1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

56

ὁ τοῦ Ἀργυροῦ ἀπὸ τῆς ἐξορίας ἀνακληθεὶς εἰς τὸ Χαρσιανὸν στρατηγὸς προεχειρίσθη, ὁ δὲ Μελίας εἰς τὴν Μελιτηνὴν ἔτι πρόσφυγος ἦν, καὶ ὁ Βαασάκιος μετὰ τῶν δύο ἀδελφῶν αὐτοῦ, τοῦ τε Κρικορίκη καὶ τοῦ Παζουνῆ, ἀλλὰ καὶ ὁ Ἰσμαὴλ ὁ Ἀρμένιος ἐκεῖνος, οἵτινες καὶ πρὸςαὐτὸν καὶ τὸν προρρηθέντα Ἀργυρὸν ἔγραψαν διὰ τοῦ χρυσοβούλλου λόγον λαβεῖν καὶ ἐξελθεῖν καὶ τὸν μὲν Βαασάκιον καὶ τοὺς ἀδελφοὺς αὐτοῦ εἰς Λάρισσαν καθεσθῆναι καὶ ὀνομασθῆναι μὲν τὸν Βαασάκιον Λαρίσσης κλεισουριάρχην, ὅπερ καὶ γέγονεν, τὸν δὲ Ἰσμαὴλ κλεισουριάρχην εἰς τὸ Συμπόσιον, ὃ καὶ γέγονεν, τὸν δὲ Μελίαν εἰς Εὐφράτειαν εἰς τὰ Τρυπία εἰς τὴν ἐρημίαν γενέσθαι τουρμάρχην, ὅπερ καὶ ἐγένετο. Ἐξελθόντων δὲ τῶν Μελιτηνιατῶν καὶ τὸν Ἰσμαὴλ ἐκεῖνον ἀνελόντων, ἔμενεν τὸ Συμπόσιον ἔρημον. Τοῦ δὲ Βαασακίου, ὅτι προδοσίαν μελετᾶ, διαβληθέντος καὶ ἐξορισθέντος, πάλιν ὑπὸ τῆς Σεβαστείας ἡ Λάρισσα τοῦρμα ἐγένετο, στρατηγοῦ προβληθέντος ἐκεῖσε τοῦ Ἀργυροῦ Λέοντος, τοῦ υἱοῦ Εὐσταθίου, τοῦ μετὰ ταῦτα μαγίστρου γεγονότος καὶ δομεστίκου τῶν σχολῶν. Ὁ δὲ Μελίας εἰς Εὐφράτειαν καθεζόμενος, ὁπότε καὶ προεβλήθη Κωνσταντῖνος ὁ ∆οὺξ εἰς τὸ Χαρσιανόν, κατῆλθεν οὗτος ὁ προρρηθεὶς Μελίας, καὶ τὸ παλαιὸν κάστρον τὴν Λυκανδὸν ἐκράτησεν, καὶ ἔκτισεν αὐτὸ καὶ ὠχυροποίησεν, καὶ ἐκεῖσε ἐκαθέσθη, καὶ ὠνομάσθη παρὰ Λέοντος, τοῦ φιλοχρίστου βασιλέως, κλεισοῦρα. Καὶ μετὰ τοῦτο διεπέρασεν ἀπὸ Λυκανδοῦ εἰς τὸ ὄρος τῆς Τζαμανδοῦ, κἀκεῖσε τὸ νῦν ὂν κάστρον ἔκτισεν, καὶ ὡσαύτως κἀκεῖνο κλεισοῦρα ἐκαλεῖτο. Ἐκράτησεν δὲ καὶ τὸ Συμπόσιον, ποιήσας αὐτὸ τουρμαρχᾶτον. Ἐπὶ δὲ Κωνσταντίνου, τοῦ φιλοχρίστου δεσπότου, τοῦ τὸ πρῶτον, συνούσης αὐτῷ καὶ Ζωῆς τῆς μητρὸς αὐτοῦ, γέγονεν ἡ Λυκανδὸς στρατηγίς, καὶ πρῶτος Λυκανδοῦ στρατηγὸς ὠνομάσθη ὁ πατρίκιος Μελίας, δηλονότι τῷ τότε καιρῷ αὐτοῦ κλεισουράρχου ἐν Λυκανδῷ τυγχάνοντος. Ὁ δὲ αὐτὸς Μελίαςδιά τε τὴν συνοῦσαν αὐτῷ πρὸς τὸν βασιλέα τῶν Ῥωμαίων πίστιν καὶ τὰς πολλὰς καὶ ἀπείρους αὐτοῦ κατὰ Σαρακηνῶν ἀνδραγαθίας μετέπειτα μάγιστρος ἐτιμήθη. Ἰστέον, ὅτι ἡ Ἄβαρα τοῦρμα ἦν ὑπὸ τὸ θέμα Σεβαστείας, ἐπὶ δὲ Ῥωμανοῦ δεσπότου γέγονεν κλεισοῦρα. Ἰστέον, ὅτι τύπος ἐκράτησεν παλαιὸς τὸν κατεπάνω Μαρδαϊτῶν Ἀτταλείας παρὰ τοῦ βασιλέως δηλονότι προβάλλεσθαι, διὸ καὶ παρὰ Λέοντος, τοῦ μακαριωτάτου βασιλέως, κατεπάνω προεβλήθη Σταυράκιος ὁ Πλατὺς ἐπονομαζόμενος, ὃς χρόνους μὲν διέπρεψεν ἱκανούς, οὐχὶ καλῶς δὲ καὶ τὰ τέλη διέθηκεν. Τοῦ γὰρ πρωτοσπαθαρίου Εὐσταθίου καὶ ἀσηκρῆτις ἐν τῷ τῶν Κιβυρραιωτῶν θέματι ἐκ προσώπου ἀποσταλέντος, φθόνοι τινὲς ἀναμεταξὺ τούτων καὶ μάχαι γεγόνασιν· ὅ τε γὰρ Σταυράκιος ὁ Πλατὺς εἰς τὸν πατρίκιον Ἡμέριον καὶ λογοθέτην τοῦ δρόμου θαρρῶν, ὡς ἅτε παρ' αὐτοῦ εἰς τὸν βασιλέα μεσιτευθείς, τῷ ἐκ προσώπου Εὐσταθίῳ ἀντέπιπτεν, καὶ μάλιστα ἐναντίως εἶχεν, ἐν οἷς αὐτὸν ἑώρα ἔξω τοῦ δέοντός τι διαπραττόμενον ἢ καὶ προστάττοντα, ὅ τε δὲ πάλιν ὁ ἐκ προσώπου Εὐστάθιος πρὸς τὸ Σταυράκιον διέκειτο ἐχθρωδῶς, καὶ πολλὰς κατ' αὐτοῦ ἐπιθέσεις καὶ μηχανὰς ἐπλάττετο. Ὅθεν αἰτίας ὁ προρρηθεὶς Εὐστάθιος κατὰ τοῦ Σταυρακίου ἀνήγαγεν, ὡς· "Τὸ τῶν Κιβυρραιωτῶν θέμα δύο στρατηγοὺς ἔχειν οὐ δύναται, δηλονότι ἐμὲ καὶ Σταυράκιον, τὸν κατεπάνω Μαρδαϊτῶν, ἄλλα γὰρ ἐμοῦ προστάττοντος καὶ διοικεῖν ἐθέλοντος, ἄλλα ποιεῖν ὁ κατεπάνω Μαρδαϊτῶν βούλεται, καὶ αὐτεξούσιος ὢν τὰ αὐτῷ δοκοῦντα μανικῶς διαπράττεται." Ἀνήγαγεν δὲ καὶ ἄλλας ψευδολογίας τινάς, καὶ πολλὰς μηχανὰς κατ' αὐτοῦ συνερράψατο, τὰς μὲν πιθανῶς συνθείς, τὰς δὲ συκοφαντικῶς τε καὶ μανικῶς ἀναπλασάμενος. Καὶ οὗτος δηλονότι τῷ πατρικίῳ Ἡμερίῳ καὶ λογοθέτῃ τοῦ δρόμου θαρρῶν ταῦτα ἔγραψεν, ἐπειδὴ τῷ τότε καιρῷ φίλος Εὐσταθίου μᾶλλον ἦν ὁ πατρίκιος Ἡμέριος, ἤπερ Σταυρακίου, κἂν ὕστερον ἐχθρανθέντες ἀμφότεροι ἔχθρας ἀνάμεστοι καὶ μανίας πλήρεις γεγόνασιν. Τὴν οὖν τοιαύτην ἀναφορὰν Εὐσταθίου δεξάμενος ὁ βασιλεὺς καὶ τῇ αἰτήσει τοῦ πατρικίου