μαθημάτων ἀποκεκήρυκται; σοὶ δὲ ἐν βαθεῖ γήρᾳ ποία μετουσία παιδεύσεως; τίς δέ σε τῶν πάντω ἔγνω, ὅσα ἐμὲ εἰδέναι, μετὰ τὴν λευκὴν τρίχα ῥητορεύσαντα ἢ φιλοσοφήσαντα ἢ λόγους γενναίους ἀπογεννήσαντα ἢ τισὶ συμπλακέντα διαλεκτικῶς ἢ ἀναμφίβολόν τι κατασκευάσαντα; εἰ δ' ὅτι τοὺς περὶ προικὸς μετὰ τὴν παρακμὴν ᾔδεις λόγους, διὰ τοῦτό σε τοῦ γήρως τιμήσομαι καὶ τὸν χρόνον λογίσομαι αἰτιώτατον τῆς παιδεύσεως; ὅτι μὲν γὰρ καὶ οὗτος μέγα μέρος συμβάλλεται τῷ μανθάνοντι, οὐδένα ἀντειπεῖν οἶμαι· οὐχ οὕτως δὲ ἔχει ἀεί, οὐδὲ πᾶσιν ὁ βαθὺς χρόνος ἀθρόα δίδωσι τὰ καλά, ἀλλά τι καὶ ἡ φύσις νεανιεύεται καὶ τοῦ χρόνου μᾶλλον κρατεῖ. Καὶ Σωκράτης γὰρ οὐκ ἐν γήρᾳ μόνον σοφός, ὅτε Θεαιτήτῳ ὡμίλει καὶ Τίμαίῳ, ἀλλὰ καὶ ἐν νεότητι, ὅτε Ζήνων Παρμενίδῃ παρεγένετο, καὶ τῶν περὶ τῶν ἰδεῶν λόγων ἐπακροώμενος, θαυμασίως ἀντέπιπτε καὶ τῶν γερόντων ἐπελαμβάνετο. καὶ αὐτὸς δὲ ὁ Νεοθεαίτητος πολὺ κρείττων τῷ φιλοσόφῳ τῶν μακροὺς ἐχόντων τοὺς πώγωνας ἐλογίζετο. ἀλλ' ὅπερ παίζων ὁ Πλάτων φησίν, ὁ τῆς ψυχῆς κηρὸς αἴτιος· ἔστι γὰρ ἐν ἑκάστῳ κηρὸς ὥσπερ τύπους δεχόμενος τὰ μαθήματα. οὐκ ἀκούεις τοῦ ποιητοῦ, κῆρα πολλάκις τὴν ψυχὴν λέγοντος, ἵνα τι καὶ αὐτὸς προσπαίζω μικρόν, ὅπερ ἀπὸ τοῦ κηροῦ παραχθείη πόθεν καὶ ἄλλοθεν; ἀλλ' οὗτος οὐ πᾶσιν ὁμοίως ὑπόκειται, ἀλλὰ τοῖς μὲν ὑγρός ἐστι καὶ εὐδιάλυτος, τοῖς δὲ στερρός τε καὶ συνεστηκώς, τοῖς δὲ ἀπεσκλήρωται καὶ πρὸς ὁντιναοῦν τύπον ἐστὶν ἀνένδοτος. οἱ μὲν οὖν τὸν ὑγρὸν λαχόντες κηρὸν ῥᾳδίως ἐντυποῦνται τὴν παίδευσιν, οἱ δὲ τὸν συνεστηκότα, τούτων μὲν ἔλαττον, μέγα δὲ μέρος τούτοις ὁ χρόνος ἐστὶ πρὸς ἀνάληψιν· οἱ δὲ τὸν τρίτον, μεθ' ὧν σε αὐτὸς τάττοιμι, κτήνεσιν ὅσον εἰς παίδευσιν ἀπεικάζονται, μήθ' ὑπὸ χρόνου μήθ' ὑπὸ φύσεως βοηθούμενοι. τί οὖν, εἰ ὁ μὲν τὸν ὑγρὸν ἔχων κηρόν, ῥᾳδίως τοὺς τῆς παιδεύσεως λόγους ἐδέξατο, δεχομένης τῆς φύσεως ὁμαλῶς τὰ μαθήματα, σὺ δὲ τὸν σκληρόν τε καὶ ἄτμητον, μέχρι παντὸς ἀδιατύπωτος ἔμεινας, εἰ μή που ἐπιπολαίους τινὰς κατεγράφης γραμμάς, οἷά τινός σοι πέτρας ἐπὶ ποσὸν κοιλανθείσης τῆς φύσεως πρὸς τὴν πολυήμερον τῆς ἀναγνώσεως ἐνδελέχειαν; Εἰ οὖν σὺ μὲν δι' ἀμβλύτητος ὄψεως οὐδέποτε ταῖς ἡλιακαῖς αὐγαῖς ἐνητένισας, χρόνῳ δέ τινι καὶ μεθόδῳ βραχεῖάν που κατιδεῖν ἀκτῖνα ἐνίσχυσας, ὁ δὲ διὰ ῥώμην τοῦ ὀπτικοῦ πνεύματος ὅλον ἐκ τοῦ εὐθός τὸν ἥλιον εἰσεδέξατο, οὐ διὰ τοῦτο μᾶλλον ἐπαινετέος καὶ τημτέος τῆς φύσεως, ἢ καικίζοιτ' ἂν ὅτι μή σοι ἀπεικάζετο, καὶ τοῖς σοῖς κρίνεται πάθεσι παρά σοι τῷ πεπονθότι κριτῇ. τί δὲ μὴ καὶ Σωκράτην κακίζοις, μᾶλλον τοῦ τῆς φιλοσοφίας τὸν κορυφαῖον ἀποβάλλεις καιροῦ, ὃς τὰ πλεῖστα τῶν μαθημάτων, μᾶλλον δὲ πάντα νέος ὢν ἀνελέξατο; Ἀριστοτέλην δὲ οὐκ ἀκούεις τὸν παρὰ Πλάτωνι νοῦν, ὅτε τῆς ἐν Ἀκαδεμίᾳ μετεῖχε σχολῆς αὐτῷ Πλάτωνι ἀντιλέγοντα, ὃν καὶ πῶλον διὰ τοῦτο χαριεντιζόμενοί τινες κατωνόμαζον; ἀλλ' οὐ δήπου διὰ τὸν χρόνον οὐκ ἐγκριτέος ὁ ἀνὴρ τῇ φιλοσοφίᾳ, προκριτέος δὲ μᾶλλον καὶ τῇ φύσει πολλὰ χαρίσαιτο, ὅτι παιδόθεν αὐτὸν ἐνηγκαλίσατο, ἀλλ' οὐδὲ τῶν συγγραμμάτων αὐτοῦ, ἃ μὲν ἐν γήρᾳ ἐξενηνόχει ἰσχύει καὶ κρατεῖ, ἃ δὲ ἐν ἀκμαζούσῃ τῇ ἡλικίᾳ ἀπαράδεκτά τισι διὰ τοῦτο γεγόνασιν, οὐδὲ Πορφυρίῳ καὶ Πρόκλῳ τοῖς Πλατωνικοῖς εὐθυνόμενα, τῷ χρόνῳ φαίνοιτ' ἂν ἐγκρινόμενα ἢ ἐλεγχόμενα, ἀλλὰ τῷ λόγῳ καὶ τῷ μὴ ὀρθῶς ἔχειν ἢ κατ' ὀρθὸν φέρεσθαι. Ζωροάστρην δὲ ποῦ θήσεις τὸν Αἰγύπτιον ἢ Ἑρμῆν τὸν Τρισμέγιστον, οὓς καὶ φασὶν αὐτοδιδάκτους γενέσθαι, τῆς ψυχῆς μόνης ὥσπερ ἔκ τινος κεκρυμμένης φλεβὸς ἀναστομωσάσης αὐτοῖς τὰ μαθήματα; ἀλλ' οὐ δ' αἱ μακρόβιοι νύμφαι, εἰ δεῖ πιστεύειν τῷ Πλάτωνι, δι' ἃς τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν τῷ τοῦ ἀνθρώπου ὅρῳ προστέθειται, διαδόσιμον ἔσχον τὴν γνῶσιν ἑτέροις σοφοῖς ὁμιλήσασαι, ἀλλ' Ὁμηρίδας