55
οὕτω θεασάμενος ἐλεή σεις. ιζʹ ιηʹ. "Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύν θησαν, ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με. Ἴδε τὴν 80.1044 ταπείνωσιν μου, καὶ τὸν κόπον μου, καὶ ἄφες πά σας τὰς ἀνομίας μου." Πολλοῖς, φησὶν, ἀλγεινοῖς πανταχόθεν περιστοιχίζομαι. Ταύτην μου τοίνυν τὴν ταπείνωσιν, καὶ τὴν ταλαιπωρίαν, ταῖς ἐμαῖς ἀν τιταλαντεύσας παρανομίαις, δὸς τὴν ἄφεσιν, καὶ τὴν συγγνώμην παράσχε. ιθʹ. "Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με." Εἰ μὴ δοκῶ, φη σὶν, ἄξιος εἶναι φιλανθρωπίας, τοσούτοις προσπα λαίων κακοῖς, τὴν ἄδικον γοῦν τῶν πολεμίων ἀπ έχθειαν θεασάμενος, φιλανθρωπίας μετάδος. Εἰς σὲ γὰρ ἐπλημμέλησα, τὰς σὰς παραβεβηκὼς ἐντολάς· ἐκεῖνοι δὲ μηδὲν ἐγκαλεῖν ἔχοντες, πολεμοῦσιν ἀδί κως. κʹ. "Φύλαξον τὴν ψυχήν μου, καὶ ῥῦσαί με· μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε." Εἰ γὰρ καί τινας τῶν σῶν παραβέβηκα νόμων, ἀλλ' οὖν τῆς σῆς ἐμαυτὸν οὐκ ἐχώρισα προμηθείας· διὸ καὶ ῥυσθῆναι τῶν πολεμούντων, καὶ φυλαχθῆναι παρα καλῶ. καʹ. "Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπ έμεινά σε, Κύριε." Καὶ τοῦτο ἴδιον ἀρετῆς. τὸ μισεῖν μὲν τῶν φαύλων τὰς συνουσίας, τοὺς δὲ τὴν ἰσότητα τιμῶντας, καὶ εὐθύτητι χρωμένους, καὶ κα κίας ἀπηλλαγμένους, συνήθεις ἔχειν καὶ φίλους. Τοῦτο γὰρ καὶ ὁ προφήτης ἔφη πεποιηκέναι, ἅτε δὴ θεραπεύειν ἐν τούτῳ δὴ τὸν ∆εσπότην ἡγού μενος. κβʹ. "Λύτρωσαι, ὁ Θεὸς, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ." Βασιλεῖ πρέπουσα ἡ προσενεχθεῖ σα τῷ Θεῷ προσευχή. Προσήκει γὰρ τὸν ἄρχειν τε ταγμένον, πᾶσαν ποιήσασθαι τῶν ὑπηκόων κηδε μονίαν. ∆ιά τοι τοῦτο καὶ ὁ μακάριος ∆αβὶδ, οὐ μόνον ὑπὲρ ἑαυτοῦ προσενήνοχε τὴν εὐχὴν, ἀλλὰ καὶ ὑπὲρ ἐγκεχειρισμένου λαοῦ· ἄλλως τε καὶ ἡ τοῦ εὖ καὶ καλῶς βασιλεύοντος σωτηρία κοινὴ τοῦ λαοῦ καθέστηκεν ὠφέλεια. Ἔχει δὲ καὶ ἑτέραν ἔν νοιαν τὸ ῥητόν. ∆ιῄρητο ὁ Ἰσραὴλ, καὶ ἐπὶ τοῦ Σαοὺλ, καὶ ἐπὶ τοῦ Μεμφιβοσθὲ, καὶ ἐπὶ τοῦ Ἀβεσσαλώμ. Εἰ τοίνυν, φησὶ, τῆς σῆς ῥοπῆς ἀπολαύ σαιμι, καὶ κρείττων γενοίμην τῶν δυσμενῶν, καὶ αὐτὸς ὁ Ἰσραὴλ, ἐμφύλιον πόλεμον καταλύσας, εἰρήνης τεύξεται, καὶ τοῖς σοῖς ἀγαθοῖς ἐντρυ φήσει.
ΕΡΜΗΝ. ΤΟΥ ΚΕʹ ΨΑΛΜΟΥ. αʹ. "Ψαλμὸς τῷ ∆αβίδ." Καὶ τοῦτον τὸν ψαλμὸν ὁ θεῖος ∆αβὶδ εἰς ἑαυτὸν
εἰρηκέναι δοκεῖ μοι· ἡγοῦ μαι δὲ τοῦτον ἐκείνου προγενέστερον εἶναι. Ὁ μὲν 80.1045 γὰρ ἁμαρτίας καὶ μεγάλης ἁμαρτίας ἐποιήσατο μνήμην· "Ἱλάσθητι γὰρ, φησὶ, τῇ ἀνομίᾳ μου, πολλὴ γάρ ἐστιν." Ἐνταῦθα δὲ τῆς οἰκείας ἀρετῆς τὰ εἴδη διέξεισιν· ὅθεν ἡγοῦμαι τούτοις αὐτὸν χρή σασθαι τοῖς λόγοις ὑπὸ τοῦ Σαοὺλ διωκόμενον, καὶ παρὰ τοῖς ἀλλοφύλοις διάγειν ἠναγκασμένον· οὓς δυσσεβείᾳ, καὶ δεισιδαιμονίᾳ, καὶ πάσῃ παρανομίᾳ συζῶντας ὁρῶν, ἔφευγεν αὐτῶν τοὺς συλλόγους, καὶ τὰς τοῖς δαίμοσιν ἐπιτελουμένας δημοθοινίας· δι δάξει δὲ τοῦτο σαφέστερον ἡ τῶν ῥητῶν ἑρμηνεία. "Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύ θην, καὶ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων, οὐ μὴ ἀσθενήσω." Ἁπλότητι, φησὶ, κεχρημένος, καὶ κακὸν οὐδὲν εἰς τὸν Σαοὺλ δεδρακὼς, καὶ πικρῶς οὕτως ἐξελαυνό μενος, σὲ γενέσθαι, ∆έσποτα, κριτὴν τῆς ἐμῆς δίκης ἀντιβολῶ· σὲ γὰρ οἶδα Θεὸν, καὶ τῆς σῆς προνοίας τὰς ἐμὰς ἐλπίδας ἐξήρτησα, καὶ θαῤῥῶ ὡς οὐκ ἔσο μαι τοῖς διώκουσιν ὑποχείριος. βʹ. "∆οκίμασόν με, Κύριε, καὶ πείρασόν με· πύρωσον τοὺς νεφρούς μου, καὶ τὴν καρδίαν μου." Κἀντεῦθεν δῆλον ὡς τῆς ἁμαρτίας πρεσβύτερος ὁ ψαλμός. Ὡς ἁπλότητι γὰρ καὶ ἀκακίᾳ συζῶν, καὶ πεῖραν οὐκ ἔχων τῆς ἁμαρτίας, τῶν ἐπικινδύνων ἀγώνων ἐφίεται. Νεφροὺς δὲ καὶ καρδίαν τοὺς λογισμοὺς ὀνομάζει· καὶ τοῦτο πολλάκις εἰρή καμεν. γʹ. "Ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστιν." ∆οκιμασθῆναι δὲ καὶ χρυσίου δίκην πυρωθῆναι παρακαλῶ, ἐπειδὴ τῷ σῷ ἐλέει θαῤῥῶ, καὶ τὴν ἐντεῦθεν προσμένω βοήθειαν. Ὑπὸ τούτου γὰρ ἐρειδόμενος· "Καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου." Εἶτα τῆς εὐαρεστήσεως τὰ εἴδη διέξεισιν. δʹ, εʹ. "Οὐκ ἐκάθισα μετὰ συνεδρίου