ὅ φασιν αὐτοφυεῖς αὐτὰς γεγενῆσθαι. Ἀλλ' οὐ δεκτέα σοι ταῦτα, καὶ διὰ τοῦτό σε καὶ πάλιν γελάσομεν, τὸ καλόν γέννημα ἀντί σου τοῦ πατρὸς θυμῆρες καὶ ψυχαγωγὸν ἔχοντες, ἔοικε γάρ σου τῷ χαρακτῆρι καὶ ὡς ἀληθῶς τοῦ πατρός ἐστιν. ἢ τε γὰρ συνθήκη τῶν λέξεων-πῶς γὰρ ἂν ἄλλως εἴποιμι, βαβαὶ τῆς ἀναρμοστίας καὶ τῆς τραχύτητος-ἥ τε τῆς φράσεως ἑρμηνεία, ὡς λίαν δυσαχθής τις καὶ γεηρά, καὶ τοῖς παρείοις προσεοικυῖα παρὰ πολὺ ὄφεσι, παχεῖ τῷ ὁλκῷ κινουμένη καὶ ἐπαχθεῖ λίαν τῷ ἐπισύρματι, ὡς λίαν δὲ καὶ τοῖς σχήμασι κεκαλλώπισται. Ἑλλήνων παῖδες μὴ μέγα φρονείτωσαν τὴν ὕλην εὑρόντες ἢ ἀναπλάσαντες, καὶ μόνην ἄποσον, ἄποιον, ἀνείδεόν τε καὶ ἀσχημάτιστον ἀποφήναντες, καὶ μὴ ὂν μέν, ὂν δὲ ὅμως, τὸ μὲν κατὰ τὴν ἐντελέχειαν, τὸ δὲ κατὰ τὴν ταύτης πρόοδον. ἰδοὺ γὰρ αὐτομάτως ἑτέραν ἡμῖν ὕλην ἔδειξεν ὁ καιρός, τὸ τοῦ ὑβριστοῦ σύγγραμμα, ὕλην ὡς ἀληθῶς καὶ ὑλώδους νοὸς ὑλικώτερον γέννημα, ἰδέας ἄτερ καὶ σχήματος καὶ μορφῆς ἀλλότριον τεχνικῆς. πῶς ἄν σου τὸ καλὸν ἐκφράσαιμι φρόνημα, μᾶλλον δὲ πῶς ἂν τὴν τούτου ἀκοὴν διαφύγοιμι, ἐκ διαμέτρου μὲν τοῖς σειρηνίοις ἔχουσαν μέλεσι, τὸ δ' αὐτὸ ἀποτέλεσμα; αἱ μὲν γὰρ τῷ ἠδεῖ διαφθείρουσιν, ἡ δὲ τῷ ἀηδεῖ θανατοῖ τὸν ἀκροατήν· ὄνειος γάρ τις ὡς ἀληθῶς ἐστιν ὀγκηθμὸς ἢ εἴ τι βαρυθυμότερόν τε καὶ ἐπαχθέστερον. Ἑρμογένης μὲν οὖν ὁ ῥήτωρ τὴν ῥητορικὴν τέχνην διοργανούμενος, παραδείγματι πανταχοῦ τοῦ πῶς δεῖ ταῖς τέχναις ἢ τῖς οἰκονομίαις κεχρῆσθαι, τῇ ∆ημοσθένει ἐχρήσατο. ἐγὼ δέ, εἰ μὴ φορτικὸς ὑμῖν, ὦ νέοι, δόξαιμι τῷ τεχνικῷ ἀντεπιδεικνύμενος, ῥητορικὴν μὲν ἑτέραν ἐκθήσομαι, παράθειγμα δὲ καινὸν ὡς ἀληθῶς τοῦ πῶς δεῖ γράφειν τὸν τούτου λόγον ἐκθήσομαι, ἵν' ἔκ τε τῆς θέσεως τῶν ∆ημοσθενικῶν παραδειγμάτων, ἔκ τε τῆς ἀναιρέσεως τῶν τοῦ Ὀφρυδᾶ παραληρημάτων, ἄριστα ὑμῖν προΐῃ τὰ τῆς μαθήσεως. Εἰ δέ τις οὕτως ἔχων φύσεώς τε ὁμοῦ καὶ μαθήσεως, συγγράμματά τινα κατὰ ∆ημοσθένους συντίθησι-δότε γάρ μοι πρὸς τὸν καιρόν τι φθέγξασθαι, ὅτε καὶ τὸν Αἰσχίνην ἐρευνήσαντες οὐχ εὑρήσομεν-οὐ παράφορος ὡς ἀληθῶς καὶ μαινόμενος; ἀλλ' εἰ μὲν τῶν ἄρτι ἀκμαζόντων ὁ συγγραφεὺς ἦν, συγγώμην ἂν διὰ τὸν χρόνον δεδώκαμεν· ἐπεὶ δὲ τῶν καταλυσάντων ἐστί, τὸ φιλότιμον αὐτὸς καταλελυκώς, οὐδὲ γὰρ προσεκτήσατο, οὐκ εἰς βάραθρον ὠθῆσαι χρεών; καὶ εἰ μὲν τοῖς πολιτικοῖς ἐξητάζετο πράγμασιν, εἶτα οἷα εἰκός, ζήλῳ τοῦ ἀντιτέχνου διαφιλοτιμούμενος τοῖς τοιούτοις ἑκέχρητο λόγοις, οὐκ ἄν τις ἴσως κατέκρινεν ἢ οὐ πικρῶς ἐχαλέπηνεν. Ἐπεὶ δὲ πόρρω καὶ νόμων καὶ δικαστηρίων, ὡς μέχρι τινὸς ἐδόκει, πεποίηκας ἑαυτὸν καὶ τοῖς καθ' ἡμᾶς Ναζιραίοις φέρων ἑαυτὸν συνηρίθμησας, ἔπειτα ὥσπερ νὺξ ἀρξάμενος τῶν πολιτικῶν βασκαίνων ἑάλω, καὶ γραφὰς, ἐξενηνοχέναι ὕβρεων καὶ βασιλικοῖς ἀντιπίπτειν θεσπίσμασιν, οὐκ ἄν τις εὖ φρονῶν καὶ ἐν εἰδώλῳ καὶ σκιᾷ τιμωρήσαιτο, ὕβρεσι πλύνων καὶ ἐπεγγελῶν καὶ εἰκότα ἀντισυγγράφων; εἰς ταῦτά σου τὸν νοῦν οἱ περὶ Σισόην καὶ Ἀγάθωνα προετρέψαντο; ταῦτά σε οἱ ἐν τῇ σκήτει καὶ ἐν τῷ Σινᾷ ἐξεπαίδευσαν μοναχοί; ὧν σὺ τὴν ἀναχώρησιν μιμησάμενος, τὸν βίον οὐ παρεζήλωσας, μᾶλλον δὲ ἐκεῖνον μὲν ἔπαιξας ἀκριβῶς, ἀλλ' οὐκ ἀκριβῶς τοῦτον δὲ ἐμίσησας; οὕτως ὁ τοῦ κυρίου παιδευόμενος; ὁπότερον βούλει, εἴτε τὸν τῆς σκιᾶς εἴτε τὸν τῆς ἀληθείας, προσθήσω δὲ καὶ τρίτον τουτονὶ τὸν πολιτικόν· ὧν ὁ μὲν οὐχ ὑβρίζειν ὅλως ἐᾷ, ὁ δὲ καὶ πλέον προστίθησιν, ὥσπερ κἂν τοῖς ἄλλοις εἴωθεν, ὁ δὲ καὶ προστιμᾶται τὸν ὑβριστὴν. σὺ δέ γε, ὦ λῷστε, καὶ τὴν μίαν σιαγόνα τυφθείς, ἀντιπαρέσχες καὶ τὴν ἑτέραν τῷ παίοντι ἢ παρεκάλεσας ὑβρισθεὶς ἢ βλασφημηθεὶς ἀντευλόγησας; ὥστε καὶ ὕβρεως ἄρχῃ, καὶ οὐδὲ νεώτερος ὤν, ὅ φησιν ὁ ποιητὴς αἰνιττόμενος, ἀλλ' ὑπὲρ τὴν γηράσασαν ἔλαφον, καὶ ταῦτα πρὸς οὐ διενεχθέντα σοι