δώροις καὶ προπόσεσιν ἐθεράπευε, προθυμοποιῶν, ῥωμαλέως ἐπὶ τοὺς πολέμους χωρεῖν. γʹ. Ἐν τούτῳ δὲ τῶν πραγμάτων ᾐωρημένων, καὶ τῆς μάχης ἔτι συνεστηκυίας, Λέων Κουροπαλάτης, ὁ τοῦ αὐτοκράτορος Νικηφόρου ὁμαίμων, ἐπὶ τὴν κατὰ Λέσβον Μήθυμναν ἅμα Νικηφόρῳ τῷ υἱῷ φρουρούμενος, ὥς μοι ἤδη δεδήλωται, χρυσῷ τοὺς φρουροὺς διαφθείρας, ἐς ἀποστασίαν ἀπέκλινεν, ἀσινεῖς ἔχων τὰς κόρας τῶν ὀφθαλμῶν. ὁ γὰρ ἐκτυφλοῦν τὸ πρόσθεν αὐτὸν προτραπεὶς, εἴτε κατ' ἐντολὴν τοῦ βασιλέως τοῦτο πεποιηκὼς (ὑπονοεῖται γὰρ καὶ τοῦτο· τεκμήριον δὲ, ὅτι μετὰ τὴν τοῦ δράματος διάγνωσιν κακῶν ἀπαθὴς ὁ ἄνθρωπος ἔμεινεν), εἴτε καὶ οἴκτῳ τῆς τοσαύτης ἐπικαμφθεὶς συμφορᾶς, τὰς μὲν βλεφαρίδας ἐκείνου κατέκαυσεν, ἀσινεῖς δὲ καὶ ἀκηράτους τὰς κόρας παρέλιπε. τότε γοῦν εἰς ἀκάτιον ὁ Κουροπαλάτης ἐμβὰς, τῇ κατ' ἀντιπέρας Βυζαντίου χθονὶ λεληθότως προσώρμισεν, ἐπί τι φροντιστήριον, ὃ Πηλαμὺς κέκληται, κρυπτόμενος. ἐκεῖθέν τε διά τινος τῶν οἰκείων τοῖς φίλοις καὶ γνωστοῖς τὴν αὑτοῦ καταμηνύει ἄφιξιν. οἱ δὲ παντὶ σθένει συνάρασθαί οἱ διωμολόγουν, καὶ πλῆθος συναθροίσειν ἐνόπλων 146 ἀνδρῶν, καὶ τὰς τῆς βασιλικῆς ἑστίας κλεῖς ὑφελέσθαι, δι' ὧν αὐτῷ εὐπετῶς ἡ ἐς τὰ βασίλεια γένοιτο πάροδος. καὶ δῆτα ἔργου εἴχοντο, καὶ τὴν διὰ λόγων ὑπόσχεσιν καὶ δι' ἔργων ἀνύττειν ἐπεχείρουν, μηδόλως μελλήσαντες. ἐντεῦθεν δή τινα τῶν βασιλικῶν κλειδούχων δωρεαῖς ὑποποιησάμενοι, κηρῷ τὰς κλεῖς ἐκτυποῦν ἔπεισαν, καὶ αὑτοῖς ἐπιδοῦναι τὸν κηρόν. καὶ ὃς, οὐδὲν ἀναδὺς, τυπώσας τὸν κηρὸν ἐπεδίδου· οἱ δὲ, βάναυσον μισθωσάμενοι, τὰς κλεῖς ἐφ' ἑστίας ὡς τάχος ἐχάλκευσαν. δʹ. Ἐπεὶ δὲ πάντα τούτοις κατὰ γνώμην, ὥς γε ἐδόκει, ἐχώρει, τὸν Κουροπαλάτην ἐκάλουν περαιοῦσθαι τὸν Βόσπορον, καὶ καταίρειν ἐπὶ τὸ Βυζάντιον. ὁ δὲ, τῶν νυκτῶν ἀωρὶ νεὼς ἐπιβὰς καὶ τῇ ἀκροπόλει προσσχὼν, ἐκεῖθεν διά τινος πυλίδος ὑπὸ τὴν τοῦ ἁγίου Φωκᾶ τελεθούσης ἑστίαν, ἔνδον εἰσῄει τοῦ ἄστεος, τὴν τῆς ἡγεμονίας ἀρχὴν ἤδη κατέχειν ἐν ταῖς χερσὶν ὀνειροπολῶν. τῷ δὲ, ἀντὶ πορφυρίδος λαμπρᾶς, καὶ σκήπτρων χρυσῶν, καὶ τυραννίδος, ἣν ὡς μὴ ὤφελεν ἐμελέτησεν, ἐκτύφλωσιν πικρὰν καὶ ὑπερορίαν μακρὰν, καὶ δήμευσιν τῶν οἰκείων ἡ τύχη ἐσκαιωρεῖτο, ἐπιγελῶσά που τοῖς ἐλπιζομένοις τἀνδρὶ, ὡς οὐκ ἐν ἐχυρῷ κειμένοις, ἀλλ' εἰς τοὔμπαλιν αὐτῷ περιτρεπομένοις, καὶ χαλεπὴν τῶν ἀτυχημάτων ἐπικυλίνδουσι συμφοράν. ἄρτι γὰρ, ἐπείπερ κατ' οἶκόν τινος τῶν ὑπηρετουμένων αὐτῷ ἐν τοῖς τοῦ Σφορακίου μέρεσι καθῆστο, τοὺς συνωμότας συνελθεῖν ἐκδεχόμενος, εἷς τῶν ἐφεπομένων αὐτῷ, τῆς ἑστίας ὑπεξελθὼν, πρόσεισι τῶν συνήθων τινὶ, βασιλικῆς ἱστουργίας ὄντι μελεδωνῷ, τὴν 147 τοῦ Κουροπαλάτου ἐνδημίαν μηνύων αὐτῷ, καὶ τὸ δρᾶμα ἀνακαλύπτων, καὶ προσλιπαρῶν συνάρασθαι αὑτοῖς μετὰ τοῦ τὴν ἱστουργικὴν αὐτουργοῦντος συστήματος. ὁ δὲ τὴν ταχίστην βοηθεῖν ἐπηγγέλλετο, καὶ ἀναστὰς ὡς τὸ περὶ αὑτὸν πλῆθος καλέσας ἀπῄει. παρὰ Λέοντα δὲ τὸν Πατρίκιον καὶ πλωΐμου ∆ρουγγάριον ἀφικόμενος, ὃς τότε παρὰ βασιλέως τὴν τοῦ Βυζαντίου ἐκεχείριστο πρόνοιαν, πάντα τούτῳ δηλοῖ· καὶ ὡς ὁ Κουροπαλάτης ἐκ τῆς ὑπερορίας ἀναχθεὶς, ἐπηλύτης τε ὢν, καὶ κατά τινα οἰκουρῶν ἑστίαν, ὅσον οὔπω βούλεται τυραννεῖν. ὁ δὲ τῷ ἀθρόῳ τῆς ἀγγελίας καταπλαγεὶς, εἶτ' αὖθις ἀνενεγκὼν (ἦν δὲ σταθηρὸς ἐν περιστάσεσι, καὶ τὸ δέον δραστήριος ἐν ἀπόροις ἐξευρεῖν), τὸ περὶ αὑτὸν στῖφος ἀνειληφώς, ἐξαυτῆς τῇ οἰκίᾳ, καθ' ἣν ὁ Κουροπαλάτης κατήγετο, ἐπιτίθεται. ἐπεὶ δὲ ἔγνω τὸ καθ' αὑτὸν δρᾶμα κατάφωρον ὁ Κουροπαλάτης καὶ ἔκδηλον γεγονὸς, διά τινος παραθύρου μετὰ τοῦ υἱοῦ ὑπεκδὺς Νικηφόρου, ἐς τὸν