15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
ἀλλή λαις, ὅπερ οὐ δέδοται». αὕτη ἡ λύσις ἑτέρα παρὰ τὴν πρώτην ἐστίν· οὐ γὰρ βούλεται δεικνύειν, ὅτι οὐ τοὐτόν ἐστι θεὸς καὶ ἀγέννητον, ἀλλ' ὅτι, εἰ ὡς οὐσίας ταῦτα δεξόμεθα, ἀντικείσονται ἀλλήλοις ὁ πατὴρ καὶ ὁ υἱός, ὅπερ οὐ δογματίζειν βούλεται ὁ Ἀνόμοιος· ὑποτετάχθαι γὰρ βούλεται τῷ πατρὶ τὸν υἱόν, οὐκ ἀντικεῖσθαι. εἰ δὲ προστέθεικε τὸ «καὶ πάλιν», οὐ διὰ τὴν ταὐτότητα τῶν λύσεων τοῦτο πεποίηκεν, ἀλλ' ὅτι καὶ ἑτέρως ἔστιν ἐξελέγχειν τὰ τῶν αἱρετικῶν δόγματα. ὑμεῖς δὲ ἀναμνήσθητε ὡς εἰς τέσσαρας διεῖλεν ὁ φιλόσοφος τὴν ἀντίθεσιν, εἰς τὰ ἐναντία, εἰς τὰ καθ' ἕξιν καὶ στέρησιν, εἰς τὰ κατὰ πρός τι καὶ εἰς τὰ κατὰ ἀντίφασιν λεγόμενα. καὶ τῆς μὲν ἀντιφάσεως παράδειγμα τὸ εἶναί τι καὶ τὸ μὴ εἶναι· τῶν δὲ πρός τι τὸ διπλάσιον καὶ τὸ ἥμισυ· τῶν δὲ καθ' ἕξιν καὶ στέρησιν ἡ ἀκοὴ καὶ ἡ κώφευσις· τῶν δὲ ἐναντίων τὸ λευκὸν καὶ τὸ μέλαν. σκεπτέον οὖν τίνι τῶν ἀντικειμένων ὑπαχθείη τὸ ἀγέννητον καὶ τὸ γεννητόν. πότερον τοῖς ἐναντίοις; ἀλλ' ἐκεῖνα ἐξ ἀλλήλων ἤ, κυριώτερον εἰπεῖν, μετ' ἄλληλα· ἀπὸ γὰρ τοῦ λευκοῦ τὸ μέλαν, ἢ μᾶλλον μετὰ τὸ λευκόν· ταῦτα δὲ οὐκ ἐξ ἀλλήλων· οὐ γὰρ ἐξ ἀγεννησίας γέννησις, οὐδὲ ἐκ γεννήσεως ἀγεννησία. ἀλλ' ἄρα συναριθμηθείη τοῖς πρός τι; ἀλλ' ἐκεῖνα πρὸς ἕτερα λέγεται, ὥσπερ πρὸς τὸ ἥμισυ τὸ διπλάσιον καὶ ἀνάπαλιν. μήτοι γε ἀντιφάσει ὡμοίωται; ἀλλὰ ταῦτα ὀνόματα μόνον, οὔτε κατάφασιν ὑποδεικνύντα οὔτε ἀπόφασιν. λείπεται οὖν κατὰ στέρησιν καὶ ἕξιν ἀντικεῖσθαι ἀλλήλοις, ὡς εἶναι τὸ μὲν γεννητὸν ἕξιν ὥσπερ τὴν ὅρασιν, τὸ δὲ ἀγέννητον στέρησιν ὥσπερ τὴν τύφλωσιν. εἰ δὲ ἀντίκεινται ταῦτα, ὡς ὁ λόγος ἔδειξεν, οὐσίας δὲ σὺ ταῦτα φῄς, ὁ Ἀνόμοιος, ἔσονται οὐσίαι ἀντικείμεναι ἀλλήλαις, ὅπερ οὐ δέδοται· τῇ γὰρ οὐσίᾳ, φησὶν ὁ φιλόσοφος, οὐδέν ἐστιν ἐναντίον. Ἐπεὶ δὲ ὅλως ἐβιάσατο ὁ πατὴρ ἐπὶ τὴν ἀντίθεσιν τῶν ἕξεων καὶ στερήσεων τὸ ἀγέννητον καὶ τὸ γεννητὸν ὑπαγαγεῖν, «ἐπειδή» φησίν «αἱ ἕξεις τῶν στερήσεων πρότεραι» (δεῖ γὰρ ὅρασιν εἶναι πρότερον, καὶ οὕτως στέρησιν τῆς ὁράσεως, καὶ ἀκοήν, εἶθ' οὕτως τὴν ταύτης ἀποβολήν), ἔοικε δὲ τὸ μὲν γεννητὸν ἕξει, τὸ δὲ ἀγέννητον στερήσει, λέγεις δὲ σύ, ὁ Ἀνόμοιος, οὐσίαν εἶναι τὸ γεννητὸν τοῦ υἱοῦ καὶ τὸ ἀγέννητον τοῦ πατρός, πρῶτος ἄρα κατὰ τὸν σὸν λόγον ὁ υἱὸς τοῦ πατρός, ὡς ἕξις στερήσεως. ὅρα δέ σοι καὶ ἕτερον κῦμα προσεπαγόμενον· αἱ στερήσεις δεύτεραι οὖσαι τῶν ἕξεων ἀναιροῦσιν ἐκείνας· οὕτω τοιγαροῦν ἡ μὲν ἀβλεψία τὴν ὅρασιν, ἡ δὲ κώφευσις τὴν ἀκοὴν ἀνειρεῖ. τί οὖν ἐντεῦθεν τὸ συναγόμενον; τὸ ἀναιρεῖσθαι τὸν υἱὸν ὡς ἕξιν παρὰ τοῦ πατρὸς ὡς στερήσεως. Εἰ μὲν οὖν ἐβούλετο ὁ πατήρ, καὶ πολλοῖς ἂν ἑτέροις τόποις πρὸς τὸν Ἀνόμοιον ἐπεχείρησεν. ἐπεὶ δὲ μετρεῖν οἶδε τῶν λόγων τὴν δύναμιν καὶ τοῖς καιροῖς καὶ ταῖς ὑποθέσεσι, διὰ τοῦτο ἐνταῦθα τὰς περὶ τούτου τοῦ προβλήματος περιγράψας λύσεις, ἐφ' ἕτερα τὸν λόγον διαβιβάζει. 25 μδʹ. Εἰς τὸ «τρισσὴν γέννησιν οἶδεν ὁ λόγος» Οὐδὲν καινὸν εἰ διαποροῦσιν ἡμῖν συμβέβηκε περὶ τοῦ θεολογικοῦ ῥητοῦ, ὃ δὴ προέκθεσιν μὲν τριττῆς ἔχει γεννήσεως, ἐν οἷς δὲ ἕκαστον τῶν ἀπηριθμημένων ἐπεξεργάζεται, καὶ τὴν τετάρτην προστίθησι, καὶ οὐδὲ ταύτην διῃρημένως, ἀλλ' ἀσαφῶς καὶ ὑποσυγκεχυμένως. εἰρηκὼς γὰρ ἄνω ὁ μέγας οὗτος πατὴρ ὅτι «τρισσὴν γέννησιν οἶδεν ὁ λόγος, τὴν ἐκ σωμάτων, τὴν ἐκ βαπτίσματος καὶ τὴν ἐξ ἀναστάσεως», καὶ ὅτι ταύτας τετίμηκε παρ' ἑαυτῷ ὁ σαρκωθεὶς λόγος, προϊόντος αὐτῷ τοῦ λόγου, οὐ κατὰ λόγον προφέρει τὰς ἀποδόσεις, ἀλλὰ «τὴν μὲν» ἐκ σωμάτων «τῷ ἐμφυσήματι τετιμῆσθαι τῷ πρώτῳ καὶ ζωτικῷ, τὴν δὲ» ἐκ βαπτίσματος «τῇ σαρκώσει καὶ τῷ βαπτίσματι», προστιθεὶς «ὅπερ αὐτὸς ἐβαπτίσατο», «τὴν δὲ» ἐξ ἀναστάσεως «τῇ ἀναστάσει, ἧς αὐτὸς ἀπήρξατο». ἐξὸν γὰρ οὕτως εἰπεῖν, ὅτι τὴν μὲν ἐκ σωμάτων τῇ σαρκώσει τετίμηκε, τὴν ἐκ βαπτίσματος δὲ τῷ ἐμφυσήματι, τὴν τάξιν μετήλλαξε, καὶ τῇ