φυλαττόμενον. ∆ιὸ νοοῦσιν οἱ παλαιοί, ὅτι τέσσαρας ἐξ ἑκάστου στίχου ἀνελὼν ὁ ∆ιομήδης, ἤγουν ἄνδρας δώδεκα, καὶ γέφυραν οἷον πολέμου ποιήσας διέβη εἰς τὸν Ῥῆσον καὶ οὕτως αὐτὸν ἀνεῖλε τρισκαιδέκατον καὶ τῶν αὐτοῦ ἵππων ἐκυρίευσε. (ῃ. 472 ς.) Τὸ δὲ «κατὰ κόσμον» ἑρμηνεία εἶναι δοκεῖ τοῦ εὖ, ὥσπερ καὶ τοῦ «παρὰ δέ σφιν» διασαφητικόν ἐστι τὸ «ἑκάστῳ». ταὐτὸν γάρ ἐστι τὸ παρ' αὐτοῖς καὶ τὸ παρὰ ἑκάστῳ. [Ὅμοια δ' ἀλλήλοις κατὰ σχῆμα τὸ παρ' αὐτοῖς καὶ τὸ παρὰ δέ σφιν καὶ τὸ παρ' αὐτῷ, καὶ δηλοῦται ἐγγύτης ἐν τοῖς τρισὶ κατὰ τὸ παρ' ἀλλήλοις κεῖσθαι.] (ῃ. 473) ∆ίζυγες δὲ ἵπποι ἀντὶ τοῦ δύο ὑπὸ ἕνα ζυγόν, δι' ὧν ἀποτελεῖται ξυνωρίς. (ῃ. 471-3) Τὸ δὲ «ἔντεα παρ' αὐτοῖς χθονὶ κέκλιται», καὶ «παρ' ἑκάστῳ δίζυγες ἵπποι», καὶ «παρ' αὐτῷ δ' ὠκέες ἵπποι», θέσιν ἀκολουθητικὴν ἔχει, ὁποίαν τὸ «ποῦ οἱ ἔντεα κεῖται, ποῦ δέ οἱ ἵπποι», περὶ οὗ πρὸ ὀλίγων γέγραπται. Τὸ δὲ «ἵπποι» δὶς ἐν τέλει στίχων κείμενον κάλλος ποιεῖ παρισωτικόν. (ῃ. 475) Ἐπιδιφριὰς δὲ μέρος ἢ τοῦ δίφρου ἢ τῆς τοῦ ἅρματος ἄντυγος, περὶ ἣν περατοῦται ὁ δίφρος. Σημείωσαι δὲ ὡς καλὰ μὲν τοῖς Θρᾳξὶ τἄλλα, τὸ δὲ ἀφυλάκτως ὑπνοῦν ἐν τοιούτῳ καιρῷ οὐκ ἂν ἐπαινοῖτο. δεινὸν γὰρ σφάλλειν τοῦ ὀρθοῦ καὶ τὸ βραχὺ φαῦλον. (ῃ. 476-8) Ὅτι καὶ τοὺς ἵππους τοῦ Ῥήσου λάμποντας, ὡς εἰκός, νύκτωρ τῇ ἡλιώδει λευκότητι προπάροιθεν ὁ Ὀδυσσεὺς ἰδών, οὐ διὰ δειλίαν πάντως, ἀλλὰ προμήθειαν, τῷ ∆ιομήδει ἔδειξε, καὶ χαίρων ἀγάλλει τὸν λόγον 3.115 περικαλλεῖ σχήματι, ἀντιστροφῇ δηλαδὴ πολυπτώτῳ τῇ κατὰ κόμμα, εἰπὼν «οὗτός τοι ∆ιόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι, οὓς νῶϊ πίφαυσκεν», ἤγουν πρὸς ἡμᾶς ἔφασκε, «∆όλων, ὃν ἐπέφνομεν ἡμεῖς». Καὶ ὅρα κἀνταῦθα περιττὴν λέξιν τὸ ἡμεῖς, ἤρκει γὰρ καὶ μόνον τὸ ἐπέφνομεν. ἐποιήθη δὲ οὕτως, ἵνα τῷ οἷον διπλασιασμῷ τοῦ νοήματος κοινωνὸν ἑαυτὸν δείξῃ τῷ ∆ιομήδει τοῦ καὶ τὸν ∆όλωνα ἀνελεῖν. ὃ καὶ ἐκεῖνος ἐνέφηνε δεξιῶς ἐν τῷ «ἐπεὶ ἵκεο χεῖρας ἐς ἀμάς», ἤγουν τάς τε ἐμὰς τάς τε τοῦ Ὀδυσσέως, ὡς ἂν ἐκ τούτου κοινωνὸς εἴη καὶ τῶν ἐφεξῆς φόνων ὁ Ὀδυσσεὺς καὶ τῆς λοιπῆς ἀριστείας, καὶ μὴ ὁ ∆ιομήδης μεῖζόν τι φρονήσῃ ἐξιδιούμενος πράξεις τινάς. Ὅρα δὲ ὅτι κἀνταῦθα ἐλλιπῶς ἔφρασεν Ὅμηρος. μετὰ γὰρ τὸ «∆ιομήδεϊ δεῖξε» λείπει μετοχὴ τὸ εἰπών ἤ τι τοιοῦτον, ἵνα λέγῃ, ὡς ἔδειξε τῷ ∆ιομήδει εἰπὼν «οὗτός τοι ∆ιόμηδες ἀνήρ». (ῃ. 479) Ὅτι τὸ ἀνδρίζου, ὦ ∆ιόμηδες, ἢ ἐνέργει περιφράζων φησὶν «ἀλλ' ἄγε δὴ πρόφερε κρατερὸν μένος», ἤγουν φανέρου, διάδηλον ποίει. ὅθεν καὶ παρὰ τοῖς μεθ' Ὅμηρον λόγος προφορικός, ὁ εἰς φανερὸν προαγόμενος καὶ μὴ κατὰ τὸν ἔνδον ἐνδιάθετον ἀφανὴς ὤν. (ῃ. 479 ς.) Τὸ δὲ ἐφεξῆς, ἤγουν τὸ «οὐδέ τί σε χρὴ ἑστάμεναι μέλεον», ἐρεθισμὸς μέν ἐστι καὶ αὐτὸ εἰς ἔργον, καταρριπτεῖ δέ πως τὸ τοῦ ∆ιομήδους ὑψηλόφρον, ὡς οἷα ὀκνοῦντος ἐπὶ τῷ Ῥήσῳ καὶ τοῖς αὐτοῦ, ὃ δὴ κατὰ τὴν τραγῳδίαν φιλεῖ πάσχειν ἀνὴρ πρᾶγμα πράσσων μέγα. ∆ιὸ οὐ μόνον ἐπάγει τὸ «ἀλλὰ λύε ἵππους», ἀλλὰ καὶ τὸ «ἢ σύ γε ἄνδρας ἔναιρε, μελήσουσι δέ μοι ἵπποι», μονονουχὶ λέγων, ὡς οὐκ ἀγεννῶς ἀπέχομαι τοῦ φονεύειν, ἀλλὰ πρῶτα μέν φημι, ὅτι κἂν μὴ ἐξεφώνησα διὰ τὸ ἄκομπον, ὅμως ἑτοίμως ἔχω αὐτὸς ἐναίρειν ἄνδρας, εἰ σὺ θέλεις τοὺς ἵππους λύειν, εἶθ' ὅτι σοὶ αὖθις ἑκόντι παραχωρῶ τοῦ ἔργου τούτου διὰ τὸ ἐμὲ πρὸς ἄλλοις ἀναγκαίοις εἶναι. πάνυ γὰρ ἑαυτὸν ὁ ἥρως συνήγαγε καὶ πρὸς τοῖς πράγμασιν ὅλος γέγονεν, ὡς ἂν ἔργοις πιστώσηται, ὅτι καλῶς ὑπὸ τοῦ ∆ιομήδους ἐξελέγη. (ῃ. 482-4) Ὅτι δὲ ὁ ∆ιομήδης ἔοικεν ἑστάναι μέλεος οἷα, ὡς εἰκός, ὑποταραχθείς, δηλοῖ καὶ τὸ «ὣς φάτο, τῷ δ' ἔμπνευσε μένος Ἀθήνη», ἡ τοῦ Ὀδυσσέως δηλαδὴ παρακινήσασα σύνεσις, «κτεῖνε δ' ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτ' ἀεικὴς ἄορι θεινομένων, ἐρυθαίνετο δ' αἵματι 3.116 γαῖα». οὐ γὰρ ἄλλως ὁ ∆ιομήδης ἐναίρειν ἄνδρας ἤρξατο, εἰ μὴ Ὀδυσσεὺς ὀνειδίσας ἠρέθισε προφέρειν κρατερὸν μένος, ὅπερ ἐστὶ φονεύειν τοὺς πρὸ ποδῶν. (ῃ. 480) Ἰστέον δέ, [ὅτι τε μέλεος ὁ μάταιος λέγεται, καὶ ἐξ αὐτοῦ μέλεον τὸ μάταιον, παρὰ τὸ μέλεσθαι, ὅ ἐστι φροντίδα ἔχειν. ∆ῆλον γὰρ ὅτι ὁ διηνεκῶς ἔμφροντις καὶ διὰ τὸ οὕτω μέλεσθαι ἀεὶ