προσεχεστέροις αἰτίοις τὴν πᾶσαν δύναμιν τῶν πραττομένων ἀνατιθέαμεν. ἀλλ' ὥσπερ τἆλλα τε καὶ τὴν φύσιν ἀπὸ θεοῦ παράγομεν, οὕτω δὴ ἐκεῖνά τε καὶ ταύτην εἰς θεὸν ἀναφέρομεν. πεποίηται μὲν οὖν παρὰ τοῦ πρώτου λόγου ὁ οὐρανός, οὗτος δὲ οὕτω δόξαν τῷ πεποιηκότι συνέχει τὸ πᾶν. ἀλλ' οὐκ ἐπειδὴ τὴν συνοχὴν οὗτος τοῖς στοιχείοις δίδωσι, διὰ τοῦτο ἡμῖν ἠθέτηται ὁ θεός, ἀλλὰ τὸ μὲν πάντων εἶναι ἐκεῖνον αἴτιον ὥσπερ ἀξίωμα ἡμῖν ὡμολόγηται, τὸ δὲ καὶ προσεχεῖς ἑτέρας αἰτίας διδόναι τοῖς πράγμασι καὶ ἀπὸ τῆς αἰσθήσεως ἡμῖν κατείληπται. καταφωτίζει γοῦν τὴν <γῆν> σύμπασαν ἀνατέλλων ὁ ἥλιος καὶ αὖθις νύκτα ἐπάγει δυόμενος, καὶ κρύπτεται νέφους ὑποδραμόντος αὐτόν, καὶ δοκεῖ ἐκλείπειν τῆς σελήνης ἀντιφραττούσης τοῦτον ἡμῖν. οὕτω τοιγαροῦν λόγος ἐστὶ καὶ ἀτμῶν καὶ νεφῶν καὶ χαλάζης καὶ ὑετοῦ, οὕτω δὴ καὶ ὑποχωρούσης θαλάττης καὶ αὖθις ἐπιρρεούσης καὶ γῆς κλονουμένης καὶ αὖθις καθισταμένης. Εἰ μὲν οὖν τὴν πρώτην ἀρχὴν βούλει τῶν γινομένων ἐπισκοπεῖν, ἀνάδραμε πρὸς θεόν· ἐκεῖνος γάρ ἐστιν ὁ τὴν ἡμέραν ποιῶν καὶ τὴν νύκτα, ἐκεῖνος ὁ νέφεσι καλύπτων τὴν γῆν καὶ διὰ τούτων σκιάζων τὸν ἥλιον, ἐκεῖνος ὁ τὴν σελήνην τῷ ἡλιακῷ ὑπάγων φωτὶ καὶ ταύτην αὐξάνων καὶ αὖθις ἀρτιγενῆ ἐργαζόμενος, ἐκεῖνος καὶ τὴν ὑγρὰν κυμαίνει καὶ διαταράττει τὴν γῆν, ἐκεῖνος ὁ πλάττων ἄνθρωπον καὶ ἀναδιδοὺς στάχυν καὶ τἆλλα οὕτω ποιῶν. εἰ δὲ καὶ τὰς ἐγγυτέρας αἰτίας ἐθελήσεις ἀναζητεῖν, εὑρήσεις τροπῶν μὲν καὶ ἰσημερίας ἥλιον αἴτιον, ἀνατολῆς δὲ καὶ δύσεως οὐρανόν, καὶ ὑετῶν μὲν νέφη, νεφῶν δὲ ἀτμούς, κινήσεως δὲ γῆς ὑπόγεια πνεύματα. βούλονται μὲν γὰρ οἱ πολλοὶ αὐτὸν τὸν θεὸν ἀμέσως ἐφεστηκέναι τοῖς αἰσθητοῖς καὶ οἷον χερσὶ τὸ πᾶν διευθύνειν καὶ διοικεῖν. ἔστι δὲ πάντῃ ἀλογώτατον τοῦτο· ἔξω τε γὰρ τοῦ παντὸς ἡ θεία φύσις καὶ ἀπερίληπτος, καὶ ἡ ἀπὸ τοῦ νεύματος ψῆφος ἀρκεῖ τοῖς πᾶσιν εἰς γένεσιν καὶ διοίκησιν. ἐπιτάττει δὲ πρὸς τὴν τούτων παραγωγὴν καὶ ἐπιτροπὴν νῦν μὲν θείαις δυνάμεσι, νῦν δὲ στοιχείοις, νῦν δὲ σώμασι. καὶ ἡ φύσις πλάττει μὲν τὸ ζῷον, ἔχει δὲ τὴν κίνησιν ἄνωθεν, καὶ ἵνα τὴν ἐφεστῶσαν λέγω πληγήν, κινεῖ μὲν τὸ πνεῦμα τὴν γῆν, ἀλλὰ παρὰ θεοῦ τὸ τοῦ κινεῖν προσειληφὸς σύνθημα. Ἐπειδὰν τοίνυν ὁ λόγος τῆς αἰτίας τῶν πραττομένων ἐφίκοιτο, θαυμασιωτέραν μᾶλλον τὴν δύναμιν ἐπιδεικνύει τοῦ πλάσαντος. εἰ γὰρ καὶ ἀληθεύει ὁ τῶν φυσικῶν λόγος, ὅτι τὸ ἀναθυμιώμενον πνεῦμα τοὺς τῆς γῆς πόρους διιὸν ταύτην διασαλεύει, πῶς οὐκ ἂν ἐκπλαγείημεν καὶ τὴν ἄφατον τοῦ θεοῦ θαυμάσαιμεν δύναμιν; ἔπελθέ μοι γάρ, εἰ βούλει, τὸ πλάτος τῆς γῆς, τὸ ὕψος, τὸ βάθος, τὸ μῆκος, τὸ οἰκούμενον, τὸ ἀοίκητον, τὰ παντοδαπὰ ταύτης μέρη, ὁπόσα μὲν εἰς ὀρῶν ἀνῆκται κορυφάς, ὁπόσα δὲ διέρρηκται εἰς κοιλότητας καὶ ὁπόσα ἐφ' ὁμαλῆς ἐπιφανείας ἐξήπλωται. πῶς οὖν ἡ ἁπλὴ φύσις τοῦ πνεύματος πρὸς τηλικοῦτον ἄχθος ἐξήρκεσε; μὴ τοίνυν τῇ τούτου φύσει τὴν δύναμιν ἀναθῇς τῆς κινήσεως, ἀλλὰ παρὰ σεαυτῷ λόγισαι, ὅτι τὸ μὲν ὄργανον ἦν μόνον τοῦ θείου βουλήματος, ὁ δὲ τῆς ἰσχύος λόγος παρὰ τοῦ προστάξαντος ἐνεπάγη τῷ πνεύματι. μὴ τοίνυν εἰς ὑλικωτάτας μόνας αἰτίας τὸν ἡμέτερον ἐπικλίνωμεν νοῦν, μηδὲ τὸ μὲν καθ' ἡμᾶς ἡμέτερον ὑπεξέλωμεν, ἄλλο δέ τι τῆς κινήσεως αἰτιώμεθα. διὰ τί γάρ, τοῦ πνεύματος ἁπανταχόσε ἀεὶ φοιτῶντος τῆς γῆς καὶ διὰ μέσης αὐτῆς διιόντος, οὐ πάντοτε ὁ κλόνος αὐτῇ ἐπιγίνεται; ἢ δῆλον ὅτι τῆς τοῦ θεοῦ βουλήσεως ἡ τοῦ πνεύματος ἤρτηται δύναμις. βούλεται δὲ τὴν γῆν συγκινεῖν ὁ θεὸς οὐχ ἵνα μαστίζῃ τὴν ἄψυχον, οὐδ' ἵνα τὴν ἀναίσθητον σωφρονίσῃ, ἀλλ' ἵν' ἢ τιμωρήσηται ἡμᾶς ἁμαρτάνοντας καὶ διὰ τῆς τοιαύτης πληγῆς σωφρονίσῃ ἢ ἐπαπειλήσας τὰ φρικωδέστατα καὶ τῷ φόβῳ συστείλῃ, ὥσπερ τὴν μὲν τάσιν τοῦ τόξου ἐπιδεικνύς, τὸ δὲ βέλος μὴ ἀφιείς. Ἀλλὰ νῦν οὐχ οὕτω ταῦτα δοκεῖ, οὐδὲ μέχρις ἑτοιμασίας τοῦ τόξου τὰ καθ' ἡμᾶς, οὐδὲ ἐστίλβωται