κτίσεως ἀποβλέπειν, διὰ τοῦτο εἰς τὸ ἓν μέρος τῆς κτίσεως ἀφορῶντες ποιοῦμεν τὴν προσκύνησιν, οὐχ ὡς μόνον ἔργον τοῦ θεοῦ οὐδ' ὡς εἰς κατοικητήριον τοῦ θεοῦ τοῦτο ἀφωρισμένον, ἀλλ' εἰς τόπον προσκυνήσεως τῆς παρ' ἡμῶν προσαγομένης θεῷ τεταγμένον. Τὸ δὲ ἔθος, παρ' ὧν εἴληφεν ἡ ἐκκλησία τὸ εὔχεσθαι, παρὰ τούτων εἴληφε καὶ τὸ ποῦ εὔχεσθαι, τοῦτο δὲ παρὰ τῶν ἁγίων ἀποστόλων. Ἐρώτησις ριθ. Eἰ μήτε τοὺς ἐκ τῶν δένδρων καρποὺς μήτε τῆς τῶν κρεῶν ἐδωδῆς οἱ πρὸ τοῦ κατακλυσμοῦ μετελάμβανον, καθώς τινες τῶν πατέρων ἐδίδαξαν, πῶς ὁ Ἄβελ ἐκ τῶν στεάτων τῶν προβάτων ὧν ἐποίμαινε, καὶ ὁ Κάϊν ἐξ ὧν ἐγεώργει καρ πῶν τῆς γῆς ὁμοίως προσέφερε; Καὶ δῆλον ὡς ἑκάτερος αὐ τῶν, τῆς οἰκείας βρώσεως προτιμῶν τὸ θεῖον, τῇ τοιαύτῃ θυ σίᾳ ἐκέχρητο. Eἰ δὲ τὰ ἄχρηστα αὐτοῖς τῷ θεῷ προσεκό μιζον, πῶς τῇ τοιαύτῃ προσφορᾷ τὸ ἀεὶ ὂν οὐχ ὕβριζον; Ἀζήμιον γὰρ αὐτῷ καὶ χλευαστικὴν χάριν ἕκαστος αὐτῶν κατε τίθετο. Πῶς οὖν ἡ μὲν τοῦ Κάϊν θυσία ἀπόβλητος, τὰ δὲ τοῦ Ἄβελ δῶρα αἰδέσιμα γέγονεν; Ἀπόκρισις. Ὁ μακάριος ἀπόστολος, ὁ τῶν πατέρων πατὴρ καὶ εὐσε βείας διδάσκαλος, φησί· Τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; Τίς ποιμαίνει ποίμνιον, καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; -ἀντὶ τοῦ οὐδείς. Ἀλλ' εἰ μηδείς, δῆλον ἄρα ὅτι οὐδὲ ὁ Ἄβελ ἐποίμαινε τὴν ποίμνην, ἵνα μὴ ἐσθίῃ τοῦ γάλακτος τῆς ποίμνης αὑτοῦ, οὔτε ὁ Κάϊν ἐγεώργει τὴν γῆν, ἵνα μὴ ἐσθίῃ τῶν καρπῶν αὐτῆς. Ἔτι δὲ εἰ ἄχρηστοι ἦσαν τῷ Κάϊν οἱ καρποὶ τῆς γῆς, τίνος ἕνεκεν τοῖς χείροσι μὲν ἐτίμα τὸν θεόν, τοῖς κρείττοσι δὲ αὑτὸν τοῦ θεοῦ προετίμησε (διὸ ἀπόβλητος αὐτοῦ γέγονεν ἡ θυσία), μὴ χρῄ ζων τῶν καρπῶν τῆς γῆς; Eἰ δὲ προετίμησεν ὁ μὲν Ἄβελ τῆς ἰδίας χρείας τὸν θεόν, ὁ δὲ Κάϊν τὴν ἰδίαν χρείαν τοῦ θεοῦ, δῆλον ἄρα ὅτι ἕκαστος αὐτῶν τῆς ἐκ τῶν οἰκείων πόνων ἔχρῃζε θεραπείας. Ἐρώτησις ρκ. Eἰ βασιλείαν τοῦ θεοῦ τὴν ἀνάστασίν τινες ὑπειλήφασι, δίκαιοι δὲ καὶ ἁμαρτωλοὶ ταύτης ἀξιωθῆναι πιστεύονται, πῶς τοὺς τὰ ἀπηγορευμένα ποιήσαντας ἀποκληρονόμους ὁ Παῦλος ἀπέφαινε, φήσας ὅτι Oὔτε πόρνοι οὔτε μοιχοὶ καὶ οἱ ἐφεξῆς βασιλείαν θεοῦ κληρονομήσουσιν; Ἀπόκρισις. Βασιλείαν θεοῦ οἶδεν ἡ θεία γραφὴ ὀνομάζειν οὐ τὴν ἀνάστασιν ἁπλῶς, ἀλλὰ τὴν μετὰ τὴν ἀνάστασιν ἀποκατάστα σιν, ἐν ᾗ γίνεται κολαζομένων τε καὶ δοξαζομένων ἡ διαίρεσις, τοῦ θεοῦ ὑπὸ πάντων ἀναμφιβόλως ὁμολογουμένου, τοῦ τὴν δόξαν ἐν τοῖς δοξαζομένοις ἐνεργοῦντος καὶ τὴν κόλασιν ἐν τοῖς κολαζομένοις. Ἀκούσονται, φησί, τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ οἱ ἐν τοῖς μνημείοις, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς