οὐκέτι χρῄζομεν."2 ὁ κύριος οὔτε τέλος ἔχει οὔτε κατάληψιν, καὶ οἱ Χριστιανοὶ οὐ τολμῶσιν εἰπεῖν ὅτι κατελάβομεν, ἀλλὰ τεταπεινωμένοι εἰσὶ νυκτὸς καὶ ἡμέρας ζητοῦντες. 7.7.5 Τὰ γράμματα ἐν τοῖς φαινομένοις ἀτέλεστά εἰσι, καὶ οὐδεὶς οἶδε τοῦτο, εἰ μὴ ὁ σχολαστικὸς ὁ μερικῶς μαθὼν τὰ γράμματαοὕτω καὶ ὧδε οὐδεὶς οἶδεν ὅτι ἀκατάληπτός ἐστι καὶ ἀμέτρητος, εἰ μὴ ὁ μερικῶς γευσάμενος· ἐξ αὐτοῦ δὲ οὗ ἐγεύσαντο γνωρίζουσι τὴν ἑαυτῶν ἀσθένειαν. εἰς χωρίον ἐάν τις ἀπέλθῃ ὀλίγα γράμματα εἰδώς, ὅπου εἰσὶν ἰδιῶται, δοξάζεται ὑπ' αὐτῶν ὡς σχολαστικός, ἐπειδὴ χωρικοί εἰσιν ὁλοτελῶς μὴ εἰδότες δοκιμάσαι. αὐτὸς δὲ οὗτος ὁ τὰ ὀλίγα εἰδώς, ἐὰν ἀπέλθῃ εἰς πόλιν, ὅπου εἰσὶ ῥήτορες καὶ σχολαστικοί, οὐ τολμᾷ παραφανῆναι αὐτοῖς ἢ λαλῆσαι· ὡς χωρικὸς γὰρ κρίνεται ὑπὸ τῶν σχολαστικῶν. 7.8.1 Ἐρώτησις. Εἰ ὢν ἐν πολέμῳ ὁ ἄνθρωπος καὶ ἔχων τὰ δύο πρόσωπα ἐν τῇ ψυχῇ αὐτοῦ, τῆς τε ἁμαρτίας καὶ τῆς χάριτος, συμβῇ δὲ αὐτὸν ἐξελθεῖν ἐκ τοῦ κόσμου, ποῦ χωρεῖ εἰς τὰ δύο μέρη κατεχόμενος; Ἀπόκρισις. Ὅπου ἔχει τὸν σκοπὸν ὁ νοῦς καὶ ὅπου ἀγαπᾷ, ἐκεῖ καὶ ὑπάγει. μόνον εἰ ἐπέρχεταί σοι θλῖψις καὶ πόλεμος, ἀντειπεῖν ὀφείλεις καὶ μισεῖν. τὸ μὲν γὰρ ἐπελθεῖν τὸν πόλεμον οὐκ ἔστι σόν, τὸ δὲ μισῆσαι σόν ἐστι. καὶ τότε βλέπει ὁ κύριος τὸν νοῦν σου, ὅτι ἀγωνίζῃ καὶ ἀγαπᾷς τὸν κύριον ἐξ ὅλης τῆς ψυχῆς σου καὶ οὐκ ἔστι δυσχερὲς τῷ κυρίῳ διαχωρίσαι ἐν μίᾳ ὥρᾳ τὸν θάνατον ἐκ τῆς ψυχῆς σου καὶ σὲ προσλαβέσθαι εἰς τοὺς κόλπους αὐτοῦ καὶ εἰς τὸ φῶς ἁρπάσαι. ἁρπάζει γάρ σε ἐν ῥοπῇ ὥρας ἐκ τοῦ στόματος τοῦ σκότους καὶ εὐθέως μετατίθησι τὴν ψυχήν σου εἰς τὴν βασιλείαν αὐτοῦ. τῷ γὰρ θεῷ ἐν ῥοπῇ ὥρας πάντα εὐχερῆ ἐστι ποιῆσαι, μόνον ἵνα ἔχῃς τὴν ἀγάπην πρὸς αὐτόν. χρῄζει γὰρ ὁ θεὸς τῆς ἐργασίας τοῦ ἀνθρώπου καὶ χρῄζει ὁ ἄνθρωπος τῆς ἐργασίας τοῦ θεοῦ, ἐπειδὴ κοινωνική ἐστιν ἡ ψυχὴ τῆς θεότητος. 7.8.2 Καὶ καθὼς πολλάκις εἴπομεν τὴν παραβολὴν τοῦ γεωργοῦ, ὅτι κάμνων καὶ βάλλων τὸν σπόρον ἐν τῇ γῇ ὀφείλει ἐκδέχεσθαι καὶ τὸν ἄνωθεν ὑετόνἐὰν γὰρ μὴ ἐπιφανῇ νέφη καὶ ἄνεμοι πνεύσωσιν, οὐδὲν ὠφέλησεν ὁ κάματος τοῦ γεωργοῦ· ὁ γὰρ σπόρος γυμνὸς ὑπόκειταιοὕτως ἀνάλαβε καὶ εἰς τὸ πνευματικόν. ἐὰν μόνον εἰς τὴν ἰδίαν ἐργασίαν ἀπομείνῃ ὁ ἄνθρωπος καὶ μὴ δέξηται ξένον τι τῆς φύσεως αὐτοῦ, οὐ δύνανται καρποὺς ἀξίους τῷ κυρίῳ ἀποδοῦναι. 7.8.3 τί δέ ἐστιν ἡ ἐργασία τοῦ ἀνθρώπου; τὸ ἀποτάξασθαι, τὸ ἐξελθεῖν ἐκ τοῦ κόσμου, τὸ ὑπομεῖναι ἐν τῇ εὐχῇ, τὸ ἀγρυπνεῖν, τὸ ἀγαπᾶν τὸν θεὸν καὶ τοὺς ἀδελφούς. ταῦτα ἴδια αὐτοῦ ἐστιν. ἀλλ' ἐὰν ἀπομείνῃ ἐν τῇ ἰδίᾳ ἐργασίᾳ καὶ μὴ ἐλπίσῃ ἄλλο τι δέξασθαι καὶ μὴ προσπνεύσωσιν οἱ ἄνεμοι τοῦ ἁγίου πνεύματος ἐν τῇ ψυχῇ, καὶ ἐὰν μὴ ἐπιφανῇ οὐράνια νέφη καὶ ἔλθῃ ἐξ οὐρανοῦ ὑετὸς καὶ ἐπιβρέξῃ τῇ ψυχῇ, οὐ δύναται ὁ ἄνθρωπος καρποὺς ἀξίους ἀποδοῦναι 7.8.4 τῷ κυρίῳ. γέγραπται γάρ, ὅτι ὁ γεωργός, ὅταν ἴδῃ τὸ κλῆμα φέρον καρπούς, καθαρίζει αὐτό, ἵνα πλεῖον ἐξενέγκῃ, τὸ δὲ μὴ φέρον καρπὸν ἐκριζοῖ καὶ εἰς πυρὸς καῦσιν δίδωσι. πλὴν τοῦ ἀνθρώπου τοῦτό ἐστιν, ἵνα εἴτε νηστεύει εἴτε εὔχεται εἴτε καλόν τι ποιεῖ, ἐπιγράφῃ τὰ ἴδια τῷ θεῷ, τοῦτο λέγων· "1εἰ μή με ὁ θεὸς ἐνεδυνάμωσεν, οὐκ ἐδυνάμην νηστεύειν ἢ εὔχεσθαι ἢ ἐξελθεῖν ἐκ τοῦ κόσμου."2 καὶ οὕτω βλέπων ὁ θεὸς τὴν ἀγαθήν σου προαίρεσιν, ὅτι τὰ σὰ ἃ ἀπὸ φύσεως ποιεῖς αὐτῷ ἐπιγράφεις, πάλιν τὰ ἴδια αὐτοῦ τὰ πνευματικά, τὰ θεῖα καὶ ἐπουράνιακαὶ τὰ σά σοι χαρίζεται. τί δέ εἰσιν οἱ τοῦ πνεύματος καρποί; ἀγαλλίασις, εὐφροσύνη. 7.9.1 Ἐρώτησις. Ἀλλ' ἐπειδή εἰσι φυσικοὶ καρποὶ ὅμοιοι τούτων, ἀγάπη, πίστις, εὐχή, διάκρινον ἡμῖν, πῶς ἐστι τὰ φυσικά, καὶ πῶς ἐστι τὰ τοῦ ἁγίου πνεύματος; Ἀπόκρισις. Τὰ σὰ ἃ ποιεῖς, καλὰ μέν ἐστι καὶ τῷ θεῷ εὐπρόσδεκτα ἀλλ' οὐκ ἔστι καθαρά. οἷον ἀγαπᾷς σὺ τὸν θεόν, ἀλλ' ἡ σὴ ἀγάπη τρεπτή ἐστιν· ἔρχεται ὁ θεός, δίδωσί σοι ἀγάπην ἄτρεπτον, ἐπουράνιον. εὔχῃ σὺ τὸ φυσικὸν μετὰ τοῦ ῥέμβεσθαι