1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

55

μετὰ τῶν δυσσε βῶν καταλίπωμεν μύθων· καὶ γὰρ τούτων ὁ κορυφαῖος τὸν τῶν θεῶν κορυφαῖον ὀλοφυρόμενον δείκνυσιν, ὡς ἐπαμῦναι τῷ παιδὶ μὴ δυνάμενον, ἀλλὰ τῶν τῆς Κλωθοῦς νημάτων ἡττώμενον καὶ ἀναλῦσαι ταῦτα βουλόμενον μέν, ὑπὸ δὲ τῆς Ἀτρόπου καὶ τῆς Λαχέσεως κωλυόμενον καὶ τούτου χάριν ὀλοφυρόμενον καὶ κω 6.5 κύοντα καὶ γόον πολὺν ἀναμιγνύντα τοῖς λόγοις. Οὗτος καὶ τὸν Ποσειδῶνα δέδειχε τίσασθαι μὲν βουλόμενον τῶν Κεφαλλήνων τὸν στρατηγόν, ὅτι τυφλὸν εἰργάσατο τὸν Πολύφημον, οὐ δυνά μενον δὲ νικῆσαι τὴν εἱμαρμένην, ἐπειδήπερ εἵμαρτο τῷ Λαέρτου τὴν Ἰθάκην ἰδεῖν. Τούτους τοίνυν καταλιπόντες, τὸν τῶν φι λοσόφων ἑσμὸν παραγάγωμεν. 6.6 Τοὺς μὲν οὖν ἀμφὶ τὸν ∆ιαγόραν φασὶν ἀθέους ἐπίκλην ὀνο μασθῆναι διὰ τὸ πάμπαν ἀρνηθῆναι τὸ θεῖον· Πρωταγόραν δὲ ἀμφίβολον περί γε τούτων ἐσχηκέναι λέγουσι δόξαν· φάναι γὰρ αὐτὸν εἰρήκασιν οὐκ εἰδέναι, οὔτε εἴπερ εἰσὶ θεοί, οὔτε εἰ παν τάπασιν οὐκ εἰσίν. Ἐπίκουρος δὲ ὁ Νεοκλέους καὶ ἡ ἐκείνου ξυμμορία εἶναι μὲν ἔφασαν τὸν Θεόν, πρὸς αὑτὸν δὲ ἀπεστράφθαι 6.7 καὶ μήτε ἔχειν πράγματα μήτε παρέχειν ἄλλοις ἐθέλειν. Ὁ δέ γε Νικομάχου μέχρι σελήνης ὑπείληφε τὸν Θεὸν πρυτανεύειν, τῶν δὲ μετὰ ταύτην ἁπάντων ἠμεληκέναι καὶ τῇ τῆς εἱμαρμένης ἀνάγκῃ παραδεδωκέναι τὴν τούτων ἐπιτροπείαν, καὶ οὐ μόνον πλοῦτον καὶ πενίαν καὶ ὑγίειαν καὶ νόσον καὶ δουλείαν καὶ ἐλευ θερίαν καὶ πόλεμον καὶ εἰρήνην διανέμειν ἀνθρώποις, ἀλλὰ καὶ 6.8 ἀρετὴν καὶ κακίαν ἀποκληροῦν. Τούτων Οἰνόμαος ὁ Κυνικὸς ἐναργῶς κατηγόρησε, καὶ τὸν Πύθιον μάντιν, ὡς τὰ παραπλήσια χρησμῳδοῦντα, τοῖς κατηγορουμένοις ξυνέζευξε· καὶ τὸ μὲν ξύγγραμμα Φώραν γοήτων ὠνόμασε· λέγει δὲ ὧδε· "Ἀπόλωλε γάρ, τό γε ἐπὶ τοῖς σοφοῖς, ἐκ τοῦ ἀνθρωπείου βίου, ἀπόλωλεν, εἴτε οἴακά τις αὐτό, εἴτε ἕρμα, εἴτε κρηπῖδα ὀνομάζων χαίρει, τῆς ἡμετέρας ζωῆς ἡ ἐξουσία, ἣν ἡμεῖς μὲν αὐτοκράτορα τῶν ἀναγκαιοτάτων τιθέμεθα· ∆ημόκριτος δέ, εἰ μή τι ἠπάτημαι, καὶ Χρύσιππος, ὁ μὲν δοῦλον, ὁ δὲ ἡμίδουλον ἐπινοεῖ τὸ κάλλιστον τῶν ἀνθρωπίνων ἐπιδεῖξαι. Ἀλλὰ τούτων ὁ μὲν λόγος τοσοῦτος, ὅσον ἄν τις ἀξιῴη, ἄνθρωπος ὤν, ἀνθρώπους. Εἰ δὲ δὴ καὶ τὸ 6.9 θεῖον ἡμῶν καταστρατεύεται, παπαί, οἷα πεισόμεθα." Πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα εἰπών, προστέθεικε καὶ ταῦτα· "Φέρε καὶ ἡμεῖς ἀνταγανακτήσωμεν. Τί δή ποτε; Ἔνθα ἂν ἡμῖν δοκῇ, ἔσται τοῦτο καὶ πιστότατον καὶ πρεσβύτατον· ἔνθα δ' ἂν μὴ δοκῇ, ἐκεῖ καταδυναστεύει τι λεληθὸς αὐτοῦ, εἱμαρμένη καὶ πεπρωμένη, διάφορα ἑκάστῳ ἡμῶν ἔχουσα, τῷ μὲν ἐκ θεοῦ, τῷ δὲ ἐκ τῶν σμικρῶν ἐκείνων σωμάτων τῶν φερομένων ἄνω καὶ παλλομένων κάτω καὶ περιπλεκομένων καὶ διαλυομένων καὶ διϊσταμένων καὶ 6.10 παρατιθεμένων ἐξ ἀνάγκης;" Καὶ αὖ πάλιν μετ' ὀλίγα· "Τού των δὲ εἵνεκα ταῦτα προσήνεγκα τῷ λόγῳ, ὅτι σε ἐκπέφευγεν, ὦ μάντι, ὧν κύριοί ἐσμεν ἡμεῖς· καὶ ὁ τὰ πάντα εἰδὼς ταῦτα οὔπω ἔγνως, ὧν τὰ πείσματα ἀνῆπται ἐκ τῆς ἡμετέρας βουλή σεως." 6.11 Ταῦτα ὁ Κυνικὸς κατὰ ταὐτὸν τοῦ Πυθίου καὶ ∆ημοκρίτου καὶ Χρυσίππου κατηγόρησεν, εἰκότως ἀγανακτῶν, ὅτι τοῦ ἡμετέ ρου νοῦ τὴν ἐλευθέραν ἐξανδραποδίσαντες φύσιν, τῇ τῆς εἱμαρμέ νης καὶ πεπρωμένης ἀνάγκῃ παρέδοσαν. Τὴν δὲ πεπρωμένην ὁ Χρύσιππος πεπερασμένην ἔφησεν εἶναι καὶ ξυντετελεσμένην διοίκησιν· τὴν δὲ εἱμαρμένην εἰρομένην τινά, εἴτε ἐκ Θεοῦ βουλήσεως, εἴτε ἐξ οἱασδήποτε αἰτίας· τὰς δὲ Μοίρας ὠνο μάσθαι ἀπὸ τοῦ μεμερίσθαι καὶ κατανενεμῆσθαί τινα ἡμῶν ἑκάστῳ· οὕτω δὲ καὶ χρεὼν παρὰ τὸ χρέος εἰρῆσθαι, τὸ ἐπιβάλ 6.12 λον καὶ καθῆκον κατὰ τὴν εἱμαρμένην. Τὸν δὲ ἀριθμὸν τῶν Μοιρῶν τοὺς τρεῖς χρόνους παραδηλοῦν, ἐν οἷς κυκλεῖται τὰ πάντα καὶ δι' ὧν ἐπιτελεῖται· καὶ Λάχεσιν μὲν κεκλῆσθαι παρὰ τὸ λαγχάνειν ἑκάστῳ τὸ πεπρωμένον, Ἄτροπον δὲ κατὰ τὸ ἄτρεπτον καὶ ἀμετάθετον τοῦ μερισμοῦ, Κλωθὼ δὲ παρὰ τὸ ξυγκλώθεσθαι καὶ ξυνείρεσθαι τὰ πάντα, καὶ μίαν αὐτῶν τεταγμέ νην εἶναι δόξαν. Τὴν δὲ Πρόνοιαν τοῦτο κεκλήκασι, διότι πρὸς τὸ χρήσιμον οἰκονομεῖ ἕκαστα· Ἀδράστειαν δὲ τὴν αὐτήν, ὅτι 6.13 οὐδὲν αὐτὴν