Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
τοῖς ἐλπίζουσιν ἐπὶ σέ. Γνησιότητος δὲ τοῦτο σημεῖον γένοιτο καὶ μάλα σαφές. Ὡς γὰρ ἐν αὐτῷ προσοικειωθέντες, καὶ ἐπ' αὐτῷ χαίροντες μόνῳ, καὶ τὰς ἐλπίδας ἔχοντες ἐπ' αὐτῷ, ζητοῦσι τὸ κατοικτεί ρεσθαι.
ΨΑΛΜΟΣ ΛΓʹ.
Τῷ ∆αβὶδ, ὁπότε ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ· καὶ
ἀπέλυσεν αὐτὸν, καὶ ἀπῆλθε. (B f. 105, C f. 69) Τῶν ἐξ ἔθους οὐδὲν ἐπιγέγρα πται τοῖς προκειμένοις· οὔτε γὰρ Ὠδὴν, οὔτε Ψαλ μὸν ὠνόμασεν αὐτά. Ἔοικε τοίνυν χαριστηρίου τρό πον ἐπέχειν ἀνακομισθέντος Θεῷ, ὡς ἐκ προσώπου μὲν τοῦ θεσπεσίου ∆αβὶδ, ὄντος γε μὴν οὐκ ἀνωφε λοῦς καὶ ἑτέροις οἵπερ ἂν διὰ Θεοῦ ῥυσθεῖεν ἐκ πει ρασμῶν, καὶ ἀπεκρούσαντο διὰ Θεοῦ τὰς τῶν διωκόν των αὐτοὺς καὶ τὰς λίαν ἀφορήτους οὔσας ἐπιβουλάς. Πότε δὲ ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ, καὶ τίς ὁ Ἀβιμέλεχ, ἢ πῶς ἀπέλυσεν αὐτὸν, εἰπεῖν ἀναγκαῖον, ἐκ τῶν ἱερῶν Γραμμάτων ἐξυφαίνοντας τὴν ἀφήγη σιν. Ἐδιώκετο τοίνυν κατὰ καιροὺς ὑπὸ τοῦ Σαοὺλ ὁ τρισμακάριος ∆αβίδ· ἀντιφέρεσθαι δὲ οὔπω δυνάμε νος, διὰ τὸ ἕπεσθαι τέως τοῖς ἐκείνου νεύμασιν τὸ μάχιμον ἅπαν τὸ ἐξ Ἰσραὴλ, ἐβουλεύσατο φυγεῖν πρὸς Ἀγχοῦν βασιλέα Γὲθ, ἤτοι τῶν ἀλλοφύλων, συμβούλῳ τῷ Ἰωνάθαν χρησάμενος. Εἶτα τῆς ὁδοι πορίας ἐχόμενος, περιέτυχεν τῷ ἱερεῖ Ἀβιμέλεχ ἐν τῇ πόλει Νομβάν· καὶ ἔκρυψε μὲν τὴν φυγὴν, ἀπεστάλ θαι δὲ εἴρηκεν ὑπὸ τοῦ βασιλέως, ὡς καὶ τὴν ῥομ φαίαν αἰτῆσαι τοῦ Γολιάθ. Καὶ οὐχ ὡμολόγησεν μὲν ὡς αὐτὸς εἴη ∆αβὶδ ὁ κεχρισμένος εἰς βασιλέα διὰ χειρὸς τοῦ θεσπεσίου προφήτου Σαμουὴλ, ἀλλ' ὡς εἷς τις τῶν ἀγελαίων, ἄρτους ἐζήτει παρ' αὐτοῦ· ὁ δὲ ἔφασκεν ἑτέρους οὐκ εἶναι παρ' αὐτῷ πλὴν μό νους τοὺς τῆς προθέσεως κατὰ τὸν Μωσέως νόμον. Αἰτοῦντος δὲ καὶ αὐτοὺς τοῦ μακαρίου ∆αβὶδ, καὶ τοῦ ἱερέως φάσκοντος μὴ ἄρα πώς ἐστιν ἐν μολυ σμοῖς τὰ παιδάρια, ἔφασκεν ὅτι γυναικὸς ἀπέσχοντο τρίτην ταύτην ἡμέραν οἱ σὺν αὐτῷ πάντες τῆς ὁδοι πορίας ἐχόμενοι. Λαβὼν οὖν τοὺς ἄρτους ἔφαγεν. Ἐπεὶ τοίνυν ἄλλα μὲν εἶπεν, ἕτερα δὲ ἐφρόνει, ἠλ λοιωκέναι αὐτὸν τὸ πρόσωπον αὐτοῦ φασιν. Εἶτα γεγονὼς ἐν Γὲθ, καὶ φοβηθεὶς τὰς τῶν ἐναντίων ἐπι βουλὰς, ὑπεπλάττετο μωρίαν, ὅτε, καθ' ἃ γέγραπται, καὶ σίελον κατέῤῥει κατὰ τοῦ πώγωνος, καὶ περι εφέρετο βαδίζων, ἔξω φρενὸς γεγονὼς καὶ κορυβαν τιῶν. Καὶ τούτῳ τῷ τρόπῳ τῆς σωτηρίας τετύχηκεν. Ταυτησὶ τῆς ἱστορίας ποιεῖται μνήμην ἡ προγραφή. Ἰστέον δὲ ὅτι καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἔφη πρός τινας τῶν Φαρισαίων κατηγοροῦντας τῶν μαθητῶν, ὅτι περιτρίβοντες στάχυας ἤσθιον ἐν Σαβ βάτῳ· "Οὐ κατέγνωτε τί ἐποίησεν ∆αβὶδ ὅτε ἐπείνα 69.885 σεν αὐτὸς καὶ οἱ μετ' αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφα γεν, οὓς οὐκ ἐξῆν αὐτῷ φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς;" Σεσωσμένος δὴ οὖν ὁ θεσπέσιος ∆αβὶδ, καὶ πάντα πόλεμον διαφυγὼν, ἀνακομίζει τὸ χαριστήριον, καί φησιν· Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου. (C f. 69 b) Οὐδεὶς τῶν κατὰ σάρκα ζώντων, ἀλλ' εἴ τίς ἐστι τῶν πνευματικῶν καὶ ζωῆς τῆς τεθαυμα σμένης ἔγκριτος ἐραστὴς, ἐρεῖ· "Τῷ Κυρίῳ ἐπαι νεθήσεται ἡ ψυχή μου." Οἱ γὰρ ψυχικόν τε καὶ γεῶ δες ἔχοντες φρόνημα, "τὴν δόξαν ἔχουσιν ἐν τῇ αἰ σχύνῃ αὐτῶν." Οὐ γὰρ τοῦ βουλομένου τὸ ἔργον, ἀλλὰ τοῦ κατευθύνοντος ἡ χάρις. Ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν. (C f. 69 b) Εὐφρανθήτωσαν οἱ πραεῖς ἐπὶ τοῖς ψυχ ωφελέσι λόγοις, καὶ δὴ χαιρέτωσαν ἐπ' αὐτοῖς. Οἱ γὰρ σοφοὶ τὴν καρδίαν, σοφῶν ῥημάτων εἰσὶν ἐρα σταὶ, καὶ προβλήσεις δέχονται τὰς ἐπ' ἀγαθοῖς, με λισμοῦ τινος δίχα. Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί. (C f. 70) Ἐπεὶ δὲ εἷς νοῦς, καὶ ἑνὸς ἀνδρὸς μελέτη, οὐδὲ πρὸς βραχὺ αὐταρκεῖ πρὸς τὴν τῶν μεγαλείων τοῦ Θεοῦ κατάληψιν, πάντας ὁμοῦ τοὺς πραεῖς εἰς τὴν κοινωνίαν