ἐκλήπτορα τῶν δημοσίων φόρων εὐσεβῆ καὶ ἀπράγμονα, καὶ ἀνηγόρευσαν αὐτὸν βασιλέα ὡς μή τινα ἔχοντες ἄρχοντα· ὁ δὲ φυγῇ χρησάμενος εἰς τὸ ὄρος ἐκρύβη. εὑρόντες δὲ αὐτὸν εὐφήμισαν βιασάμενοι εἰς βασιλέα. ὅπερ μαθὼν Ἀρτέμιος τὴν πόλιν ὀχυρώσας, ἐν Νικαίᾳ τῇ πόλει κατέφυγεν. ὁ δὲ τῆς πόλεως στόλος καὶ ὁ τοῦ Θεοδοσίου μέχρι μηνῶν ἓξ ἀλλήλους κατεπολέμουν· περάσας δὲ Θεοδόσιος ἐπὶ τὰ Θρᾳκῶα μέρη ἐν ὄχλῳ βαρεῖ τὴν πόλιν καταλαμβάνει, καὶ διὰ τῆς τῶν Βλαχερνῶν πόρτης τοῦ μονοτείχους εἰσῄει, ληιζόμενος τήν τε πόλιν καὶ τοὺς ἄρχοντας. οἱ δὲ πλώιμοι πραιδεύσαντες μεγίστην εἰργάσαντο ἅλωσιν, μηδενὸς φεισάμενοι· τὸν δὲ πατριάρχην Γερμανὸν καὶ τοὺς ἄρχοντας Ἀρτεμίου συλλαβόμενοι ἐν Νικαίᾳ ἐξορίστους ἀπήγαγον. ὁ δὲ Ἀρτέμιος τούτοις θεασάμενος, λόγον τινὰ ἀπαθείας λαβών, τὸ μοναδικὸν περιεβάλετο σχῆμα· ὃν Θεοδόσιος ἐν Θεσσαλονίκῃ ἐξώρισε. Λέων δὲ ὁ Ἴσαυρος τῶν ἀνατολικῶν στρατηγὸς ὤν, Ἀρτεμίου ὑπερμαχῶν, οὐχ ὑπετάγη Θεοδοσίῳ, ἔχων συναγωνιζόμενον Ἀρτάβασδον Ἀρμένιον στρατηγὸν Ἀρμενιακῶν, ᾧδοῦναι συνέθετο καὶ τὴν ἰδίαν θυγατέρα. 173 Θεοδόσιος ὁ Ἀτραμυτινός. Θεοδόσιος ἐβασίλευσεν ἔτη δύο. ἐφ' οὗ ὁ Μάσαλμος ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς ἐπεστράτευσε κατὰ Ῥωμαίων̣ καὶ πρὸς τὰ μέρη τοῦ Ἀμωρίου γενόμενος γράφει πρὸς τὸν Λέοντα στρατηγὸν τῶν Ἀρμενιακῶν "ἡ βασιλεία τῶν Ῥωμαίων σή ἐστιν· ἐλθὲ οὖν καὶ λαλήσωμεν τὰ πρὸς εἰρήνην, καὶ ποιῶ πάντα ὅσα θέλεις." ὁ δὲ πρὸς αὐτὸν ἀποστείλας ὑπάτους καὶ λόγους εἰρήνης ποιησάμενος, καὶ ὡς βασιλεὺς εὐφημισθείς, ἐπὶ Νικομήδειαν ἀνέρχεται μετὰ πλείστου στρατοῦ, ἐν ᾗ τῷ τοῦ Θεοδοσίου υἱῷ περιτυχὼν ἐν πολέμῳ, καὶ τοῦτον χειρωσάμενος μετὰ βασιλικῆς ὑπηρεσίας πάσης καὶ τῶν ἐν τέλει ἐπισήμων τοῦ παλατίου, καταλιμπάνει τὴν Χρυσόπολιν. ὁ δὲ Θεοδόσιος λόγον ἀπαθείας παρ' αὐτοῦ λαβὼν παρεχώρησεν αὐτῷ τὴν βασιλείαν, κληρικὸς σὺν τῷ υἱῷ γενόμενος. ἰστέον δὲ ὅτι οὗτος ὁ Θεοδόσιος ἦν ἐκλήπτωρ τῶν δημοσίων φόρων, εὐσεβὴς δὲ καὶ ἀπράγμων. Λέων ὁ Ἴσαυρος ὁ Σύρος, ὁ καὶ Κόνων, ὁ εἰκονομάχος. Λέων ὁ Ἴσαυρος ἐβασίλευσεν ἔτη εἰκοσιτέσσαρα. ἔχει δὲ τὰ κατ' αὐτὸν ὦδέ πη. Ἀράβων ἀρχηγὸς ὑπῆρχεν Ἡζίθ, δύο δέ τινες θεομάχοι Ἑβραίων παῖδες, ὡς δῆθεν ἀστρολογικὴν ἐπιστήμην μεταδιώκοντες, καταλαμβάνουσι τὴν τῶν Ἀρά174 βων βασιλικὴν αὐλήν, καὶ καταμηνύοντα τῶν Ἡζίθ, καὶ τοῦτον χρησμῳδίαν πολυζωίας μυοῦνται, εἴγε τὴν θεανδρικὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῆς θεοτόκου μητρὸς ἐκ πάντων τῶν ἐκκλησιῶν τῶν ὑπ' αὐτὸν οὐσῶν ἀπαλείψειεν. καὶ δὴ ὁ φιλόζωος ὑπακούσας τῇ συμβουλῇ τῶν ἀπατεώνων πάσας τὰς ἐκκλησίας τὰς οὔσας ἐν τῇ ἀρχῇ αὐτοῦ διεσάλευσεν. ἀλλ' ἀπατηθεὶς ὁ δείλαιος εὗρεν ἄξια τὰ ἐπίχειρα τῆς ἀνοίας· μετῆλθε γὰρ αὐτὸν ἡ θεία δίκη, οὔπω διελθόντος ἑνὸς ἐνιαυτοῦ. οὗ ὁ υἱὸς διαδεξάμενος τὴν ἡγεμονίαν ὡς ψευδομάντεις αὐτοὺς ἠβουλήθη ἀποκτεῖναι· μαθόντες δὲ οὗτοι ἀνέκαμψαν ἐν τοῖς Ἰσαυρικοῖς μέρεσιν. εἰς πηγὴν δέ τινα ἀναψυχόντων αὐτῶν, ἰδοὺ οὗτος ὁ Λέων νεανίσκος ἔτι ὤν, καλὸς τῷ εἴδει καὶ εὐμήκης τῷ σώματι, βάναυσος τὴν τέχνην, ἐξ αὐτοῦ τὴν ζωὴν ποριζόμενος, τοῖς ὑποζυγίοις περιτιθεὶς φόρτον καὶ ἀπεμπολῶν διέζη πτωχικῶς· καὶ δὴ ἐκ τοῦ ὑποζυγίου τότε φόρτον περιελόμενος ἐκάθισε καὶ αὐτὸς ἐπὶ τῇ πηγῇ ὡς ἀριστήσων. εἶτα οἱ τῶν ἐγγαστριμύθων μύσται μυοῦνται αὐτὸν τοῦ κατάρξαι τῆς Ῥωμαϊκῆς βασιλείας τῶν σκήπτρων· καὶ τοῦ Λέοντος ἀναβαλλομένου, ἐπὶ τῇ εὐτελείᾳ αὐτοῦ ἀφορῶντος, ὅρκοις πληροφορεῖται ὑπὸ τῶν ἀθέων ὅτι ταῦτα οὕτως ἔχει γενέσθαι. καὶ δὴ αἰτούντων αὐτῶν ὀμόσαι αὐτοῖς ἵνα εἰ ἄρα εἰς πέρας ἔλθοι τοῦτο, εἴ τι ἂν αἰτηθῇ παρ' αὐτῶν, ἀνυπερθέτως δώσει αὐτοῖς· ἦν δὲ πλησίον ναὸς τοῦ ἁγίου Θεοδώρου, καὶ εἰσελθὼν εὐθὺς ὁ βάναυσος 175 Λέων, τῶν ἱερῶν καγκέλων τοῦ θυσιαστηρίου ἁψάμενος, δέδωκεν ἐγγυητὴν τὸν μεγαλομάρτυρα τοῦ Χριστοῦ, ἑστώτων τῶν Ἰουδαίων ἐκτὸς τῶν πυλῶν τοῦ ναοῦ, καὶ δεχομένων τὸν ὅρκον παρ' αὐτοῦ. καὶ αὖθις ᾤχετο ἕκαστος εἰς τὰ ἴδια. ἦν δὲ τῶν