56
ἐστι σῶμα καὶ ψυχὴ λογική τε καὶ νοερά· ἔχειν δὲ αὐτὸν καταλλήλως ταῖς δύο φύσεσι διπλᾶ τὰ τῶν δύο φύσεων φυσικά· δύο θελήσεις φυσικάς, τήν τε θείαν καὶ τὴν ἀνθρωπίνην, καὶ ἐνεργείας δύο φυσικάς, θείαν τε καὶ ἀνθρωπίνην, καὶ αὐτεξούσια δύο φυσικά, θεῖόν τε καὶ ἀνθρώπινον, καὶ σοφίαν καὶ γνῶσιν, θείαν τε καὶ ἀνθρωπίνην. Ὁμοούσιος γὰρ ὢν τῷ θεῷ καὶ πατρὶ αὐτεξουσίως θέλει καὶ ἐνεργεῖ ὡς θεός, ὁμοούσιος δὲ ὢν καὶ ἡμῖν αὐτεξουσίως θέλει καὶ ἐνεργεῖ ὡς ἄνθρωπος ὁ αὐτός· αὐτοῦ γὰρ τὰ θαύματα, αὐτοῦ καὶ τὰ παθήματα.
58 Περὶ θελημάτων καὶ αὐτεξουσίων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
Ἐπειδὴ μὲν οὖν δύο φύσεις τοῦ Χριστοῦ, δύο αὐτοῦ καὶ τὰ φυσικὰ θελήματα καὶ τὰς φυσικὰς ἐνεργείας φαμέν. Ἐπειδὴ δὲ μία τῶν δύο αὐτοῦ φύσεων ἡ ὑπόστασις, ἕνα καὶ τὸν αὐτόν φαμεν θέλοντά τε καὶ ἐνεργοῦντα φυσικῶς κατ' ἄμφω, ἐξ ὧν καὶ ἐν αἷς καὶ ἅπερ ἐστὶ Χριστὸς ὁ θεὸς ἡμῶν, θέλειν δὲ καὶ ἐνεργεῖν οὐ διῃρημένως, ἀλλ' ἡνωμένως· θέλει γὰρ καὶ «ἐνεργεῖ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας». Ὧν γὰρ ἡ οὐσία ἡ αὐτή, τούτων καὶ ἡ θέλησις καὶ ἡ ἐνέργεια ἡ αὐτή· ὧν δὲ διάφορος ἡ οὐσία, τούτων διάφορος καὶ ἡ θέλησις καὶ ἡ ἐνέργεια. Καὶ τὸ ἀνάπαλιν, ὧν ἡ θέλησις καὶ ἡ ἐνέργεια ἡ αὐτή, τούτων καὶ ἡ οὐσία ἡ αὐτή· ὧν δὲ διάφορος ἡ θέλησις καὶ ἡ ἐνέργεια, τούτων καὶ ἡ οὐσία διάφορος. ∆ιὸ δὴ ἐπὶ μὲν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἐκ τῆς ταυτότητος τῆς τε ἐνεργείας καὶ τοῦ θελήματος τὴν ταυτότητα τῆς φύσεως ἐπιγινώσκομεν. Ἐπὶ δὲ τῆς θείας οἰκονομίας ἐκ τῆς διαφορᾶς τῶν ἐνεργειῶν καὶ τῶν θελημάτων καὶ τὴν τῶν φύσεων διαφορὰν ἐπιγινώσκομεν καὶ τὴν τῶν φύσεων διαφορὰν εἰδότες συνομολογοῦμεν καὶ τὸ τῶν θελημάτων καὶ ἐνεργειῶν διάφορον. Ὥσπερ γὰρ τῶν τοῦ αὐτοῦ ἑνὸς φύσεων Χριστοῦ ὁ ἀριθμὸς εὐσεβῶς νοούμενός τε καὶ λεγόμενος οὐ διαιρεῖ τὸν ἕνα Χριστόν, ἀλλὰ σῳζομένην καὶ ἐν τῇ ἑνώσει παρίστησι τῶν φύσεων τὴν διαφοράν, οὕτω καὶ ὁ ἀριθμὸς τῶν οὐσιωδῶς προσόντων ταῖς αὐτοῦ φύσεσι θελημάτων καὶ ἐνεργειῶν (κατ' ἄμφω γὰρ τὰς φύσεις θελητικὸς ἦν καὶ ἐνεργητικὸς τῆς ἡμῶν σωτηρίας) οὐ διαίρεσιν εἰσάγει-μὴ γένοιτο-, ἀλλὰ τὴν αὐτῶν δηλοῖ καὶ μόνον, κἂν τῇ ἑνώσει, φυλακὴν καὶ σωτηρίαν· φυσικὰ γὰρ καὶ οὐχ ὑποστατικά φαμεν τὰ θελήματα καὶ τὰς ἐνεργείας. Λέγω δὲ αὐτὴν τὴν θελητικὴν καὶ ἐνεργητικὴν δύναμιν, καθ' ἣν θέλει καὶ ἐνεργεῖ τά τε θέλοντα καὶ ἐνεργοῦντα. Εἰ γὰρ ὑποστατικὰ δῶμεν αὐτά, ἑτεροθελεῖς καὶ ἑτεροενεργεῖς τὰς τρεῖς ὑποστάσεις τῆς ἁγίας τριάδος εἰπεῖν ἀναγκασθησόμεθα. Ἰστέον γάρ, ὡς οὐ ταὐτόν ἐστι, θέλειν καὶ πῶς θέλειν· τὸ μὲν γὰρ θέλειν φύσεως ὥσπερ καὶ τὸ ὁρᾶν (πᾶσι γὰρ ἀνθρώποις πρόσεστι), τὸ δὲ πῶς θέλειν οὐ φύσεως, ἀλλὰ τῆς ἡμετέρας γνώμης ὥσπερ καὶ τὸ πῶς ὁρᾶν, καλῶς ἢ κακῶς (οὐ γὰρ πάντες ἄνθρωποι ὁμοίως θέλουσιν οὐδ' ὁμοίως ὁρῶσι). Τοῦτο καὶ ἐπὶ τῶν ἐνεργειῶν δώσομεν· τὸ γὰρ πῶς θέλειν, πῶς ὁρᾶν, πῶς ἐνεργεῖν τρόπος ἐστὶ τῆς τοῦ θέλειν καὶ ὁρᾶν καὶ ἐνεργεῖν χρήσεως, μόνῳ τῷ κεχρημένῳ προσὸν καὶ τῶν ἄλλων αὐτὸν κατὰ τὴν κοινῶς λεγομένην διαφορὰν χωρίζον. Λέγεται οὖν τὸ μὲν ἁπλῶς θέλειν θέλησις ἤτοι ἡ θελητικὴ δύναμις λογικὴ οὖσα ὄρεξις καὶ θέλημα φυσικόν· τὸ δὲ πῶς θέλειν ἤτοι τὸ τῇ θελήσει ὑποκείμενον θελητὸν καὶ θέλημα γνωμικόν· θελητικὸν δέ ἐστι τὸ πεφυκὸς θέλειν, οἷον θελητική ἐστιν ἡ θεία φύσις, ὡσαύτως καὶ ἡ ἀνθρωπίνη· θέλων δέ ἐστιν ὁ κεχρημένος τῇ θελήσει ἤτοι ἡ ὑπόστασις οἷον ὁ Πέτρος. Ἐπειδὴ τοίνυν εἷς μέν ἐστιν ὁ Χριστὸς καὶ μία αὐτοῦ ἡ ὑπόστασις, εἷς καὶ ὁ αὐτός ἐστιν ὁ θέλων καὶ ἐνεργῶν θεϊκῶς τε καὶ ἀνθρωπίνως. Ἐπειδὴ δὲ δύο φύσεις ἔχει θελητικὰς ὡς λογικάς (πᾶν γὰρ λογικὸν θελητικόν τε καὶ αὐτεξούσιον), δύο θελήσεις ἤτοι θελήματα φυσικὰ ἐπ' αὐτοῦ ἐροῦμεν. Θελητικὸς γάρ ἐστιν ὁ αὐτὸς κατ' ἄμφω ταῖς αὐτοῦ φύσεσιν· τὴν γὰρ φυσικῶς ἐνυπάρχουσαν ἡμῖν θελητικὴν δύναμιν ἀνέλαβε. Καὶ ἐπειδὴ εἷς ἐστιν ὁ Χριστὸς καὶ ὁ αὐτὸς ὁ θέλων καθ' ἑκατέραν φύσιν, τὸ αὐτὸ θελητὸν λέξομεν ἐπ'