56
ὁ ̓Ιωσαφὰτ κληθῆναι αὐτὸν ἠξίου. κληθέντα δὲ τὸν Μιχαίαν ἠρώτα ὁ ̓Αχαὰβ εἰ μαχήσεται η μή. ὁ δέ "ἑώρακα τὸν ̓Ισραήλ" εφη "διεσπαρμένον ἐν τοῖς ορεσιν ὡς ποίμνιον ἀποίμαντον. ὁ δὲ κύριος ειπέ μοι τοὺς μὲν σωθήσεσθαι καὶ ἀναστρέψαι, σὲ δὲ μόνον πεσεῖσθαι ἐν ̔Ρεμμάθ." ταῦτα τοῦ Μιχαίου εἰπόντος ὁ ̓Αχαὰβ πρὸς ̓Ιωσαφὰτ εφη "οὐκ ειπόν σοι ὡς κακά μοι ἀεὶ προφητεύει;" Σεδεκίας δέ τις τῶν ψευδοπροφητῶν ἐρράπισε τὴν σιαγόνα Μιχαίου. ὁ δὲ εφη αὐτῷ "μετ' ὀλίγον ταμεῖον ἐκ ταμείου ἀμείψεις κρυπτόμενος." ὁ δὲ βασιλεὺς ̓Αχαὰβ καθειρχθῆναι αὐτὸν καὶ φυλάττεσθαι μέχρις αν αὐτὸς ὑποστρέψῃ προσέταξε. καὶ ὁ Μιχαίας "ἐὰν ὑποστρέψῃς ἐν εἰρήνῃ σύ" ειπεν, "οὐκ ἐλάλησε κύριος ἐν ἐμοί." ηδη δὲ πορευθέντων τῶν βασιλέων καὶ ὁ τῶν Σύρων βασιλεὺς αὐτοῖς ἀντιπαρετάξατο, ἐντειλάμενος τοῖς στρατιώταις αὐτοῦ μηδενὶ πολεμεῖν τῶν αλλων ἀλλ' η μόνῳ τῷ ̓Αχαάβ. ὁ δὲ τὴν βασιλικὴν ἀμείψας στολὴν ἐνεδύσατο ἰδιωτικήν. ἰδόντες δὲ οἱ τῶν Σύρων στρατάρχαι τὸν ̓Ιωσαφὰτ κεκοσμημένον βασιλικῶς, ᾠήθησαν ειναι τὸν ̓Αχαὰβ καὶ ἐκύκλωσαν αὐτόν. ὡς δ' εγνωσαν μὴ οντα τὸν βασιλέα τοῦ ̓Ισραήλ, ἀνεχώρησαν. εις 1.141 δέ τις τὸ τόξον ἐντείνας βάλλει τὸν ̓Αχαάβ. γνοὺς δὲ καιρίως πληγῆναι, τῷ ἡνιόχῳ ἐκέλευσε τὸ αρμα τῆς μάχης ἐξαγαγεῖν· καὶ περὶ δύσιν ἡλίου ἐξέλιπε. καὶ οἱ μὲν Σύροι γνόντες τεθνηκότα τὸν ̓Αχαὰβ ἀπῆλθον πρὸς ἑαυτούς, ὁ δὲ τοῦ βασιλέως νεκρὸς κομισθεὶς εἰς Σαμάρειαν θάπτεται. τὸ δὲ αρμα καθῃμαγμένον τῷ φόνῳ τοῦ βασιλέως ἀπέρρυψαν ἐν τῇ κρήνῃ τῆς Σαμαρείας, καὶ οι τε κύνες τὸ αιμα ελειξαν, αι τε πόρναι παρὰ τῇ κρήνῃ ἐλούοντο, ὡς ̓Ηλίας προείρηκεν. ἀπέθανε δὲ ̓Αχαὰβ οπου ὁ Μιχαίας προηγόρευσε, τὸν ολεθρον μὴ φυγὼν καίτοι προρρηθέντα αὐτῷ, βασιλεύσας ετη δύο καὶ εικοσι. τὴν δὲ βασιλείαν ὁ παῖς αὐτοῦ ̓Οχοζίας μετ' ἐκεῖνον παρέλαβεν. ̓Ιωσαφὰτ δὲ τῷ βασιλεῖ ̔Ιερουσαλὴμ ἀπὸ τῆς πρὸς ̓Αχαὰβ συμμαχίας ἐπανελθόντι ̓Ιηοὺ ὁ προφήτης ἐπενεκάλει οτι ἀνθρώπῳ συνεμάχησεν ἀσεβεῖ· ῥυσθῆναι δ' αὐτὸν ελεγε παρὰ τοῦ θεοῦ, καίτοι τῷ εργῳ αὐτοῦ προσοχθίσαντος. ὁ δὲ βασιλεὺς ηὐχαρίστει. ειτα τὴν ὑπ' αὐτὸν περιερχόμενος χώραν τοὺς νόμους τηρεῖν ἐνετέλλετο, καὶ κριτὰς πανταχοῦ καταστήσας δικαίως κρίνειν προσέταττε. Μωαβιτῶν δὲ καὶ ̓Αμμανιτῶν προσλαβομένων καὶ Αραβας ἐπελθόντων αὐτῷ, ἐπεκαλεῖτο τὸν θεὸν εἰς βοήθειαν. προφήτης δέ τις ὑπερμαχῆσαι αὐτοῦ τὸν θεὸν ειπε, καὶ κελεύει ἐξαγαγεῖν μὲν τὴν στρατιάν, μὴ συμμίξαι μέντοι τοῖς πολεμίοις, ἑστῶτας δ' ὁρᾶν τὴν θεόθεν ἐπικουρίαν. εωθεν δ' ἐξελθὼν μετὰ τῆς στρατιᾶς ὁ βασιλεὺς τῇ μὲν ιστασθαι ἐνετέλλετο, τοὺς ἱε1.142 ρεῖς δὲ προεστάναι τοῦ στρατεύματος μετὰ τῶν σαλπίγγων, καὶ τοὺς Λευίτας καὶ τοὺς ὑμνῳδοὺς ᾳδειν εὐχαριστήριον τῷ θεῷ. οἱ δὲ πολέμιοι κατ' ἀλλήλων κινηθέντες ἀλλήλους ἀπέκτεινον, ὡς μηδένα σωθῆναι. ̓Ιωσαφὰτ δὲ εἰς διαρπαγὴν ἀφῆκε τῇ στρατιᾷ τὴν τῶν ἐναντίων παρεμβολήν. ἐντεῦθεν ὡς τὸ θεῖον εχοντα σύμμαχον δείσαντες αὐτὸν οἱ ἀλλόφυλοι ἠρέμουν. ̓Οχοζίας δὲ ὁ τῶν ̓Ισραηλιτῶν βασιλεὺς τοῖς ἑαυτοῦ γονεῦσιν εἰς πονηρίαν ὡμοίωτο. περὶ δὲ τὸ δεύτερον ετος τῆς βασιλείας αὐτοῦ ἐπέσχον οἱ Μωαβῖται τοὺς φόρους, ους εἰσέφερον τῷ πατρὶ αὐτοῦ. νοσήσας δὲ πρὸς τὴν ̓Ακκαρῶν θεόν, Μυῖαν ὠνομασμένην, επεμψεν ἐρωτῶν εἰ ἀναρρωσθήσεται. ̓Ηλίας δὲ τοῖς ἐσταλμένοις ὑπαντήσας ἀναστρέφειν ἐκέλευε καὶ λέγειν τῷ πέμψαντι πρὸς τὸν τῶν ἀλλοφύλων θεόν, ὡς τῷ ̓Ισραὴλ μὴ οντος θεοῦ, οτι ἐκ τῆς κλίνης οὐκ ἀναστήσεται. καὶ οἱ ανδρες ἐπανελθόντες ειπον α ηκουσαν. ̓Οχοζίας δὲ τίς ὁ ταῦτα εἰρηκὼς ειη ἠρώτα. τῶν δὲ μὴ εἰδέναι φησάντων, τὸ ειδος τοῦ ἀνδρὸς ἐκείνου λέγειν ἀπῄτει αὐτούς. εἰπόντων δὲ δασὺν ειναι καὶ ζώνην δερματίνην περιεζῶσθαι, συνῆκεν ὡς ̓Ηλίας ην. καὶ πέμψας πεντηκόνταρχον σὺν τοῖς ὑπ' αὐτὸν ἀχθῆναι τὸν προφήτην ἐκέλευσε. καὶ ὁ σταλεὶς ἐπὶ τῆς κορυφῆς τοῦ ορους εὑρὼν αὐτὸν ηκειν ἐκέλευε πρὸς τὸν βασιλέα. εὐξαμένου δὲ ̓Ηλιοὺ πῦρ οὐρανόθεν ῥυὲν διέφθειρε τὸν πεντηκόνταρχον καὶ τοὺς σὺν αὐτῷ. καὶ ὁ βασιλεὺς ετερον εστειλε