριος ὁ θεήλατος τὸν ἐκ παρθένου τεχθέντα θεοφόρον εἰπεῖν ἐφρυάξατο. Ἡμᾶς δὲ μὴ γένοιτο θεοφόρον αὐτὸν εἰπεῖν ἢ νοῆσαι, ἀλλὰ θεὸν σεσαρκωμένον. Αὐτὸς γὰρ ὁ λόγος σὰρξ ἐγένετο, κυηθεὶς μὲν ἐκ τῆς παρθένου, προελθὼν δὲ θεὸς μετὰ τῆς προσλήψεως, ἤδη καὶ αὐτῆς ὑπ' αὐτοῦ θεωθείσης ἅμα τῇ εἰς τὸ εἶναι ταύτης παραγωγῇ, ὡς ὁμοῦ γενέσθαι τὰ τρία, τὴν πρόσληψιν, τὴν ὕπαρξιν, τὴν θέωσιν αὐτῆς ὑπὸ τοῦ λόγου, καὶ οὕτω νοεῖσθαι καὶ λέγεσθαι θεοτόκον τὴν ἁγίαν παρθένον οὐ μόνον διὰ τὴν φύσιν τοῦ λόγου, ἀλλὰ καὶ διὰ τὴν θέωσιν τοῦ ἀνθρωπίνου, ὧν ἅμα ἡ σύλληψις καὶ ἡ ὕπαρξις τεθαυματούργηται, ἡ μὲν σύλληψις τοῦ λόγου, τῆς δὲ σαρκὸς ἡ ἐν αὐτῷ τῷ λόγῳ ὕπαρξις, αὐτῆς τῆς θεομήτορος ὑπερφυῶς χορηγούσης τὸ πλασθῆναι τῷ πλάστῃ καὶ τὸ ἀνθρωπισθῆναι τῷ θεῷ καὶ ποιητῇ τοῦ παντὸς θεοῦντι τὸ πρόσλημμα, σῳζούσης τῆς ἑνώσεως τὰ ἑνωθέντα τοιαῦτα, οἷα καὶ ἥνωνται· οὐ τὸ θεῖον λέγω μόνον, ἀλλὰ καὶ τὸ ἀνθρώπινον τοῦ Χριστοῦ τὸ ὑπὲρ ἡμᾶς καὶ καθ' ἡμᾶς. Οὔτε γὰρ γενόμενος πρότερον καθ' ἡμᾶς ὕστερον γέγονεν ὑπὲρ ἡμᾶς, ἀλλ' ἢ ἐκ πρώτης ὑπάρξεως ἄμφω ὑπῆρξε διὰ τὸ ἐξ ἄκρας συλλήψεως ἐν αὐτῷ τῷ λόγῳ τὴν ὕπαρξιν ἐσχηκέναι· ἀνθρώπινον μὲν οὖν ἐστι κατὰ τὴν οἰκείαν φύσιν, θεοῦ δὲ καὶ θεῖον ὑπερφυῶς. Ἔτι δὲ καὶ τῆς ἐμψύχου σαρκὸς τὰ ἰδιώματα ἔσχε· κατεδέξατο γὰρ αὐτὰ ὁ λόγος οἰκονομίας λόγῳ, φυσικῆς κινήσεως τάξει κατὰ ἀλήθειαν φυσικῶς γινόμενα. 57 Περὶ τῶν ἰδιωμάτων τῶν δύο φύσεων Τέλειον δὲ θεὸν ὁμολογοῦντες τὸν αὐτὸν καὶ τέλειον ἄνθρωπόν φαμεν τὸν αὐτὸν πάντα ἔχειν, ὅσα ὁ πατήρ, πλὴν τῆς ἀγεννησίας, καὶ πάντα ἔχειν, ὅσα ὁ Ἀδὰμ ὁ πρῶτος, δίχα μόνης ἁμαρτίας, ἅτινά