1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

56

κευθμῶσι τῆς γῆς ἐμφωλεύει. πατέρα δὲ ὅμως τοῦ ∆ιός φασι διὰ τὴν ὑγρὰν οὐσίαν, ἥτις πάντων πρεσβυτέρα τῶν στοιχείων παραδίδοται κατὰ τὸν ποιητήν, ὅς φησιν· Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν. τὸ δὲ ὕδωρ Τηθὺν ἐμφερῶς ὠνόμασαν ἀπὸ τοῦ κεῖσθαι κατὰ φύσιν τῷ μὲν ξηρῷ τῆς γῆς, τῷ δὲ πυκνῷ τοῦ ἀέρος συνεχόμενον». καὶ οὕτω μὲν οἱ φυσικοὶ περὶ Κρόνου. εὑρίσκομεν δὲ αὐτὸν ὅμως καὶ Οὐρανοῦ παῖδα ἐν τοῖς βιβλίοις ἀναφερόμενον, οἷον τὸν ἐξ ἀέρος ἀποτικτόμενον ὄμβρον, ὅθεν καὶ ὑετὸς ὡσανεὶ υἱὸς καλεῖται, ἢ ὅτι μετὰ τὸν οὐρανὸν ἡ ψυχρὰ ζώνη, εἶτα ἡ θερμὴ τυγχάνει. περὶ δὲ τῆς καταταρταρώσεως τοῦ Κρόνου Ἀμμώνιος λέγει, Κρόνον μὲν εἶναι τὸν νοῦν ἢ μᾶλλον ψυχήν· οὐ γὰρ ταὐτόν· τὸν δὲ ∆ία τὴν γένεσιν· καὶ ὅτι πρὸ τῆς γενέσεως καθείρχθη ἡ ψυχὴ ἐν τῷ σώματι, ταύτῃ καὶ δέμας ἀντὶ τοῦ δεσμὸς τὸ σῶμα προσαγορεύεται· ἡ δὲ ἐκτομή ἐστι τὸ ἔσχατον καὶ γεννητικὸν καὶ ποιητικὸν τῶν πάντων· τοιαύτη δὲ ἡ τῶν αἰδοίων φύσις· ταῦτα δὲ Κρόνος ἔρριψεν ὁ τῆς Κρονικῆς φύσεως πατήρ, ἵνα ἡ τῆς ἀϊδιότητος δύναμις τοῦ οὐρανοῦ καὶ ἐν τῇ θαλάσσῃ ὑπάρχῃ, τουτέστι τῷ ὑπὸ σελήνην κόσμῳ, ὃς δὴ τῷ ἀστάτῳ καὶ πολυστρέπτῳ ἀπείκασται τῆς θαλάσσης, ἔνθα φόνος τε κότος τε καὶ ἄλλων ἔθνεα κηρῶν. τοιαῦτα μὲν Ἕλληνες. 4.160 ∆ιόνυσός ἐστι τὸ ἐν τῷ πυρὶ γενόμενον πνεῦμα, τουτέστι τὸ θερμόν, ὅθεν καὶ πυρίτοκος ἐκλήθη καὶ μηροτραφὴς καὶ ἀρσενόθηλυς ὑπὸ Ἑλλήνων, ἀγνοη σάντων ἐκείνων τὴν περὶ αὐτὸν φιλοσοφίαν, καὶ τίς τετύχηκεν ὤν· οὗτος γάρ ἐστι τὸ θερμὸν πνεῦμα τὸ ἐκ πάσης σπορᾶς παντὸς ζώου πνευματικοῦ συγκατατιθέμενον εἰς ζωογονίαν καὶ αὔξησιν πάντων τῶν ἐν τῷ κόσμῳ. μηροτραφὴς δὲ ἐκλήθη, ἐπεὶ ἐν ταῖς μήνιγξι καὶ τοῖς ὄγκοις τοῖς γονίμοις καὶ ταῖς φλεψὶ ταῖς ἐν τοῖς μηροῖς ἐγκατῴκισται ἡ τοιαύτη οὐσία παντὸς ζώου, ἐξ οὗ συνέστη τὰ πάντα. ἀρρενόθηλυς δὲ ἐρρήθη διὰ τὸ τὰς ἀρρενοθήλεις σπορὰς γίνεσθαι δύο, ἀρσενικήν τε καὶ θηλυκὴν φύσιν, καὶ οὐκ ἔστιν ἕτερον ἀφ' ἑτέρου τὸ δυνάμενον γεννῆσαι, εἰ μὴ ὁμοῦ ἔλθοιεν· καὶ ζωογονήσουσι τὰ ζῶα τὰ ὑπὸ τούτου δεδημιουργημένα. ἀναλύεσθαί τε αὐτὸν ὑπειλήφασι καὶ πάλιν γεννᾶσθαι, ἐπεὶ καὶ τὰ ἐξ αὐτοῦ γεννώμενα ὁμοίως ἀνεκλείπτως δαπανᾶται καὶ πάλιν ζωογονεῖται. 4.161 Ὅτι σχημάτων ὁ κύκλος τελειότατον· ὅθεν Αἰγύπτιοι τὸν κόσμον γράφοντες περιφερῆ κύκλον ἀεροειδῆ καὶ πυρωπὸν χαράττουσι καὶ μέσον τεταμένον ὄφιν ἱερακόμορφον, οἱονεὶ συνεκτικὸν ἀγαθὸν δαίμονα καί ἐστι τὸ πᾶν σχῆμα ὡς τὸ παρ' ἡμῖν Θ. 4.162 Ὅτι ὁ τῆς ὀγδοάδος ἀριθμὸς θῆλυς καὶ ἄπειρος καὶ ἀτελής· ὅθεν καὶ παρὰ τῷ Νικομάχῳ ἠλιτόμηνος καλεῖται· ὁ γὰρ ὀκτάμηνος χρόνος πρὸς οὐδένα τῶν ἁρμονικῶν ἔχων φαίνεται λόγον. ὅθεν οὐ τελεσφορεῖται τὰ ὀκταμηνιαῖα· μέσος γὰρ ὢν τῶν τελεσφόρων ἀριθμῶν αὐτὸς ἀτελὴς εὑρίσκεται. πάσης γὰρ ὑλικῆς δυνάμεως μετέχων τὰς περὶ τὴν ὕλην εἴληχε δυνάμεις. incert. t FRAGMENTA INCERTAE SEDIS.} incert.1 Ὅτι στρατιώτης τις ἀκόλαστος ἐν ∆αδαστάνοις ἐπέθετο γυναικὶ σώφρονι βιαζόμενος αὐτὴν πρὸς ὁμιλίαν· τῆς δὲ παραιτουμένης, ὡς πολὺς ἦν ὁ φθορεὺς ἐπικείμενος, πρὸς αὐτὸν ἡ γυνή φησιν, ὡς, εἰ ἀφέξεται αὐτῆς, παράσχοι πάντως φάρμακον τὸ σῶζον αὐτὸν ἀπήμαντον ἀπὸ ξίφους, καὶ θανατῶσα ὑπὲρ τῆς αἰδοῦς πείθειν ἠξίου αὐτόν, ἐπὶ τοῦ ἑαυτῆς τραχήλου τὴν πεῖραν λαβεῖν· ὁ δὲ πλήξας αὐτὴν τῆς μὲν ἐπιθυμίας ἑαυτὸν, ἐκείνην δὲ τῆς ζωῆς ἐζημίωσεν· ὥστε οἶδεν ὁ χρόνος μετὰ τὸν Σθενεβοίας Βελλεροφόντην καὶ Τέννην τὸν Ἀλφεσιβοίας καὶ Πηλέα τὸν Ἀστυδαμείας καὶ Ἱππόλυτον τὸν πολὺν καὶ τὴν καθ' ἡμᾶς σώφρωνα. incert.2 Ὅτι ὁ Τάγης κατὰ τοὺς λεγομένους κλιματάρχας ἐμφύεσθαι ἀξιοῖ τοῖς ἑκασταχοῦ γινομένοις δαίμονας