56
ὁμοίως παρθένον ἐκάλεσαν. ∆ιόνυσον δὲ ὡς φρενῶν θολωτικὸν ὀνομά- ζουσιν τὴν ἀπὸ τῶν ἄνω τε καὶ κάτω ἀτμῶν θολερὰν καὶ μεθύουσαν σύστασιν. τὸ δὲ κατωτέρω τῆς γῆς ὕδωρ, ἓν Χν τῇ φύσει καὶ διὰ πάν- των τῶν χερσαίων πόρων διεῖρον καὶ εἰς πολλὰ διαιρούμενον (ὥσπερ συγκοπτόμενον), Ὄσιριν ἐκάλεσαν. λαμβάνουσι δὲ καὶ Ἄδωνιν εἰς ὡραί- ους καρπούς, Ἀφροδίτην εἰς μίξιν καὶ γένεσιν, ∆ήμητρα εἰς γῆν, Κόρην εἰς σπέρματα καὶ ∆ιόνυσόν τινες εἰς ἄμπελον. καὶ πάντα τὰ τοιαῦτα ὁμοίως τοιαύτην τινὰ ἀλληγορίαν ἔχοντα νόει μοι· Ἀπόλλωνα δὲ ἥλιον τὸν περιπολοῦντα εἶναι νόμιζε, γονὴν ὄντα τοῦ ∆ιός, ὃν καὶ Μίθραν ἐκάλεσαν, ἐνιαυτοῦ συμπληροῦντα περίοδον. αὗται δὲ αἱ μετα- μορφώσεις τοῦ πανταχῆ διήκοντος ∆ιὸς αἱ πολλαὶ νοείσθωσάν σοι τροπαί, τὰς δὲ μυρίας αὐτοῦ γυναῖκας ἐνιαυτοὺς ἢ γενεὰς ἐπινόει. ἀπ' αὐτοῦ γὰρ τοῦ αἰθέρος ἡ διικνουμένη τὸν ἀέρα δύναμις ἑκάστῳ ἐνιαυτῷ καὶ γενεᾷ συνουσιάζουσα διαφόρως αὐτὸν τρέπει καὶ οὕτως γεννᾷ ἢ φθείρει τὰ ὡραῖα. καὶ παῖδες μὲν λέγονται οἱ ὡραῖοι καρποί, αἱ δὲ πρὸς τοὺς ἄρρενας μίξεις αἱ κατ' ἐνίους καιροὺς ἀκαρπίαι. Ταῦτα τοῦ Ἀππίωνος ἀλληγοροῦντος, σύννους ὢν ἐγὼ ἔδοξα τοῖς ὑπ' αὐτοῦ λεγομένοις μὴ παρακολουθεῖν, διὸ τὸν λόγον ἐγκόψας ἔφη μοι· Eἰ μὴ παρακολουθεῖς οἷς λέγω, τί καὶ τὴν ἀρχὴν διαλέγομαι; κἀγὼ ἀπεκρινά- μην· Μή με ὑπολάμβανε ἀναισθήτως ἔχειν τῶν ὑπὸ σοῦ λεγομένων· πάνυ γὰρ αὐτὰ συνίημι, ἅτε δὴ οὐ πρῶτον αὐτῶν ἀκηκοώς. ἵνα δὲ γνῷς ὅτι οὐκ ἀγνοῶ τὰ ὑπὸ σοῦ λεγόμενα, τὰ μὲν σοὶ ·ηθέντα ἐπιτεμοῦμαι, τῶν δὲ παραλειφθέντων σοι κατὰ ἀκολουθίαν, ὡς παρ' ἑτέρων ἤκουσα, ἀποπληρώ- σω τὰς ἀλληγορίας. καὶ ὁ Ἀππίων ἔφη· Ποίησον οὕτως ὡς λέγεις. κἀγὼ ἀπεκρινάμην· Παρίημι νῦν ἐπ' ἀκριβὲς λέγειν τὸ ἐκ τῆς ἀπείρου ὕλης κατὰ ἐπιτυχίαν κράσεως ἀποκυηθὲν ἔμψυχον ὠόν, οὗ ·αγέντος κατά τινας ἀρρενόθηλυς ἐξέθορεν Φάνης. καὶ πάντ' ἐκεῖνα ἐπιτέμνομαι, μέχρις οὗ τὸ ·αγὲν κύτος τὴν ἁρμονίαν ἔλαβεν, ὑπολειφθείσης αὐτοῦ μυελώδους ὕλης, καὶ τὸν λόγον τῶν ὑπ' αὐτῆς ἔνδοθεν γενομένων ἐπὶ κεφαλαίων μετὰ τῶν ἀκολούθων ἐπιτρέχω. ἐγεννήθη γάρ (ὡς λέγεις) ἐκ Κρόνου καὶ Ῥέας (ὑπό τε χρόνου καὶ ὕλης) τὰ μὲν πρῶτα Πλούτων, ὡς ἡ κάτω παραχωρήσασα ὑποστάθμη-δεύτερα δὲ Ποσειδῶν, ὃς ἡ μέση ἐστὶν ὑγρὰ οὐσία ἐπιπολάσασα τῇ κάτω ὁλκοτάτῃ φύσει-ἡ δὲ τρίτη ἀνω- τάτη τε καὶ αἰθὴρ οὖσα, ὅσπερ ἐστὶν Ζεύς, ἥτις οὐ κατεπόθη, ἀλλὰ θερμὴ οὖσα ἰσχὺς καὶ ἀνωφερῆ ἔχουσα τὴν φύσιν ὥσπερ ὑπό τινος ·ιπῆς εἰς τὸν ἄνω ἡγεμονικώτατον ἀνέπτη αἰθέρα. δεσμὰ δὲ τὰ Κρόνου ἐστὶν ἡ σύμπηξις οὐρανοῦ καὶ γῆς, ὡς καὶ ἄλλων ἀλληγορούντων ἀκήκοα, ἡ δὲ ἀποκοπὴ τῶν μορίων ὁ τῶν στοιχείων χωρισμὸς καὶ διά- κρισις, ὅτι πάντα ἐκ τῆς ἰδίας φύσεως ἀπετμήθη καὶ ἀφωρίσθη καθ' ἑαυτὰ τετάχθαι ἕκαστον· καὶ οὐκέτι γεννᾷ χρόνος, ἀλλὰ τὰ γεννηθέντα δι' αὐτοῦ νόμῳ φύσεως ποιεῖται τὰς διαδοχάς. ἡ δὲ ἐκ τοῦ βυθοῦ ἀνα- κύψασα Ἀφροδίτη ἡ ἐκ τοῦ ὑγροῦ γόνιμος οὐσία, ᾗ τὸ θερμὸν πνεῦμα μιγὲν τὸν τῆς μίξεως ποιεῖται ἔρωτα καὶ τελεσιουργεῖ τοῦ κόσμου τὸ κάλλος. τὸ δὲ συμπόσιον τὸ γαμήλιον, ἔνθα τὸ δεῖπνον ἐτέλει Ζεὺς