τὸ μὲν γὰρ κατὰ λόγον, αὐτόθεν καὶ ἡ γνῶσις πρόχειρος, τὸ δὲ παρὰ λόγον, ὅτι τοιαύτην ἔλαχε φύσιν· οὔτε γοῦν τῷ θυμικῷ μέρει τῆς ψυχῆς κακὸν τὸ θυμοῦσθαι οὔτε τῷ ἐπιθυμητικῷ τὸ ἐπιθυμεῖν καὶ τῶν γε χειρόνων, ἄλογοι γὰρ ἀπὸ φύσεως αὐτῶν αἱ ὁρμαί. ποῦ τοίνυν τὸ κακὸν τάξομεν; ἐν τῇ πρὸς ἄμφω συγκράσει· καθ' ἑαυτὰ μὲν γὰρ εἴ τις διέλοι, κακίας ἀμέτοχα, σὺν ἀλλήλοις δὲ οὖσι παρυφίσταται τὸ κακόν, ὁπηνίκα τὸ ἄλογον τῆς ψυχῆς μέρος μὴ ὑπακούῃ τῷ λόγῳ. ἐπεὶ καὶ ἡ νόσος, ὣς δὲ καὶ τὸ αἶσχος, οὔτε ἐν τῇ ὕλῃ οὔτε μὴν ἐν τῷ εἴδει συνίστασθαι πέφυκεν, ἀλλ' ἐν τῇ πρὸς ἄλληλα μίξει, ὅταν ἀκρατὴς ἡ ὕλη τῷ εἴδει γένηται. οὐ τοίνυν παρὰ τῷ δημιουργῷ ἡ κακία, ἀλλὰ παρὰ τὰς τῆς ψυχῆς ἡμῶν αἱρέσεις τὴν ἀνύπαρκτον, ἵν' οὕτως εἴποιμι, ὕπαρξιν εἴληχε. Περὶ ψυχῆσ Ἠπάτησαι καὶ αὐτὸς μετὰ τῶν πολλῶν οἰόμενος τὴν ψυχὴν ἐν τῇ τοῦ συνθέτου λύσει κατὰ βραχὺ τοῦ σώματος ὑπαναχωρεῖν, μαρτυρόμενος τῷ κατεψῦχθαι τὰ ἄκρα καὶ παντάπασιν ἀναισθητεῖν τῶν μὴ ἐξάπινα τελευτώντων, ὥσπερ ἀπὸ τῶν περάτων τοῦ σώματος ἀρχομένης αὐτῆς συστέλλεσθαι καὶ κατὰ μέρος ἑλίττεσθαι, ἵν' ἐπειδὰν ὅλη πρὸς τὴν καρδίαν συσπειραθῇ καὶ οἷον εἰπεῖν συνουσιωθῇ, ἀθρόον ἀποπνευσθείη. τὸ δ' οὐχ οὕτως ἔχει· ἀλλ' ὥσπερ ἀχρόνως ἐπιλάμπει τῷ σώματι δίκην 103 ἡλίου ἐξάπινα τὸν ἀέρα καταφωτίζοντος, κατὰ τὸν αὐτὸν λόγον ἐκεῖθεν ἀφίπταται. ἀμερὴς δὲ οὖσα καὶ ἀδιάστατος, ἀμερῶς καὶ ἀδιαστάτως καὶ τῷ σώματι σύνεστιν. οὔκουν ἐκτείνεται τούτῳ οὐδὲ διίσταται, ἀλλὰ καὶ ὅλον δι' ὅλου ψυχοῦσα οὐδὲν ἧττον ἐφ' ἑαυτῆς ἕστηκε. Τί ποτ' οὖν τὸ συνεκτεταμένον τῷ σώματι καὶ ζωοῦν αὐτό; ἡ φύσις καὶ ἡ ἄλογος ζωὴ καί, ὥς τισι τῶν φιλοσόφων ἔδοξεν, ἡ τελειότης καὶ συνοχὴ τοῦ σώματος, ἣν ἐμψυχίαν καὶ ἐντελέχειαν οἱ περὶ τὸν Ἀριστοτέλην κατωνομάκασιν. αὗται γὰρ αἱ δεύτεραι καὶ θνηταὶ ζωαὶ καὶ τῷ σώματι διιστάμεναι ἐν τούτῳ κατασπαρεῖσαι, ἀθρόον τὴν ψυχὴν ἐπιλάμψασαν ὑποδέχονται· οὐ γὰρ ἦν εὐπρεπὲς ἄνευ τινὸς προσφυοῦς τοῖς ἄκροις μεσότητος προσομιλῆσαι τῷ παχεῖ σώματι. ἡ τοίνυν φύσις διὰ παντὸς ἐκταθεῖσα τοῦ σώματος, ἐπειδὴ συναπολήγει τῷ ἰδίῳ ὀχήματι, πρὸ τῆς παντελοῦς ἀποπνεύσεως τοῦ συνθέτου τοῖς ἀκρωτηρίοις ἐναποσβέννυται. οὐ γὰρ ἐκεῖθεν ὑποχωρεῖ, ἦν γὰρ ἂν ἀθάνατος ἐπανερχομένη πρὸς ἑαυτήν. ἡ δέ γε ψυχὴ τοῦ μέσου τούτου διαλυθέντος δεσμοῦ ὥσπερ «ἐν ἀτόμῳ ἢ ῥιπῇ ὀφθαλμοῦ», ὅ φησιν ὁ ἀπόστολος, ἔξεισι τοῦ σώματος. Εἰ ἄρα μετὰ τῶν οἰκείων σωμάτων ἤγουν τῆς αὐτῆς ὕλης ἀναστησόμεθα Ἐπεὶ πᾶσα οὐσία σωματικὴ ἐξ ὕλης [τέ] ἐστι καὶ εἴδους, ὧν τὸ μὲν κρεῖττόν ἐστι, τὸ δὲ χεῖρον, καὶ κρεῖττον μέν ἐστι τὸ εἶδος, χεῖρον δὲ ἡ ὕλη, καὶ ᾧ διαφέρει τῶν ἄλλων τοῦτό ἐστιν αὐτό (οὐδὲ γὰρ ἄνθρωπος ἐκ τῆς ὕλης ἄνθρωπος ὀνομάζεται, οὔτε βοὸς <ἢ> ἵππου διαφέρει κατὰ τὴν ὕλην), ἀλλὰ καὶ ἡ ὕλη μὴ ὄν τι λέγεται τοῖς πρώτοις φιλοσόφοις, ὃ δὲ μὴ 104 ὄν ἐστιν ὕλη, ὡς δέδεικται, ὂν δὲ τὸ εἶδός ἐστιν, ἔσται ὁ ἄνθρωπος ἀληθῶς τὸ εἶδος. καὶ τοῦτο μὲν ἐκ τῆς πρώτης γενέσεως μέχρι τῆς παντελοῦς φθορᾶς ἐν ἡμῖν ὑπάρχει ἀμεταβλήτως καὶ ἀμεταθέτως· ἡ δὲ ὕλη οὐκ ἀεί ἐστιν ἐν ἡμῖν ἡ αὐτή, ὥσπερ οὐδὲ ὄνυχες οἱ αὐτοὶ ἢ τρίχες. ἀλλὰ οὐ διὰ τοῦτο οὐκ ἐσμὲν οἱ αὐτοί, ὅτι τὴν πρώτην ἀποβαλλόμεθα ὕλην· ἀεὶ γὰρ ἡ ὕλη φθείρεται, καὶ ἡμεῖς οὐ φθειρόμεθα ὡς μένοντος τοῦ εἴδους μέχρι τινός. ἐπὰν δὲ τούτου γένηται φθορά, τότε καὶ ἡμῶν ἔσται φθορὰ ὡσαύτως· τὸ γὰρ εἶδος ἡμεῖς. Τοῦτό μοι νόει καὶ ἐπὶ τῆς ῥηθείσης ἀπορίας· οὐ γὰρ τὸ ἡμέτερον εἶδος εἰς λέοντα ἢ κύνα μεταβάλλειν δυνατὸν ἢ εἰς ἕτερόν τι τῶν ἄλλων