θεῖον καὶ μέγαν καταφεύγει σηκὸν, ἱκέτης ἐλεεινὸς ἀντὶ σοβαροῦ τυράννου καὶ ἀλαζόνος ὁρώμενος. ὃν ἐκεῖθεν οἱ περὶ τὸν ∆ρουγγάριον ἀποσπάσαντες, εἰς ἀκάτιόν τε ἅμα τῷ υἱῷ Νικηφόρῳ ἐμβαλόντες, πρὸς τὴν λεγομένην Καλώνυμον νῆσον περιορίζουσι· κελεύσει τε βασιλικῇ αὖθις πρὸς τοῦ αὐτοκράτορος ἐκ Μυσίας ἐνηνεγμένῃ ἀμφοτέρους ἀποτυφλοῦσι, καὶ τὴν τούτων περιουσίαν δημεύουσιν. εʹ. Ἀλλ' οὕτω μὲν τῷ Κουροπαλάτῃ Λέοντι τὰ τῆς τυραννίδος εἰς δεινὸν καὶ ὀλέθριον κατέληξε τέλος. οἱ δὲ Ῥῶς συνα 148 σπίσαντες (αὖθις γὰρ ὁ λόγος, ὅθεν ἐξέβη, ἐπάνεισιν), ἐπὶ τὸ πεδίον ἐξῄεσαν, παντὶ σθένει πειρώμενοι, τὰς τῶν Ῥωμαίων πυρπολεῖν μηχανάς. οὐ γὰρ τὰς τούτων μετὰ ῥοίζου ἔστεγον ἐκπεμπομένας βολὰς, πλείστων ὁσημέραι ὑπὸ τῶν ἀφιεμένων λίθων ἀναιρουμένων Σκυθῶν. Ἰωάννης δὲ ὁ Κουρκούας καὶ Μάγιστρος, ἐκ γένους προσήκων τῷ βασιλεῖ, τὴν τῶν τοιούτων μηχανημάτων ποιούμενος φυλακὴν, τὴν μετὰ θράσους ὁρμὴν τῶν ἐναντίων ἰδὼν, καὶ ἄλλως οἴνῳ καρηβαρῶν καὶ νευστάζων (μετ' ἄριστον γὰρ ἦν), ἵππου ἐπιβὰς, σὺν τοῖς ἐφεπομένοις λογάσιν ἤλαυνε κατ' αὐτῶν. βόθρῳ δὲ ὁ ἵππος κατενεχθεὶς ἀποβάλλει τῶν νώτων τὸν Μάγιστρον. οἱ δὲ Σκύθαι, ἀριπρεπῆ πανοπλίαν ἰδόντες, καὶ φάλαρα τοῦ ἵππου καὶ τὴν ἄλλην σκευὴν ἐξειργασμένα λαμπρῶς (ἐτύγχανον γὰρ κατακόρως ἀληλιμμένα χρυσῷ), δόξαντες αὐτὸν ἐκεῖνον εἶναι τὸν αὐτοκράτορα, ἀθρόως περιδραμόντες αὐτοῖς ὅπλοις τοῦτον τοῖς ξίφεσι καὶ πελέκεσι κατεμέλισαν ἀπηνῶς· δορατίῳ τε τὴν κεφαλὴν περιπείραντες, ἐπὶ τῶν πύργων κατέπηξαν, Ῥωμαίους τωθάζοντες, ὡς τὸν σφῶν βασιλέα δίκην βοσκήματος κρεουργήσαντες. ἀλλὰ τοιαῦτα μὲν Ἰωάννης ὁ Μάγιστρος ἀπηνέγκατο τὰ ἐπίχειρα, ὧν εἰς τοὺς θείους πεπαρῳνήκει σηκοὺς, θυμοῦ βαρβαρικοῦ γεγονὼς παρανάλωμα. λέγεται γὰρ πολλοὺς τῶν κατὰ Μυσίαν κεραΐσαι, καὶ τὰ τούτων ἔπιπλα καὶ σκεύη τὰ ἱερὰ εἰς ἰδιωτικὰ μετασκευάσαι κειμήλια. ϛʹ. Ῥῶς δὲ τῇ τοιαύτῃ νίκῃ κατεπαρθέντες, ἐς τὴν ἐπιοῦσαν τοῦ ἄστεος ὑπεξιόντες, παρὰ τὸ μεταίχμιον ἐτάξαντο· Ῥωμαῖοι 149 δὲ καὶ αὐτοὶ, ἐς βαθεῖαν συνασπίσαντες φάλαγγα, τούτοις ἀντεπῄεσαν. ἐνταῦθα Ἴκμορα, τὸν μετὰ τὸν Σφενδοσθλάβον τὸ Σκυθικὸν ἄγοντα στράτευμα καὶ τιμώμενον εὐθὺς μετ' ἐκεῖνον, ἄνδρα γιγαντώδη καὶ νεανικὸν, ἰδὼν Ἀνεμᾶς, ὁ τῶν βασιλικῶν σωματοφυλάκων εἷς, καὶ τοῦ τῶν Κρητῶν υἱὸς ἀρχηγοῦ, ἐνθουσιωδῶς ἐφορμῶντα μετὰ τῆς τῶν ἐφεπομένων πεζεταίρων φάλαγγος καὶ πλείστους Ῥωμαίων ἀποκτιννύοντα, ἀλκῇ τε φύσεως ἐπαρθεὶς, τὸ παρῃωρημένον ξίφος ἑλκύσας, καὶ τὸν ἵππον τῇδε κἀκεῖσε παρεξελάσας, τοῖς τε μύωψι καταικίσας, κατὰ τοῦ Ἴκμορος ἴεται, καὶ τοῦτον κατειληφὼς πλήττει κατὰ τοῦ τένοντος· ἡ δὲ τοῦ Σκύθου κεφαλὴ σὺν τῇ δεξιᾷ ἐκτμηθεῖσα χειρὶ πρὸς τοὔδαφος ἀπηράττετο. τοῦ δὲ πεσόντος, βοή τις παρὰ τῶν Σκυθῶν οἰμωγῇ σύμμικτος αἴρεται· Ῥωμαῖοι δὲ τούτοις ἐπέδραμον. οἱ δὲ οὐκ ἤνεγκαν τὴν τῶν ἐναντίων ῥοπὴν, ἀλλὰ τῷ τοῦ σφῶν στρατηγοῦ πάθει ἐκτόπως περιαλγήσαντες, τὰ σάκη κατωμαδὸν ἄραντες, ἐχώρουν διὰ τοῦ ἄστεος, οὓς ἐπισπόμενοι Ῥωμαῖοι ἀπέκτεινον. ἤδη δὲ νυκτὸς κατασχούσης, καὶ τῆς μήνης πλησιφαοῦς οὔσης, κατὰ τὸ πεδίον ἐξελθόντες τοὺς σφετέρους ἀνεψηλάφων νεκρούς· οὓς καὶ συναλίσαντες πρὸ τοῦ περιβόλου καὶ πυρὰς θαμινὰς διανάψαντες, κατέκαυσαν, πλείστους τῶν αἰχμαλώτων, ἄνδρας καὶ γύναια, ἐπ' αὐτοῖς κατὰ τὸν πάτριον νόμον ἐναποσφάξαντες. ἐναγισμούς τε πεποιηκότες, ἐπὶ τὸν Ἴστρον ὑπομάζια βρέφη καὶ ἀλεκτρυόνας ἀπέπνιξαν, τῷ ῥοθίῳ τοῦ ποταμοῦ ταῦτα