56
ῥᾳδίως. τούτων δὴ ἕνεκα ὧν εἶπον, μὴ πάλιν πρὸς μερισμοὺς τῆς ἀρχῆς ἐπιπολὺ σκεψαμένῳ ἔδοξε δεῖν χωρεῖν, ἀλλ' ἡμᾶς τε αὐτοὺς καὶ πάντα χρήματα ἀγαγόντας, ἐγχειρίσαι βασιλεῖ· οὕτω γὰρ ἣν ποθοῦμεν εἰρήνην βεβαία περιέσται.» Τοιαῦτα περὶ τῆς εἰρήνης διειλεγμένου τοῦ βασιλέως, ἐπιπολὺ μὲν τὸ βουλευτήριον σιωπὴ κατέσχε βαθεῖα, πάντων πρὸς τοὺς λόγους ἐκπεπληγμένων. οὐ γὰρ ἂν ἐπὶ τοιούτοις ᾠήθησάν ποτε γενέσθαι τὴν εἰρήνην. ἀποκριναμένων δὲ οὐδὲν, ἐπιστραφεὶς ὁ βασιλεὺς πρὸς τὸν μέγαν δομέστικον «οὐ σιωπᾷν» ἔφη «χρεὼν, ἀλλ' αὐτόν τε ὡς ἔχεις περὶ τῶν εἰρημένων καὶ τοὺς ἄλλους λέγειν. ἐπὶ τούτοις ὁ μέγας δομέστικος εἶπε τοιάδε· «εἰ μὲν πρὸς βαρβάρους, ὦ βασιλεῦ, τοὺς φύσει πολεμίους ὁ πόλεμος ἡμῖν ἦν, οὐδὲν ἕτερον ἔδει σκοπεῖν, ἢ ὅπως, ἢν μὲν περιγενώμεθα τῷ πολέμῳ, ἐπεξιέναι καὶ διαφθείρειν, ἄχρις ἂν ἢ ἐκτρίψαντες ποιήσωμεν ἐκποδὼν, ἢ, τό γε δεύτερον, δουλωσάμενοι ποιήσωμεν ὑποφόρους· εἰ δὲ ἰσόῤῥοπα ἡμῖν τὰ πράγματα ἦν, πρὸς τὴν αὐτῶν χρείαν 1.161 μεθαρμόζεσθαι καὶ αὐτούς. ἐπειδὴ δέ ἐστιν οὔτε πρὸς φύσει πολεμίους βαρβάρους, οὔτε πρὸς τὴν αὐτὴν μὲν ᾑρημένους θρησκείαν ἡμῖν, ἄλλως δὲ πολεμίους καὶ ὑπὸ ἰδίαν τεταγμένους ἡγεμονίαν, οὓς ἄν τις ἴσως καὶ βιάζεσθαι συγχωρήσειε δυναμένοις· ἀλλὰ πρὸς ὁμοφύλους καὶ οἰκειοτάτους, τίς ἂν νοῦν ἔχων καὶ μικράν τινα ποιούμενος φροντίδα τοῖς ἐν ᾅδου καταδίκοις μὴ συνεῖναι, μᾶλλον ἂν ἀνθέλοιτο τὸν πόλεμον τῆς εἰρήνης; καίτοι γε οὐδ' οὕτω συμμεμέρισται ὑμῖν τοῖς βασιλεῦσι τὰ τῆς ἀρχῆς, ὡς τὸν μὲν τῆς ἐκ τῆς ἕω στρατιᾶς, τῆς ἑσπερίου δὲ τὸν ἕτερον στρατηγεῖν· ἦν γὰρ οὕτω τι μετριώτερον, Ῥωμαίοις μὲν καὶ οὕτω Ῥωμαίων συμπιπτόντων καὶ κτεινομένων, ὅμως δ' οὖν τινα παραμυθίαν τὸ μὴ προσήκειν αὐτοῖς καθ' αἷμα τοὺς ἀποσφαττομένους οἰομένων. νυνὶ δ' οὕτως ἡ κοινὴ τῶν Ῥωμαίων συνεσκεύασε δυστυχία, ὡς αὐτὰς τὰς οἰκίας πρὸς ἀλλήλας μερισθείσας, μήτοι γε πόλεις, καὶ ἀδελφοὺς ἀλλήλοις, καὶ παῖδας πατράσι, καὶ φίλους γνησιωτάτοις φίλοις οὐ τῷ σφετέρῳ αὐτῶν, ἀλλὰ τῷ τῶν βασιλέων ἔχθει πολεμεῖν. εἰκὸς δὲ καὶ παρ' αὐτὰς τὰς μάχας τὸν πατέρα τὸν οἰκεῖον ἢ τὸν ἀδελφὸν ἀποκτείναντά τινα ἢ τὸν φίλον, ἐν τῷ σκυλεύειν τὴν δυστυχεστάτην ἐπιγνῶναι νίκην, οὗ τί σχετλιώτερον γένοιτ' ἄν; ὧν δὴ ἕνεκα αὐτός τε ἡγοῦμαι τὴν εἰρήνην λυσιτελεῖν, καὶ οἱ ἄλλοι συνεπιψηφίζονται πάντες. ἐπειδὴ δὲ νῦν καὶ ἐφ' ὁποίοις δή τισι τὴν εἰρήνην γενέσθαι δεῖ πρόκειται σκοπεῖν ὥστε μένειν βεβαίαν καὶ μὴ πά 1.162 λιν προφάσεων πρὸς πόλεμον εὐπορεῖν, εἰ μὲν ἕτερ' ἄττα ἢ αὐτὸς εἴρηκας, ὦ βασιλεῦ, λυσιτελεῖν ἐλογιζόμην, εἶπον ἂν ἐνδοιάσας μηδέν· ἐπειδὴ δὲ ἅμα τε δίκαια καὶ τῷ κοινῷ συμφέροντα Ῥωμαίων καὶ πρὸς εὐδοξίαν οὐδενὸς δεύτερα σαυτῷ τε εἴρηκας καὶ ἡμῖν, θεῷ τῷ τῶν ἀγαθῶν θαῤῥήσαντες ἐφόρῳ, εἰς ἔργα προάξωμεν τοὺς λόγους.» Τοιαῦτα μὲν καὶ ὁ μέγας δομέστικος εἶπεν· ἐπιτραπεὶς δὲ καὶ ὁ πρωτοστράτωρ ἃ δοκεῖ συμφέροντα εἰπεῖν, «τὴν μὲν εἰρήνην ὡς ἀγαθὸν καὶ λυσιτελὲς ἡμῖν τε καὶ τῷ κοινῷ Ῥωμαίων παντὶ, οὐδ' ἂν αὐτὸς ἀρνηθείην, μὴ καὶ οἴεσθαι καὶ πεπεῖσθαι» εἶπε «παρ' ὑμῶν. τοιαύτην μέντοι οἵαν αὐτὸς εἴρηκας γενέσθαι, βασιλεῦ, οὐδὲ ὑπονοῆσαί ποτε ὁμολογῶ. ἐλογιζόμην γὰρ ὅτι πρὸς οἷς κατείχομεν πρότερον καὶ ἐκ τῶν νῦν προσχωρησάντων οὐκ ὀλίγα κατασχόντες, τὰς ἐπὶ τῇ εἰρήνῃ ποιήσομεν σπονδάς. διὸ καὶ προθυμίᾳ σὺν πολλῇ τῶν περὶ τῆς εἰρήνης εἰχόμην λόγων· ἐπειδὴ δέ σοι οὕτω βέλτιον δοκεῖ, κἀμοὶ πᾶσα συνδοκεῖν ἀνάγκη. ἐξ ὅτου γάρ σοι φέρων ὑπέταξα ἐμαυτὸν, οὕτω πέπεισμαι ὡς ἅμα σοὶ καὶ ἀποθανούμενος καὶ βιώσων. διόπερ εἰ καὶ αὐτὸς ἑτέρως ἐλογιζόμην ἔσεσθαι τὴν εἰρήνην, ἀλλ' ἐπειδὴ νυνὶ σοὶ τοῦτον τὸν τρόπον δοκεῖ, ὡς ἂν αὐτὸς βέλτιον ἡγῇ τελείσθω.» τοιαῦτα καὶ πρωτοστράτορος εἰπόντος, εὐχαριστήσας ὁ βασιλεὺς ἐπυνθάνετο τῶν ἄλλων. ἐπισχόντες δὲ μικρὸν, «παρὰ σοὶ τὴν ἐξουσίαν, ἔφασαν, εἶναι τοῦ πράττειν· δεσπότης δὲ ὢν, ἃ βούλει πρᾶττε.» τὴν τοι 1.163 αύτην δὲ ἀπολογίαν οὐ πεισθέντες τοῖς εἰρημένοις, ἀλλ' ἀηδῶς μᾶλλον εἶπον διατεθέντες. ὁ