56
καὶ ἀναβαστάζω, καὶ μετακινῶ. παρὰ τὸ οχλος, τοῦτο παρὰ τὸ ὀλῶ, τὸ συστρέφω. ̓Ανομένησ. παυομένης, ἀνυομένης. ̓Ανοικίσαι. ἀντὶ τοῦ ἀνακτίσαι. ἀνοικίσαι τὴν πόλιν. ̓Ανομολογεῖσθαι. σαφῶς καὶ γενναίως γινώσκεσθαι. ̓Ανύτειν. πληροῦν· ἐνεργεῖν. καὶ ἀνύειν ὁμοίως. Ανωχθι. κέλευσον. ἐνεστώς ἐστι καὶ παρατατικὸς ηπερ παρακείμενος. ἀνωγῶ, ἀνώγημι, τὸ προστακτικὸν ἀνώγηθι, καὶ τροπῇ τοῦ ˉγ εἰς ˉχ καὶ συγκοπῇ ανωχθι. ̓Ανύω. τὸ πληρῶ. παρὰ τὸ ανω, τὸ πράττω καὶ τελειῶ, γίνεται τὸ ἀνύω. οιον· -μάλα νὺξ ανεται- καί· -οὐκ ἀνύω φθονέουσα- ἀντὶ τοῦ οὐδὲν ὠφελῶ, οὐδὲν πράσσω. ἀνύω καὶ ἀνύτω. ἀπὸ τοῦ ἀνύω καὶ ἀρύω γέγονεν. ̓Ανῳκοδόμησεν. εκτισεν. ̓Ανωρθρίαζον. ἀντὶ τοῦ ορθριοι βοῶντες ελεγον. ουτως ̓Ανδοκίδης. Ανωγε. παρεκέλευε. τὸ θέμα ἀνωγῶ, πρώτης συζυγίας τῶν περισπωμένων. γέγονε δὲ ἀνωγή. τοῦτο παρὰ τὸ ανω, τὸ ἐγκελευσματικὸν ἐπίῤῥημα. η παρὰ τὸ αγω γίνεται ἀγωγή. καὶ γίalpha.224 νεται ἀγωγὴ ἡ ἐγκέλευσις, δι' ου αγομέν τι καὶ φέρομεν. ἀνωγῶ ουν, ὁ παρατατικὸς ἠνώγουν, τὸ τρίτον ἠνώγει, ὁ μέλλων ἀνωγήσω, ὁ ἀόριστος ἠνώγησα, ὁ δεύτερος ἀόριστος ηνωγον, ηνωγες, ηνωγε. καὶ κατὰ συστολὴν ανωγε. ̓Ανέῳγε. ῥῆμα ὁριστικόν. οιγω καὶ ἀνοίγω, ο καὶ διΐστησιν ὁ Αἰολεὺς λέγων· πάντας ὀΐγων θαλάμους. ὁ παρατατικὸς ηνωγον, ἐπεισόδῳ τοῦ ˉε ἠνέῳγον. τὸ τρίτον ἠνέῳγε, καὶ συστολῇ ἀνέῳγεν. - ἐπιθήματα κάλ' ἀνέῳγεν. ἀπὸ δὲ τοῦ ἀνοίγω ὁ παρατατικὸς ἀνῷγον, τὸ τρίτον ἀνῷγε. -τὸν δ' οὐ θεὸς αλλος ἀνῷγεν. εστι καὶ ἀπὸ τοῦ ἀνοίγω ὁ παρακείμενος ηνωχα, ἐπεισόδῳ τοῦ ˉε ἠνέωχα, ὁ μέσος ἠνέωγα, τὸ τρίτον ἠνέωγε καὶ συστολῇ ἀνέωγε. ̓Ιστέον δὲ, οτι, οτε μέν ἐστιν ἐνεργητικὰ, αἰτιατικῇ συντάσσεται, οτε δὲ παθητικὰ, εὐθείᾳ. ̓Αναγινώσκετε. ὑπομιμνήσκεσθε. ἀνάγνωσις γὰρ ἡ ὑπόμνησις, ἡ ανωθεν γνῶσις. οὐ γὰρ αλλα γράφομεν ὑμῖν, ἀλλ' η α ἀναγινώσκετε. ̓Αναγινωσκομένη. μνημονευομένη, ὁμιλουμένη. καὶ ὁ ̓Απόστολος· γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων. ἀνάγνωσιν δὲ καλεῖ ὁ ̓Απόστολος τὴν αὐτοῦ περὶ αὐτῶν ὁμιλίαν καὶ γνώμην. ̓Ανακεφαλαιώσασθαι. συνάψαι, ἑνῶσαι. ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν Χριστῷ. ̓Αναβεβλήσθω. ὑπερτεθήτω εἰς αλλον καιρόν. alpha.225 ( ̓Επίῤῥημα.) ̓Αναμίξ. ἀναμεμιγμένως. ̓Αναφανδόν. φανερῶς. ̓Αναιμωτεί. ανευ αιματος καὶ πολέμου καὶ κόπου. ̓Αναλόγωσ. ὁμοίως. ̓Ανέδην. φανερῶς. παρὰ τὸ ἐῶ, τὸ ἀφίημι, εδην καὶ ἀνέδην· ὡς κλέπτω κλέβδην. σημαίνει δὲ τὸ ἀναστάτως ειναι. παρὰ τὸ εδος, εδην καὶ ἀνέδην, κατὰ στέρησιν τοῦ ἑδράσαι, ο ἐστιν ἱδρύσαι. τὸ ανευ εδους φεύγειν. * ̓Αναίδην δὲ, τὸ ἀναισχύντως, διὰ τῆς ˉαˉι διφθόγγου.* ̓Ανέκαθεν. ἐκ πολλοῦ χρόνου, η ἀπ' ἀρχῆς. ̓Ανιδιτί. ἀκόπως. ̓Ανωϊστί. λάθρα, ἀπροσδοκήτως. παρὰ τὸ ιω τὸ ὑπονοῶ. οπερ καὶ ὀΐω γέγονεν. ὀϊόμενον θανέεσθαι. καί· -ὀΐσατο θεὸν ειναι. γίνεται ὀϊστὶ καὶ ἐκ τοῦ ˉο εἰς ˉω μέγα ὠϊστὶ καὶ ἐν συνθέσει ἀνωϊστί. ἐκ δὲ τοῦ οιω οἰστὸς, καὶ ἀνώϊστος, κατ' εκτασιν. ̓Ανενδιάστωσ. ἀδιστάκτως, ἀναμφιβόλως. Ἀνελευθέρωσ. τὸ ἐκτὸς τῆς ἀληθείας ποιεῖν τί. ̓Αντικρύ. ἐξ ἐναντίας, κατέναντι. παρὰ τὴν alpha.226 ἀντὶ καὶ τὸ κάρα ἀντικαρὺ, καὶ ἐν συγκοπῇ ἀντικρύ. Αντικρυσ. ἀνυποστόλως. ἀφόβως, ἀνυπόπτως. φανερῶς. η ὡσανεί. Ανω. τὸ ἀπέχον πλέον τοῦ μέσου. ̓Ανακῶσ. ἐπιμελῶς, πεφροντισμένως, πεφυλαγμένως. ̓Ανασταδόν. ἀντὶ τοῦ ἀναστάντες, ἐπίῤῥημα ποιότητος. ἀπὸ τοῦ ιστημι, ισταμαι. ̓Ανδρακάσ. ἐπίῤῥημα ποιότητος. σημαίνει κατὰ ανδρα. παρὰ τὸ ἀνδρὸς γενικὴ, καὶ τὸ εκαστον, συγκοπῇ ἑκὰς, καὶ ἀνδροεκὰς, καὶ συγκοπῇ ἀνδροκὰς, καὶ τροπῇ ἀνδρακάς· ὡς κυνόμυια, κυνάμυια. * ̓Αναμέροσ. ἐκ διαδοχῆς.* ̓Αναιμεί. χωρὶς αιματος. ̓Ανατί. παρὰ τῷ Λυκόφρονι τὸ χωρὶς βλάβης. καὶ ανευ τίσεως καὶ τιμωρίας. ̓Αναυλεί. χωρὶς ναύλου. ̓Ανοιμωκτί. χωρὶς οἰμωγῆς. ̓Ανοικτί. χωρὶς οικτου. ̓Ανυποστόλωσ. ἀνερυθριάστως, ἀναιδῶς. ̓Αναπήρωσ. βεβλημένως, μὴ ὑγιῶς εχον. πηρὸς γὰρ ὁ τυφλὸς καὶ ἐμπαθής. ̓Αναστροφάδην. οταν ὁ ἐγκαλῶν τῷ ἠδικημένῳ ἐγκαλεῖ. alpha.227 ̓Ανεσκολοπισμένωσ. ἀνασταυρωμένως.