συμπάντων δὲ ὅτι τὰ μὲν ἀπ' ἀλλήλων διῄρηται, ὁ δὲ πάντα ἡρμόσατο ἐμμελῶς, μᾶλλον δὲ ἡρμοσμένα παρὰ θεοῦ καὶ τῆς φύσεως εἴληφεν. Εἰ μὲν οὖν τοῖς προσήκουσι λόγοις ὁ μικρὸς οὗτος κόσμος, τὸν ἄνθρωπόν φημι, διεξάγεται, καὶ τὸ σύμπαν ἐστήρικται συνεχόμενον τῷ δεσμῷ· εἰ δὲ ὁ λόγος ἐλάττων ὀφθείη ἢ ὥστε προσηκόντως ἄρχειν, καὶ ἡ τοῦ σύμπαντος κόσμου ἁρμονία τρόπον τινὰ δοκεῖ διαλύεσθαι. οὐ γὰρ ἐπὶ τούτῳ τὴν κτίσιν πεποίηκεν ὁ θεός, ὅπως ἂν ἐν οὐρανῷ μὲν ἀσυνήθεις ἀστέρες καινοτομῶνται, ἐν ἀέρι δὲ παντοδαπὰ φάσματα γίνηται, καὶ ἡ θάλαττα δὲ εἰς οὐρανὸν τοῖς κύμασιν αἴρηται, ἡ δὲ γῆ ὥσπερ ναῦς μὴ ἐπ' ἀγκύρων ὁρμῶσα σαλεύηται, ἀλλ' ἵνα ἡ πρώτη τάξις φυλάττηται καὶ ἠρεμοίη τὸ πᾶν, καὶ εὐδρομοίη μὲν οὐρανός, ἀὴρ δὲ προσηνέστατα διαχέοιτο, ἥ τε θάλαττα ἐξυπτιάζοι λειοκυμονοῦσα καὶ ἡμέροις ἐπιφρίττοι κύμασιν ὥσπερ ἀνθοῦν λήιον ὑπὸ λεπταῖς αὔραις ἠρέμα ἐπικλινόμενον, ἥ τε γῆ ἑστήκοι παγία, τὴν μέσην τοῦ παντὸς εἰληφυῖα χώραν καὶ τάξιν. Ἀλλ' οὐκ ἐῶμεν ἡμεῖς τὰ μέρη τοῦ κόσμου ἀλλήλοις εἶναι σύμφωνά τε καὶ σύμπνοα, ἀλλὰ διιστῶμεν καὶ διαιροῦμεν καὶ αὖθις κλονοῦμεν καὶ ταράττομεν. ἀτεχνῶς γοῦν ἔνια τούτων ἐπιθρηνοῦσιν ἡμῖν καὶ ἐπιστενάζουσι καὶ οἷον ἐπιδακρύουσιν, ὁπόταν ἐπιλείβῃ μὲν ἀὴρ σταγόνας ἡμῖν αἵματος πλήρεις, ὑπηχῇ δὲ ἡ γῆ κάτωθεν καὶ ὥσπερ τι βύθιον ἀσθμαίνῃ πυρὶ σύμμικτον πνεῦμα ἀνάγουσα, ὁ δέ γε ἥλιος οὐδὲ φέρῃ τὰ πολλὰ τὴν φύσιν ἡμῶν αἰσχύνειν, ἀλλ' ἀχλὺν εἰς ἑαυτὸν ἕλκῃ καὶ νέφει καλύπτηται, ὑποχωρῇ δὲ καὶ ἡ θάλαττα, τὰ μὲν πρὸς βορρᾶν ἀνατρέχουσα, τὰ δὲ ὑπὸ γῆν καταρρέουσα. δι' ἡμᾶς γοῦν, ἀδελφοί, ὁ κλόνος τῆς γῆς· εἰ γὰρ πνεῦμα καὶ ἴσως τὸ συγκινοῦν, ἀλλὰ θεός ἐστιν ὁ τῷ πνεύματι ἐντελλόμενος κινῆσαι καὶ ταράξαι τὴν σύμπασαν γῆν. κἂν ὕδωρ ἄλλος τις φαίη τῶν φυσικῶν τῆς κινήσεως γίνεσθαι αἴτιον, μήτε ἀπιστήσωμεν τῷ λόγῳ μήτε πάνυ πιστεύσωμεν. ὅπως δ' ἂν ἔχῃ, θεὸς ἀμφοῖν ἐπιτάττει δι' ἡμᾶς αὐτοὺς ἡμῖν ἀπειλούμενος· ὥσπερ γὰρ καὶ ὑετίζων ἡμῖν νέφεσι πρὸς τὸν ὑετὸν κέχρηται καὶ τὰ πολλὰ οὕτως ἐργάζεται, ἄλλο τι ποιῶν ἵν' ἕτερον δι' αὐτοῦ ἐπαγάγοι, τάχα που καὶ τὴν γῆν κινῆσαι βουλόμενος, ὕδατι ταύτην διακυμαίνει ἢ πνεύματι. ἀλλ' ὥσπερ τὸν Ἰωνᾶν ἐξ Ἰόππης ἀποδιδράσκοντα καὶ διὰ θαλάττης ποιούμενον τὴν φυγὴν καταποντίσαι βουλόμενος κύμασιν ἐξαισίοις τὴν θάλατταν διετίναξεν, ἵνα διὰ τοῦτο ὥσπερ τινὰ φόρτου ἀποβολὴν καὶ τοῦτον οἱ ἐν τῷ σκάφει ποιήσωνται, τάχα μὲν καὶ τῆς ἀπειθείας ἕνεκα καὶ τῆς τοῦ προφήτου-πῶς ἂν εἴποιμι; -εὐλαβείας ἢ ἀθετήσεως τοῦ κηρύγματος, τὸ δέ γε ἀληθέστερον, ἵνα τὴν οἰκείαν ἀνάστασιν ἐν ἐκείνῳ διαχαράξῃ, οὕτω δὴ καὶ ἐφ' ἡμᾶς φυγάδας γινομένους τῶν προσταγμάτων αὐτοῦ ἄνωθεν μὲν οἷα δὴ βέλεσι κατατοξεύει τοῖς κεραυνοῖς, κάτωθεν δὲ ἀνακυμαίνει τὴν θάλατταν ἢ δοκεῖ τὸ τῆς γῆς ἀπορριζοῦν μέγεθος, ἐκείνην μὲν ἀνέμοις, ταύτην δὲ πνεύμασιν ὑπογείοις διασπαράττων τε καὶ κινῶν. τοῖς μὲν γὰρ ἔξω τοῦ καθ' ἡμᾶς λόγου ἡ φύσις ἀντὶ πάντων ἀρκεῖ πρός τε καινοτομίαν τῶν κτισμάτων καὶ πρὸς τὴν γένεσιν, καὶ τούτοις οὐ πᾶσιν, ἀλλὰ τοῖς ἀλογωτέροις καὶ πρὸς τὴν αἴσθησιν ῥέπουσιν, οἳ θεὸν μὴ ἐφιστάντες μήτε δημιουργὸν τοῦ παντὸς μήτε προνοητὴν καὶ ἔφορον ὧν πεποίηκε, τοῖς ποιήμασι τὴν ἐξουσίαν δεδώκασι τῆς γενέσεως καὶ αὐτὰ ὑφ' ἑαυτῶν κατευθύνεσθαί τε καὶ κατευθύνειν ἀνοήτως παντάπασιν ἀπεφήναντο. ἡμῖν δέ, οἷς ἀρχὴ τοῦ παντὸς ἐφέστηκεν ὁ θεὸς καὶ πρὸς ὃν τὰ σύμπαντα ἀναφέρεται καὶ ἀφ' οὗ οἱ λόγοι τῶν διοικήσεων τοῖς μέρεσιν ἐντίθενται τοῦ παντός, οὐδὲν ἄτοπον συμβαίνει, εἴτε χωρὶς μέσων αἰτίων εἰς τὴν πρώτην ἀρχὴν ἀνάγομεν τὰς γενέσεις καὶ τὰ συμβαίνοντα, εἴτε διὰ μέσων τινῶν καὶ ταῦτα ἀποδεικνύοιμεν· οὐ γὰρ ἐπειδὴ τῶν προσεχῶν αἰτίων τοὺς λόγους διεξετάζομεν, τῆς ὑπερτέρας ἀρχῆς ἐπιλανθανόμεθα, οὐδ' ὥσπερ τὸν μὲν θεὸν ἀφρόντιδα ποιοῦμεν καὶ πᾶσι τοῖς γενομένοις ἀσύντακτον, τοῖς δὲ