15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
οὐσίαν. εἰ οὖν διαφέρει ὁ υἱὸς τοῦ πατρὸς κατά τι τῶν περὶ οὐσίαν, καινὸν οὐδέν· ἡ γὰρ ταὐτότης, ὡς καὶ αὐτὸς φαίνῃ προδιορισάμενος, κατὰ τὴν οὐσίαν οὐ παρατέθραυσται. Ἢ καὶ σὺ πατὴρ τοῦ πατρός, ἵνα μηδὲν λείπῃ τοῦ σοῦ πατρός, ἐπειδὴ ταὐτὸν εἶ κατ' οὐσίαν;» τοῦτο δὲ καὶ προσπαίζοντός ἐστι καὶ ἐλέγχοντος. εἰ γὰρ ἐφ' ὧν, φησίν, ἡ τῆς οὐσίας ταὐτότης ἐστίν, ἐπὶ τούτων καὶ τὰ περὶ τὴν οὐσίαν ἀδιάφορα, ταὐτὸν δὲ καὶ σὺ τῷ πατρὶ κατ' οὐσίαν, λέγεται δὲ περὶ μὲν ἐκεῖνον ἡ πατρότης, περὶ δὲ σὲ ἡ υἱότης, ἕλκεις δὲ τὸ ταὐτὸν ἐν πᾶσιν, οὐκ ἐπὶ τῆς οὐσίας μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν περὶ οὐσίαν, σὺ μὲν εἶ τοῦ πατρὸς πατήρ, υἱὸς δὲ ἐκεῖνος σοῦ τοῦ υἱοῦ· οὗ τί ἂν εἴη γελοιωδέστερον; «Ἢ δῆλον ὅτι, τῆς ἰδιότητος ἀκινήτου μενούσης, ζητήσομεν» φησίν «οὐσίαν θεοῦ, ἥτις ποτέ ἐστιν, εἴπερ ζητήσομεν». ἐπειδὴ δὲ ὁ λογολέσχης Ἀνόμοιος μετεκύβευσεν, ὡς ἠβούλετο, τὰ ὀνόματα σοφιστευόμενος περὶ τὰ θεῖα καὶ ὑπὲρ ἔννοιαν, καὶ νῦν μὲν γεννητὸν ἐδείκνυ τὸ ἀγέννητον, νῦν δὲ ἀγέννητον τὸ γεννητόν, «παίζων ἐν οὐ παικτοῖς», ὁ μέγας πατὴρ ἀκίνητα τὰ ὀνόματα φυλάττων ταυτὶ ὡς ἰδιότητας τῶν προσώπων, περὶ τῆς οὐσίας, φησί, «ζητήσωμεν» τῆς ἐν ἀμφοῖν, «ἥτις ποτέ ἐστι». μονονουχὶ γὰρ τοῦτό φησιν ὁ πατήρ· εἰ τὸ ταὐτόν, ὦ ἑτερόδοξε, ἐπὶ τῆς οὐσίας τιθεῖς, εὑρέθη δὲ τὸ ἀγέννητον μὴ ὂν οὐσία θεοῦ, ἀλλ' ἰδιότης περὶ τὴν οὐσίαν θεωρουμένη, ἢ ταύτην τὴν ἰδιότητα ἀμαθῶς ὅπῃ βούλει μετακίνει καὶ μετατίθεσο, ἤ, δηλονότι ἀκινήτου ταύτης μενούσης, ἵνα καὶ ἰδιότης ᾖ τὴν δύναμιν τοῦ ἑαυτῆς ὀνόματος σῴζουσα, αὐτὴν ζητήσωμεν τὴν οὐσίαν τοῦ θεοῦ, ἵν' ἐν ταύτῃ τὸ ταὐτὸν εὑρηκότες μὴ μετακινῶμεν τὰς ἰδιότητας. Ἐπάγει δὲ τὸ «εἴπερ ζητήσομεν». καὶ πῶς οὐκ ἐναντιοφωνεῖ αὐτὸς ἑαυτῷ ὁ πατήρ; ἀποφηνάμενος γὰρ ὅπως «ζητήσομεν οὐσίαν θεοῦ», ἔπειτα ἐνδοιάζων λέγει, «εἴπερ ζητήσομεν». ἢ τὸ μὲν πρῶτον ὡς ἀκόλουθον τῇ ὑποθέσει τέθεικεν· εἰ γὰρ τὸ ταὐτὸν περὶ τὴν οὐσίαν, τὸ δὲ ἀγέννητον περὶ τὴν οὐκ οὐσίαν, τὸ λειπόμενόν ἐστι ζητεῖν τίς ἡ οὐσία. τοῦτο μὲν οὖν ὡς ὀφειλόμενον τῷ λόγῳ τέθεικε· τὸ δ' «εἴπερ ζητήσομεν» ἐπιλαμβανο μένου ἐστὶν ἑαυτοῦ· οὐ γάρ, εἰ καὶ τῷ λόγῳ λείπεται τὸ ζητεῖν περὶ τῆς οὐσίας, ἤδη καὶ ζητητέον ἡμῖν περὶ ταύτης· ἐπειδὴ γὰρ τρόπον τινὰ πρὸς χάριν τῷ Εὐνομίῳ εἴρηκε τὸ «ζητήσομεν περὶ τῆς οὐσίας», «εἴπερ» φησί «καὶ ζητήσομεν». οὐ γὰρ δὴ καὶ ζητήσομεν, εἰ καὶ ζητητέαν ταύτην ὁ λόγος ἔχει τὴν ὑπόθεσιν· οὐ γὰρ κενολογεῖν βουλόμεθα ὥσπερ δὴ καὶ κενοδρομεῖν πρὸς οὐρανὸν πτερυσσόμενοι. Καὶ ταῦτα μὲν οὕτως. ἐπεὶ δὲ ὁ Εὐνόμιος τοῦτο αὐτὸ τίθεται τὸν πατέρα, ἀγέννητον, ᾧ δὴ καὶ κυριολογεῖ τὸ θεός, καὶ ταὐτὸν οἴεται ἀγέννητον καὶ θεόν, πολλαῖς ὁ πατὴρ ἀποδείξεσι τὴν τῶν ὀνομάτων δεικνύει διαφοράν. καὶ πρότερον ἀπὸ τῆς πρὸς ἕτερον σχέσεως· εἰ γὰρ οὐ διενηνόχατον θεὸς καὶ ἀγέννητον, τὴν αὐτὴν ἔχετον σχέσιν πρὸς τὰ ἐκτός. ἀλλ' ὅρα εἰ τὸ μὲν σχετικόν ἐστι, τὸ δὲ ἄσχετον· ὁ μὲν γὰρ θεὸς ἑτέρων λέγεται («θεός» γάρ φησι «θεῶν» ἡ γραφή) καὶ αὖθις τῶν κατὰ μέρος καὶ τῶν προνοουμένων· τὸ δὲ ἀγέννητον οὐδενῶν, τίνων γάρ; οὔτε γὰρ ἀνθρώπων οὔτε ἀγγέλων οὔτε ὅλως κτισμάτων. «ἢ ἐπεὶ μηδενὸς τὸ ἀγέννητον, μηδὲ τὸν θεὸν εἶναι τινῶν. ἀλλὰ μὴν τινῶν» ὁ θεός. ὅθεν οὐ «ταὐτὸν θεὸς καὶ ἀγέννητον». «τὰ γὰρ πάντῃ ταὐτὰ» ὁμοίαν ἔχει τὴν προφοράν· βροτός, μέροψ, ἀπόλυτον τῶν ὀνομάτων ἑκάτερον· πρόνοια, κηδεμονία, ἄμφω σχετικά. εἰ δὲ καὶ τὸ ἀγέννητον κατὰ σχέσιν ἐκφέρεσθαι φῄς, δεῖξον τίνων ἐστὶ τὸ ἀγέννητον. ἀπαιτεῖς δέ με τίνων ὁ θεός, καὶ ἐρῶ σοι ὅτι «πάντων». πῶς οὖν ἂν εἴη ταὐτὸν θεὸς καὶ ἀγέννητον, εἰ τὸ μὲν τῶν ὀνομάτων πρὸς ἄλλο, {τὸ} τὸ δ' ἐφ' ἑαυτοῦ περιγράφεται; «Καὶ πάλιν, ἐπειδὴ τὸ ἀγέννητον καὶ τὸ γεννητὸν ἀντίκεινται ἀλλήλοις ὡς ἕξις καὶ στέρησις, ἀνάγκη καὶ οὐσίας εἰσαχθῆναι ἀντικειμένας