δὲ πρόφασις καὶ ταύτης τῆς ἐπιστολῆς ἐστιν οὕτως· Τῶν συναποδημησάντων τῷ Παύλῳ κα ταλειψάντων αὐτὸν, βουλόμενος ὁ Ἀπόστολος τὸν Τιμόθεον ἐλθεῖν πρὸς αὐτὸν, γράφει τὴν ἐπιστολήν. Καὶ πρῶτον μὲν δηλοῖ ἑαυτὸν μνημονεύειν αὐτοῦ τε τῆς εὐλαβείας καὶ τῆς τῶν προγόνων αὐτοῦ πίστεως· ἔπειτα δὲ, ὅτι οἱ ἀπὸ Ἀσίας, ὧν ἐστι Φύγελλος καὶ Ἑρμογένης, ἀπεστράφησαν αὐτὸν, ὁρῶντες αὐτοῦ τὰς ἁλύσεις. Τὸν Ὀνησιφόρον δὲ ἀπεδέξατο, ἐλθόντα εἰς τὴν Ῥώμην, καὶ προσμείναντα αὐτῷ. Παραγ γέλλει δὲ αὐτῷ παραιτεῖσθαι τὰς μωρὰς ζητήσεις, διὰ τὸ ἐξ αὐτῶν γεννᾶσθαι μάχας. Καὶ γὰρ Ὑμέναιος καὶ Φιλητὸς, οὕτως ἐκτραπέντες, παρέβησαν τὴν ἀλήθειαν, λέγοντες ἀνάστασιν ἤδη γεγονέναι, καί τινας ἀνατρέπουσι. Μᾶλλον οὖν παραινεῖ τούτῳ προσ έχειν ἑαυτῷ καὶ τῇ διδασκαλίᾳ, καὶ εἰδέναι μὲν, ὅτι ἐν ὑστέροις καιροῖς ἔσονται οἱ ἄνθρωποι φιλήδονοι 28.428 μᾶλλον ἢ φιλόθεοι· προβλέποντα δὲ ταῦτα, ἀσφαλί ζεσθαι τοὺς λαοὺς, μή τις ἐξ αὐτῶν ἀπατηθῇ. Καὶ εἰς τὰ ἤθη δὲ καὶ εἰς τὴν τῆς διδασκαλίας ἀκρίβειαν πολλὰ προτρεψάμενος αὐτὸν, καὶ σημάνας τὸν καιρὸν λοιπὸν τῆς ἀναλύσεως αὐτοῦ ἐνεστάναι, καὶ μέλλειν σπένδεσθαι καὶ μαρτυρεῖν, ἐνετείλατο αὐτῷ ἐλθεῖν πρὸς αὐτὸν ταχέως, κομίζοντα τὸν φελόνην καὶ τὰ βιβλία. Παρῄνεσε δὲ αὐτῷ Ἀλέξανδρον τὸν χαλκέα φυλάττεσθαι, ὡς πολλὰ κακὰ ἐνδειξάμενον αὐτῷ· καὶ οὕτω τελειοῖ τὴν ἐπιστολήν. Τρισκαιδεκάτη, πρὸς Τῖτον. Ταύτην ἐπιστέλλει ἀπὸ Νικοπόλεως· ἐκεῖ γὰρ παρεχείμασεν. Ἡ δὲ πρόφασις τῆς ἐπιστολῆς αὕτη· Εἰς μὲν τὴν Κρήτην ἀπέλιπε τὸν Τῖτον, ἵνα κατα στήσῃ κατὰ πόλεις κληρικούς· πολλῶν δὲ ὄντων ἐκεῖ τῶν ἐπιχειρούντων προφάσει τοῦ νόμου ἀπατᾷν τοὺς λαοὺς, μαθὼν ὁ Ἀπόστολος, γράφει. Καὶ πρῶτον μὲν εὐχαριστῶν τῷ Θεῷ διὰ τὴν αὐτοῦ εὐλάβειαν, σημαί νει τὴν ἐν Χριστῷ πίστιν μὴ νεωτέραν εἶναι, ἀλλ' ἐξ αἰῶνος ἡτοιμάσθαι, καὶ ἐπηγγέλθαι παρὰ τοῦ Θεοῦ ταύτην· ἔπειτα δὲ καὶ περὶ τῆς καταστάσεως τῶν κληρικῶν. Καὶ τοῦτον διδάσκει, πῶς, καὶ ὁποίους αὐ τοὺς εἶναι δεῖ. Καὶ ἐπιτιμᾷν δὲ ἐντέλλεται αὐτῷ τοῖς ἀντιλέγουσι τῇ ὑγιαινούσῃ πίστει· μάλιστα τοῖς ἐκ περιτομῆς, εἰδέναι τε τοὺς Κρῆτας, ὅτι ἀργοί εἰσι, καὶ χρῄζουσιν ἐπιτιμίας. ∆ιδάξας τε πάντα τὰ βρώ ματα καθαρὰ εἶναι τοῖς καθαροῖς, καὶ ὁποίας εἶναι δεῖ τὰς πρεσβύτιδας, τὰς ὀφειλούσας σωφρονίζειν τὰς νέας, παραινεῖ πῶς δεῖ τοὺς δούλους τοῖς ἰδίοις δεσπόταις ὑποτάσσεσθαι. Καὶ τέλος, ὑπομνήσας ὅτι ἡ τοῦ Σωτῆρος χάρις οὐκ ἐξ ἔργων ἡμᾶς ἐδικαίωσεν, ἀλλὰ τῇ ἰδίᾳ φιλανθρωπίᾳ, καὶ παραγγείλας τὰς νομικὰς μάχας ἐκτρέπεσθαι, ὡς ἀναισχύντους οὔσας, δηλοῖ αὐτῷ, μετὰ τὸ πέμψαι πρὸς αὐτὸν Ἀρτεμᾶν, ἵνα ἔλθῃ πρὸς αὐτόν. Ἐνετείλατό τε αὐτῷ, ὥστε δι δάσκειν, καὶ τοὺς αὐτοῦ καλῶν ἔργων προΐστασθαι· καὶ οὕτω τελειοῖ τὴν ἐπιστολήν. Τεσσαρεσκαιδεκάτη, πρὸς Φιλήμονα. Ταύτην ἐπιστέλλει ἀπὸ Ῥώμης. Ἡ δὲ πρόφασις τῆς ἐπιστολῆς αὕτη· Ὀνήσιμος ὁ οἰκέτης Φιλή μονος ἔφυγε, καὶ προσῆλθε τῷ Παύλῳ, καὶ κατηχήθη παρ' αὐτοῦ, καὶ γέγονεν αὐτῷ χρήσιμος εἰς διακο νίαν. Περὶ τούτου τοίνυν γράφει Φιλήμονι παρατι θέμενος αὐτῷ τὸν Ὀνήσιμον, ἵνα προσέχῃ αὐτῷ γνησίως, καὶ μηκέτι ἔχῃ αὐτὸν ὡς δοῦλον, ἀλλ' ὡς ἀδελφόν. Προετρέψατο δὲ αὐτὸν, καὶ ξενίαν αὐτῷ ἑτοιμάσαι, ἵνα, ἐὰν ἔλθῃ, εὕρῃ ποῦ μείνῃ· καὶ οὕ τω τελειοῖ τὴν ἐπιστολήν. Βιβλίον ηʹ. Ἀποκάλυψις Ἰωάννου. Οὕτω καλεῖται τὸ βιβλίον, ἐπειδὴ καὶ ταύτην τὴν ἀποκάλυψιν αὐτὸς Ἰωάννης ὁ εὐαγγελιστὴς καὶ θεολόγος ἑώρακεν ἐν τῇ Πάτμῳ καλουμένῃ νήσῳ, ἐν ἡμέρᾳ Κυριακῇ, καὶ κελευσθεὶς ἔγραψεν αὐτὴν, ὥστε πέμψαι εἰς τὰς ἑπτὰ Ἐκκλησίας ταύτας, εἰς Ἔφεσον, εἰς Σμύρναν, εἰς Πέργαμον, εἰς
56