δὲ παρὰ τῶν τοιούτων δυνάμεων ἡ ψυχὴ ἄγεται ὥσπερ ἑτεροκίνητόν τι εἶδος πρὸς ὅ τι τύχοι τοῖς ἄγουσιν ἐφελκόμενον, ἀλλὰ τότε μᾶλλον τῇ ψυχῇ διαλάμπει τὸ αὐτοκίνητον καὶ τοῖς ἡγεμόσι συνεξορμᾷ καὶ ἀπλανῶς συνεφέπεται. Καὶ πᾶσα μὲν πρὸς τὸν ὑπερκόσμιον ἄνεισι χῶρον, εἴτε φαύλως βεβίωκεν εἴτε γενναίως πρὸς τὴν φύσιν ἀντηγωνίσατο. ἀλλ' ὅσαι μὲν ἀχράντους διασεσώκασιν ἑαυτὰς ἐν τῇ πρὸς τὸ σῶμα ἑνώσει καὶ τοῦ γεννήσαντος πατρὸς οὐδ' ὁπωστιοῦν ἐπελάθοντο, ἀλλὰ ταῖς πρὸς αὐτὸν μνήμαις ἐν τῇ εἰκόνι διατετηρήκασι τὸ παράδειγμα, ὑπερκοσμίους τὰς λήξεις λαγχάνουσι, καὶ ἔστιν αὐταῖς αὐλὴ καὶ λειμὼν καὶ παράδεισος ἡ ὑπερφυὴς τάξις τῶν ὄντων καὶ ἡ τῶν θείων ἀγαθῶν ἀποκλήρωσις. ὅσαις δὲ παρ' ἔλαττον τούτων γέγονεν ἡ ζωή, ἢ καὶ παντάπασιν αὗται τοῦ σώματος ἐπεθύμησαν, ταύταις προκάλυμμα γίνεται τὸ περιφερὲς τοῦ οὐρανοῦ σῶμα καὶ περὶ τὰς αἰθερίους μερίδας ἀποκληροῦνται καὶ κατατάττονται, αἷς ἑαυτὰς ἐνταῦθα δεδώκασι φύσεσι, ταύταις ὑποταττόμεναί τε καὶ φυλαττόμεναι, καὶ τὸ μὲν ἀκριβὲς οὐκ ἔχουσαι οὔτε τῆς τῶν κρειττόνων μετοχῆς οὔτε τῆς τῶν χειρόνων, ἴχνη δέ τινα ἢ τοῦ καλοῦ ἢ τοῦ ἐναντίου φανταζόμεναι καὶ προβλέπουσαι, τοσοῦτον κινούμεναι καί τισιν ἐν ὀνείρασι συγγινόμεναι ὁπόσον οἱ ἡγεμόνες αὐταῖς ἐπιτρέπουσι, κατὰ θείαν τινὰ βούλησιν τοῦτο ποιούμεναι. οὐ πᾶσαι δὲ πάσας ἐπίστανται, ἀλλ' αἱ τὸν αὐτὸν λαχοῦσαι κλῆρον τὰς ἀλλήλων ἴσασι τάξεις· ὁμιλοῦσι δὲ οὐδαμῶς, ἀλλ' ἔστιν αὐταῖς διάλογος τὰ ἀλλήλων νοήματα. 101 [δε ιλλυμινατιονε] Ἀπαράδεκτόν σε ἀεὶ τοῦ τοιούτου κατανοῶ θεωρήματος περὶ οὗ καὶ αὖθις ἠπόρησας. τὰς γὰρ οὐσίας τῶν ὄντων δεχόμενος ἐλλάμψεις αὐτῶν καὶ ἰνδάλματα οὐ προσίεσαι. ἀλλ' ἴσθι ὡς οὐδεμία τῶν οὐσιῶν προσφυὴς ἑτέρᾳ ἂν ἐγεγόνει οὐσίᾳ, εἰ μή τις ἀφ' ἑκάστης πρόδρομος προϊοῦσα ἔλλαμψις ὑποδοχή τις ὥσπερ τῇ καταπεμψάσῃ φύσει ἐγίνετο. οὔτε οὖν ὁ νοῦς θεόν ποτε ἐδέξατο, εἰ μὴ μετεσχήκει θεότητος, οὔτε τὸν οὐσιώδη νοῦν ἐχώρησεν ἡ ψυχή, εἰ μὴ μετειλήφει νοερᾶς ἰδιότητος, οὔτε τὸ μεριστὸν σῶμα καὶ σκεδαστὸν καὶ γῆς κατὰ τὸ πλεῖστον ἀναπεπλησμένον δεκτικὸν ἂν ἐγεγόνει τῆς ἀύλου καὶ ἀσωμάτου ψυχῆς, εἰ μή τι ἐκείνης ἴνδαλμα εἰς αὐτὸ καταβεβηκὸς ὑπεδέξατο, οὔτε τῆς πρώτης ἑνάδος αἱ δεύτεραι μετ' ἐκείνην καὶ τρίται τὴν ἄρρητον ἐδέξαντο δύναμιν, εἰ μή τινος ἑνώσεως θειοτέρας κατηξιώθησαν. ἄλλο γοῦν ἐστι τὸ μετασχεῖν τὴν ψυχὴν τοῦ παντελείου καὶ ὑπερουσίου νοῦ καὶ ἄλλο τὸ κοινωνῆσαι νοερᾶς ἰδιότητος· καὶ κατὰ μὲν ταύτην οὐδεμία τῶν λογικῶν ψυχῶν ἄνους ἐστί (πᾶσαι γὰρ ἀπὸ θεοῦ μετὰ νοῦ γεννηθεῖσαι ἐλλάμψεις τινὰς ἐκεῖθεν εἰς ἑαυτὰς νοερὰς κατεδέξαντο), κατὰ δὲ τὸν παντέλειον καὶ ὑπερούσιον νοῦν πολλαὶ τούτων καθεστᾶσιν ἔρημοι νοῦ. ὅ τε γοῦν πᾶσαν ψυχὴν λογικὴν ἔννουν εἰπὼν καὶ ὁ ἀντιθέτως τούτῳ ἄνουν ἀντειρηκὼς ἀληθεύετον ἄμφω, ὁ μὲν περὶ τῆς νοερᾶς ἐλλάμψεως, ὁ δὲ περὶ τῆς οὐσιώδους ἀποφηναμένω νοήσεως. μὴ οὖν ἀμφίβαλλε περὶ τοῦ δόγματος, ἀκολουθίαν ἢ ἀναγκαστικὴν δύναμιν εἰς παραδοχὴν ἔχοντος. Περὶ τοῦ κακοῦ Ἠρώτησας ἐν τίσιν ὑφέστηκε τὸ κακόν. ἄλλος μὲν οὖν εὐθὺς ἂν ἀπεκρίθη σοι ὡς ἐν τοῖς ἀλόγοις ἐν ἡμῖν πάθεσιν, οἷον θυμῷ καὶ ἐπιθυμίᾳ· ἐγὼ δὲ οὐδὲν τέως προχείρως ἐρῶ, πρὶν ἄν σοι τὸ βάθος ἀναπτύξω τῆς 102 ψυχικῆς οὐσίας ἡμῶν. ἔσται γάρ σοι ἴσως αὐτόθεν σαφὲς ὅπερ ἐρεῖν βούλομαι. εἰ μὲν οὖν βούλει, δύο γένη ψυχῶν ἡμῖν ὁμολόγησον, τὸ μὲν λογικόν, τὸ δὲ ἄλογον. εἰ δ' ὡς Ἑλληνικὴν ἀποπτύεις τὴν δόξαν, ἀλλὰ τῆς γε καθ' ἡμᾶς ψυχῆς δώσεις πάντως τὸ μὲν κατὰ λόγον, τὸ δὲ παρὰ λόγον κινούμενον· ὧν οὐδέτερον κακόν.